TLG 0743 001 :: NEMESIUS :: De natura hominis

NEMESIUS Theol., Episcopus
(Emesenus: A.D. 4)

De natura hominis

Source: Einarson, B. (ed.), Nemesius of Emesa (typescript) [Corpus medicorum Graecorum (in press)] : 35–368.

Citation: Section — (line)

t

Νεμεσίου ἐπισκόπου Ἐμέσης λόγος κεφαλαίωδης περὶ φύσεως ἀνθρώπου

1

Τὸν ἄνθρωπον ἐκ ψυχῆς νοερᾶς καὶ σώματος ἄριστα
κατεσκευασμένον καὶ οὕτω καλῶς ὡς οὐκ ἐνεδέχετο ἄλλως γενέσθαι συνεστάναι, πολλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἔδοξεν. ἐκ τοῦ δὲ νοερὰν λέγεσθαι τὴν ψυχὴν ἀμφιβολίαν ἔχον‐35
5τος πότερον προσελθὼν ὁ νοῦς τῇ ψυχῇ ὡς ἄλλος ἄλλῃ νοερὰν αὐτὴν ἐποίησεν, ἢ τὸ νοερὸν ἀφ’ ἑαυτῆς ἡ ψυχὴ καὶ φύσει κέκτηται καὶ τοῦτό ἐστιν αὐτῆς τὸ κάλλιστον μέρος ὡς ὀφθαλμὸς ἐν σώματι, τινὲς μέν, ὧν ἐστιν καὶ Πλωτῖνος, ἄλλην εἶναι τὴν ψυχὴν καὶ ἄλλον τὸν νοῦν δογμα‐
10τίσαντες, ἐκ τριῶν τὸν ἄνθρωπον συνεστάναι βούλονται, σώματος καὶ ψυχῆς καὶ νοῦ, οἷς ἠκολούθησε καὶ Ἀπο‐ λινάριος ὁ τῆς Λαοδικείας γενόμενος ἐπίσκοπος, τοῦτον γὰρ πηξάμενος τὸν θεμέλιον τῆς ἰδίας δόξης καὶ τὰ λοιπὰ προσ‐ ῳκοδόμησεν κατὰ τὸ οἰκεῖον δόγμα· τινὲς δὲ οὐ διεστείλαντο
15ἀπὸ τῆς ψυχῆς τὸν νοῦν, ἀλλὰ τῆς οὐσίας αὐτῆς ἡγεμονικὸν εἶναι τὸ νοερὸν ἡγοῦνται.
Ἀριστοτέλης δὲ τὸν μὲν δυνάμει νοῦν συγκατεσκευάσθαι τῷ ἀνθρώπῳ, τὸν δὲ ἐνεργείᾳ θύ‐ ραθεν ἡμῖν ἐπεισιέναι δοξάζει, οὐκ εἰς τὸ εἶναι καὶ τὴν
36
20ὕπαρξιν τοῦ ἀνθρώπου συντελοῦντα ἀλλ’ εἰς προκοπὴν τῆς τῶν φυσικῶν γνώσεως καὶ θεωρίας συμβαλλόμενον. κομιδῆ γοῦν ὀλίγους τῶν ἀνθρώπων καὶ μόνους τοὺς φιλοσοφήσαντας τὸν ἐνεργείᾳ νοῦν ἔχειν διαβεβαιοῦται.
Πλάτων δὲ οὐ δοκεῖ
25λέγειν τὸν ἄνθρωπον εἶναι τὸ συναμφότερον, ψυχὴν καὶ σῶ‐ μα, ἀλλὰ ψυχὴν σώματι τοιῷδε χρωμένην, ἀξιοπρεπέστερον φανταζόμενος τὰ κατὰ τὸν ἄνθρωπον καὶ αὐτόθεν ἡμᾶς ἐπιστρέφων ἐπὶ τὴν τῆς ψυχῆς μόνης θειότητα καὶ ἐπιμέ‐ λειαν, ἵνα τὴν ψυχὴν ἑαυτοὺς εἶναι πιστεύοντες τὰ τῆς ψυ‐
30χῆς ἀγαθὰ μόνα μεταδιώκωμεν, τὰς ἀρετὰς καὶ τὴν εὐσέβειαν,
καὶ μὴ τὰς τοῦ σώματος ἐπιθυμίας ἀγαπήσωμεν, ὡς οὐκ οὔσας ἀνθρώπου ᾗ ἄνθρωπος, ἀλλὰ ζῴου μὲν προηγουμένως, ἀνθρώπου δὲ ἑπομένως, ἐπειδὴ καὶ ζῷον ὁ ἄνθρωπος. καὶ ἄλλως δὲ κυριωτέρα τοῦ σώματος ἡ ψυχὴ πᾶσιν ἀνθρώποις37
35εἶναι καθωμολόγηται, ἀπὸ ταύτης γὰρ ὡς ὄργανον κινεῖ‐ ται τὸ σῶμα. δηλοῖ δὲ ὁ θάνατος· χωρισθείσης γὰρ τῆς ψυχῆς ἀκίνητον μένει τὸ σῶμα παντελῶς καὶ ἀνενέργητον, ὡς τεχνίτου χωρισθέντος ἀκίνητα μένει τὰ ὄργανα. γνώ‐ ριμον δὲ ὅτι καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων
40ζῴων μετέχει ζωῆς καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν· τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ τὴν θρεπτικὴν καὶ σπερματικὴν δύναμιν· τοῖς δὲ
ἀλόγοις καὶ ἐν τούτοις μέν, ἐξ ἐπιμέτρου δὲ κατά τε τὴν38
45καθ’ ὁρμὴν κίνησιν καὶ κατὰ τὴν ὄρεξιν καὶ τὸν θυμὸν καὶ τὴν αἰσθητικὴν καὶ ἀναπνευστικὴν δύναμιν, ταῦτα γὰρ ἅπαντα κοινὰ τοῖς ἀνθρώποις καὶ τοῖς ἀλόγοις ἐστίν, εἰ καὶ μὴ πᾶσιν πάντα· συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσιν, λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα καὶ

1

(50)

τὰς ἀρετὰς μεταδιώκων καὶ τῶν ἀρετῶν τὸν κολοφῶνα τὴν εὐσέβειαν ἀσπαζόμενος. διὸ καὶ ὥσπερ ἐν μεθορίοις ἐστὶν νοητῆς καὶ αἰσθητῆς οὐσίας, συναπτόμενος κατὰ μὲν τὸ σῶμα καὶ τὰς σωματικὰς δυνάμεις τοῖς ἄλλοις ζῴοις τε καὶ ἀψύχοις, κατὰ δὲ τὸ λογικὸν ταῖς ἀσωμάτοις
55οὐσίαις, ὡς εἴρηται πρότερον. ὁ γὰρ δημιουργὸς ἐκ τοῦ κατ’ ὀλίγον ἔοικεν ἐπισυνάπτειν ἀλλήλαις τὰς διαφόρους φύσεις, ὥστε μίαν εἶναι καὶ συγγενῆ τὴν πᾶσαν κτίσιν. ἐξ οὗ μά‐
λιστα δείκνυται εἷς ὢν ὁ πάντων τῶν ὄντων δημιουργός· οὐ γὰρ μόνον ἥνωσε τὴν ὕπαρξιν τῶν κατὰ μέρος ἀτόμων, ἀλλὰ39
60καὶ ἕκαστα πρὸς ἄλληλα συνήρμοσεν οἰκείως. ὥσπερ γὰρ ἐν ἑκάστῳ τῶν ζῴων ἥνωσε τὰ ἀναίσθητα τοῖς αἰσθητικοῖς, ὀστοῦν καὶ πιμελὴν καὶ τρίχας καὶ τὰ ἄλλα τὰ ἀναίσθητα τοῖς αἰσθητικοῖς νεύροις, καὶ ἐποίησεν ἐξ ἀναισθήτων καὶ αἰσθητικῶν συγκείμενον τὸ ζῷον,
65καὶ οὐ μόνον συγκείμενον ἀλλὰ καὶ ἓν ὂν ἀπέδειξεν· οὕτω καὶ ἐπὶ τῆς ἄλλης κατ’ εἶδος κτίσεως πεποίηκε, συνάπτων ἀλλήλοις τῇ κατ’ ὀλίγον οἰκειότητι καὶ παραλλαγῇ τῆς φύ‐ σεως, ὡς μὴ κατὰ πολὺ διεστάναι τὰ πάντῃ ἄψυχα τῶν ἐχόντων φυτῶν τὴν θρεπτικὴν δύναμιν, μηδ’ αὖ ταῦτα τῶν
70ἀλόγων καὶ αἰσθητικῶν ζῴων, μήτε μὴν τὰ ἄλογα τῶν λογικῶν ἀπηλλοτριῶσθαι πάντῃ καὶ ἀσύμβατα καὶ ἄνευ δεσμοῦ τινος εἶναι συμφυοῦς καὶ φυσικοῦ. διαλλάττει μὲν γὰρ καὶ λίθος λίθου δυνάμει τινί, ἀλλ’ ἡ μαγνῆτις λίθος ἐξε‐ ληλυθέναι δοκεῖ τὴν τῶν ἄλλων λίθων φύσιν τε καὶ δύναμιν
75ἐν τῷ προφανῶς ἕλκειν πρὸς ἑαυτὴν καὶ κατέχειν τὸν σί‐ δηρον, ὥσπερ τροφὴν αὐτὸν ποιήσασθαι βουλομένη, καὶ μὴ
μόνον ἐφ’ ἑνὸς σιδήρου τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἄλλον δι’ ἄλλου κατέχειν τῷ μεταδιδόναι τοῖς ἐχομένοις πᾶσιν τῆς δυνάμεως ἑαυτῆς· κατέχει γοῦν καὶ ὁ σίδηρος σίδηρον ὅταν40
80ὑπὸ τῆς μαγνήτιδος ἔχηται. εἶτα πάλιν ἑξῆς ἀπὸ τῶν φυτῶν ἐπὶ τὰ ζῷα μετιών, οὐκ ἀθρόως ἐπὶ τὴν μεταβατικὴν καὶ αἰσθητικὴν ὥρμησε φύσιν, ἀλλ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐπὶ ταύ‐ την ἐμμελῶς προῆλθεν· τὰς γὰρ πίννας καὶ τὰς ἀκαλήφας ὥσπερ αἰσθητικὰ δένδρα κατεσκεύασεν (ἐρρίζωσε μὲν γὰρ
85αὐτὰς ἐν τῇ θαλάσσῃ δίκην φυτῶν καὶ ὥσπερ ξύλα τὰ ὄστρακα περιέθηκε καὶ ἔστησεν ὡς φυτά, αἴσθησιν δὲ αὐταῖς ἐνέδωκε τὴν ἁπτικὴν τὴν κοινὴν πάντων ζῴων αἴσθησιν), ὡς κοινωνεῖν τοῖς μὲν φυτοῖς κατὰ τὸ ἐρριζῶσθαι καὶ ἑστάναι, τοῖς δὲ ζῴοις κατὰ τὴν ἁφήν.
90τὸν γοῦν σπόγγον, καίτοι προσπεφυκότα ταῖς πέτραις καὶ συστέλλεσθαι καὶ ἀμύνεσθαι ὅταν προσιόντος αἴσθηταί τινος Ἀριστοτέλης ἱστόρησεν· διὸ τὰ τοιαῦτα πάντα ζωόφυτα κα‐ λεῖν ἔθος ἔχουσιν οἱ παλαιοὶ τῶν σοφῶν. πάλιν δὲ ταῖς πίνναις καὶ τοῖς τοιούτοις συνῆψε τὴν τῶν μεταβατικῶν μὲν41
95ζῴων γένεσιν, μακρὰν δὲ προελθεῖν μὴ δυναμένων ἀλλ’ αὐτόθεν αὐτοῦ που κινουμένων· τοιαῦτα δέ ἐστιν τὰ πλεῖστα τῶν ὀστρακοδέρμων καὶ τὰ καλούμενα γῆς ἔντερα. εἶθ’ οὕτω κατὰ μέρος προστιθεὶς τοῖς μὲν αἰσθήσεις πλείους, τοῖς δὲ τὸ μεταβατικὸν ἐπὶ πλεῖστον, εἰς τὰ τελειότερα τῶν ἀλόγων

1

(100)

ζῴων κατήντησεν· λέγω δὲ τελειότερα τὰ πάσας ἔχοντα τὰς
αἰσθήσεις καὶ προϊέναι μακρὰν δυνάμενα. πάλιν δὲ μετα‐ βαίνων ἀπὸ τῶν ἀλόγων ἐπὶ τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον, οὐδὲ τοῦτο ἀθρόως κατεσκεύασεν ἀλλὰ πρότερον καὶ τοῖς ἄλλοις ζῴοις φυσικάς τινας συνέσεις καὶ μηχανὰς καὶ πανουρ‐42
105γίας πρὸς σωτηρίαν ἐνέθηκεν, ὡς ἐγγὺς λογικῶν αὐτὰ φαί‐ νεσθαι, καὶ οὕτω τὸ ἀληθῶς λογικὸν ζῷον τὸν ἄνθρωπον προεβάλετο· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς φωνῆς ζητῶν εὑρήσεις ἐξ ἁπλῆς καὶ μονοειδοῦς τῆς ἵππων καὶ βοῶν ἐκφωνήσεως κατὰ μέρος εἰς ποικίλην καὶ διάφορον
110προαχθεῖσαν τὴν τῶν κοράκων καὶ μιμηλῶν ὀρνέων φωνὴν ἕως εἰς τὴν ἔναρθρον καὶ τελείαν τὴν ἀνθρώπου κατέληξε· πάλιν δὲ τὴν ἔναρθρον διάλεκτον ἐξῆψε τῆς διανοίας καὶ τοῦ λογισμοῦ, ἐξάγγελον ποιήσας αὐτὴν τῶν κατὰ νοῦν κινημάτων. καὶ οὕτω πᾶσι πάντα μουσικῶς συνήρμοσε καὶ συνέδησε καὶ
115εἰς ἓν συνήγαγε τά τε νοητὰ καὶ τὰ ὁρατὰ διὰ μέσης τῆς τῶν ἀνθρώπων γενέσεως. διὸ καὶ καλῶς ὁ Μωυσῆς τὴν δημιουργίαν ἐκτιθέμενος τελευταῖον ἔφησε τὸν ἄνθρωπον γε‐ γενῆσθαι, οὐ μόνον ὅτι πάντων δι’ αὐτὸν γενομένων ἀκό‐ λουθον ἦν πρῶτον τὰ πρὸς τὴν χρῆσιν αὐτοῦ παρασκευασθῆ‐43
120ναι καὶ οὕτως αὐτὸν τὸν χρησόμενον παραχθῆναι, ἀλλ’ ὅτι νοητῆς γενομένης οὐσίας καὶ πάλιν ὁρατῆς ἔδει γενέσθαι τινὰ καὶ σύνδεσμον ἀμφοτέρων, ἵνα ἓν ᾖ τὸ πᾶν καὶ συμπαθὲς ἑαυτῷ καὶ μὴ ἀλλότριον αὐτὸ ἑαυτοῦ. ἐγένετο οὖν τὸ συν‐ δέον ἀμφοτέρας τὰς φύσεις ζῷον ὁ ἄνθρωπος. τὰ μὲν οὖν
125τῆς σοφίας τοῦ δημιουργοῦ συντόμως εἰπεῖν τοιαῦτα.
ἐν μεθορίοις οὖν τῆς ἀλόγου καὶ λογικῆς φύσεως ὁ ἄνθρωπος τα‐ χθείς, ἐὰν μὲν ἐπὶ τὸ σῶμα ῥέψῃ καὶ τὰ τοῦ σώματος πλέον ἀγαπήσῃ, τὸν τῶν ἀλόγων ἀσπάζεται βίον καὶ τούτοις συνα‐
130ριθμηθήσεται καὶ χοϊκὸς κληθήσεται κατὰ Παῦλον καὶ ἀκού‐ σεται· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, καί· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ἐὰν δὲ ἐπὶ τὸ λο‐ γικὸν χωρήσῃ καταφρονήσας τῶν σωματικῶν πασῶν ἡδονῶν,
τὴν θείαν τε καὶ θεοφιλεστάτην ζωὴν μετέρχεται καὶ τὴν ὡς44
135ἀνθρώπου προηγουμένως, καὶ ἔσται οἷος ὁ ἐπουράνιος κατὰ τὸ εἰρημένον· οἷος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. τῆς δὲ λογικῆς φύ‐ σεως τὸ κεφάλαιόν ἐστι φεύγειν μὲν καὶ ἀποστρέφεσθαι τὰ κακά, μετιέναι δὲ καὶ αἱρεῖσθαι τὰ καλά. τῶν δὲ καλῶν
140τὰ μέν ἐστι κατὰ κοινωνίαν ψυχῆς καὶ σώματος, ἐχόντων καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν, οἷον ψυχῆς προσχρωμένης σώματι, ὡς αἱ ἀρεταί· τὰ δὲ τῆς ψυχῆς αὐτῆς καθ’ ἑαυτὴν μόνης μὴ προσδεομένης σώματος, ὡς ἡ εὐσέβεια καὶ ἡ τῶν ὄντων θεωρία. ὅσοι τοίνυν τὸν ἀνθρώπου
145βίον ὡς ἀνθρώπου ζῆν προαιροῦνται καὶ μὴ ὡς ζῴου μόνου τὰς ἀρετὰς μετέρχονται καὶ τὴν εὐσέβειαν. τίνα δέ ἐστι τὰ τῶν ἀρετῶν καὶ τίνα τὰ τῆς εὐσεβείας ἐν τοῖς ἑξῆς διακρι‐ θήσεται ὅταν τὸν περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποδῶ‐ μεν λόγον· οὐδέπω γὰρ ἐγνωσμένου τί ποτε ἡμῶν ἐστιν ἡ

1

(150)

ψυχὴ κατ’ οὐσίαν οὐκ ἔστιν ἀκόλουθον περὶ τῆς ἐνεργείας αὐτῆς διαλαμβάνειν.
Ἑβραῖοι δὲ τὸν ἄνθρωπον ἐξ ἀρχῆς οὔτε θνητὸν ὁμολογουμένως οὔτε ἀθάνατον γεγενῆσθαί φασιν ἀλλ’ ἐν μεθορίοις ἑκατέρας φύσεως, ἵνα ἂν μὲν τοῖς σωμα‐
45
155τικοῖς ἀκολουθήσῃ πάθεσι περιπέσῃ καὶ ταῖς σωματικαῖς μεταβολαῖς, ἂν δὲ τὰ τῆς ψυχῆς προτιμήσῃ καλὰ τῆς ἀθανασίας ἀξιωθῇ. εἰ γὰρ ἐξ ἀρχῆς αὐτὸν θνητὸν ἐποίησεν ὁ θεός, οὐκ ἂν ἁμαρτόντα θανάτῳ κατεδίκασε, τοῦ γὰρ θνητοῦ θνητότητα οὐδεὶς καταδικάζει· εἰ δ’ αὖ πάλιν ἀθάνα‐
160τον, οὐδ’ ἂν τροφῆς αὐτὸν ἐνδεᾶ κατεσκεύασεν (οὐδὲν γὰρ τῶν ἀθανάτων τροφῆς σωματικῆς δεῖται) οὐδ’ ἂν οὕτω ῥᾳ‐ δίως μετενόησε καὶ τὸν γενόμενον ἀθάνατον θνητὸν εὐθέως ἐποίει, οὐδὲ γὰρ ἐπὶ τῶν ἁμαρτησάντων ἀγγέλων τοῦτο φαίνεται πεποιηκὼς ἀλλὰ κατὰ τὴν ἐξ ἀρχῆς φύσιν ἀθάνατοι
165διέμειναν, ἄλλην τῶν ἡμαρτημένων ἀπεκδεχόμενοι δίκην ἀλλ’ οὐ τὸν θάνατον. βέλτιον οὖν ἢ τοῦτον τὸν τρόπον νοεῖν τὸ προκείμενον, ἢ ὅτι θνητὸς μὲν κατεσκευάσθη, δυνάμενος δὲ ἐκ προκοπῆς τελειούμενος ἀθάνατος γενέσθαι, τουτέστι δυνάμει ἀθάνατος. ἐπειδὴ δὲ οὐ συνέφερεον αὐτῷ πρὸ τῆς
170τελειώσεως γνῶναι τὴν φύσιν ἑαυτοῦ, ἀπηγόρευσε μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως. ἦσαν γὰρ μᾶλλον δέ εἰσιν ἔτι καὶ νῦν δυνάμεις ἐν τοῖς φυτοῖς μέγισται· τότε δὲ ὡς ἐν ἀρχῇ τῆς κοσμοποιΐας ἀκραιφνεῖς οὖσαι ἰσχυροτάτην εἶχον τὴν ἐνέργειαν. ἦν οὖν καὶ ἀπόγευσίς τινος καρποῦ46
175γνῶσιν ἐμποιοῦσα τῆς οἰκείας φύσεως· οὐκ ἐβούλετο δὲ αὐ‐ τὸν ὁ θεὸς πρὸ τῆς τελειώσεως γνῶναι τὴν οἰκείαν φύσιν ἵνα μὴ γνοὺς ἑαυτὸν ἐνδεᾶ πολλῶν ὄντα τῆς σωματικῆς ἐπι‐ μεληθῇ χρείας καταλιπὼν τὴν τῆς ψυχῆς πρόνοιαν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐκώλυσεν αὐτὸν μεταλαβεῖν τοῦ καρποῦ τῆς
180γνώσεως. παρακούσας δὲ καὶ γνοὺς ἑαυτὸν τῆς μὲν τελειώ‐ σεως ἐξέπεσε, τῆς δὲ σωματικῆς χρείας ἐγένετο· σκέπασμα γοῦν εὐθέως ἐπεζήτησε. φησὶ γὰρ ὁ Μωυσῆς ὅτι γυμνός ἐστιν ἔγνω. πρότερον δὲ ἐν ἐκστάσει αὐτὸν ἐποίησε καὶ ἐν ἀγνωσίᾳ ἑαυτοῦ. ἐκπεσὼν οὖν τῆς τελειώσεως ἐξέπεσεν ὁμοίως καὶ
185τῆς ἀθανασίας, ἣν ὕστερον ἀναλήψεται χάριτι τοῦ ποιήσαν‐
τος αὐτόν. μετὰ δὲ τὴν ἔκπτωσιν καὶ ἡ τῶν κρεῶν ἀπόλαυ‐ σις συνεχωρήθη. πρότερον μὲν γὰρ τοῖς ἀπὸ τῆς γῆς μόνοις ἐκέλευσεν αὐτὸν ἀρκεῖσθαι (ταῦτα γὰρ ἦν ἐν τῷ παρα‐ δείσῳ)· ἀπεγνωσμένης δὲ τῆς τελειώσεως τῇ συγκαταβάσει47
190λοιπὸν συνεχωρήθη τὰ τῆς ἀπολαύσεως. ἐπειδὴ δὲ ἐκ σώ‐ ματός ἐστιν ὁ ἄνθρωπος, πᾶν δὲ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν, ἀνάγκη τούτοις τοῖς πάθεσι περι‐ πίπτειν αὐτὸν οἷς καὶ τὰ στοιχεῖα, τομῇ καὶ μεταβολῇ καὶ ῥεύσει, ἅπερ ἐστὶ μόνου τοῦ σώματος· μεταβολῇ μὲν
195τῇ κατὰ ποιότητα, ῥεύσει δὲ τῇ κατὰ κένωσιν, κενοῦται γὰρ ἀεὶ τὸ ζῷον διά τε τῶν προδήλων πόρων καὶ διὰ τῶν ἀδήλων, περὶ ὧν ὕστερον ἐροῦμεν. ἀνάγκη τοίνυν ἢ τοῖς κενουμένοις ἀντεισφέρεσθαι τὰ ἴσα ἢ διαλύεσθαι τὸ ζῷον ἐνδείᾳ τῶν ἐπεισιόντων. ξηρῶν δὲ ὄντων καὶ ὑγρῶν καὶ πνεύματος τῶν

1

(200)

κενουμένων, ἀνάγκη καὶ ξηρᾶς καὶ ὑγρᾶς τροφῆς δεῖσθαι τὸ ζῷον καὶ πνεύματος. ἔστι δὲ ἡμῖν ἡ τροφὴ καὶ τὸ ποτὸν διὰ
τῶν στοιχείων ἐξ ὧν καὶ συνετέθημεν. ἕκαστον γὰρ τῷ μὲν οἰκείῳ καὶ ὁμοίῳ τρέφεται, τῷ δὲ ἐναντίῳ θεραπεύεται. τῶν δὲ στοιχείων τὰ μὲν προσεχῶς τε ἅμα, τὰ δὲ καὶ διὰ48
205μέσων τινῶν προσφερόμεθα, ὡς ὕδωρ ποτὲ μὲν καθ’ ἑαυτὸ ποτὲ δὲ καὶ διὰ μέσου τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ πάντων τῶν καλουμένων ὑγρῶν καρπῶν (οὐδὲν γὰρ ἕτερον οἶνός ἐστιν ἢ ὕδωρ ὑπ’ ἀμπέλου πεποιωμένον). ὁμοίως δὲ καὶ πυρὸς με‐ ταλαμβάνομεν, ποτὲ μὲν προσεχῶς ὑπ’ αὐτοῦ θαλπόμενοι
210ποτὲ δὲ διὰ μέσων ὧν ἐσθίομεν ἢ πίνομεν (ἐν πᾶσι γὰρ ἢ πλείων ἢ ἐλάττων μοῖρα τοῦ πυρὸς ἐγκατέσπαρται)· τὸν αὐτὸν τρό‐
πον καὶ τοῦ ἀέρος, προσεχῶς μὲν ἀναπνέοντες καὶ περικε‐ χυμένον ἡμῖν ἔχοντες καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἕλκον‐ τες, διὰ μέσων δὲ τῶν ἄλλων πάντων ὧν προσφερόμεθα·49
215τὴν δὲ γῆν προσεχῶς μὲν ἡμεῖς οὐδαμῶς, διὰ μέσων δέ τινων (γῆ μὲν γὰρ σῖτος γίνεται, σῖτον δὲ ἡμεῖς ἐσθίομεν)· κόρυδοι μὲν γὰρ καὶ περιστεραὶ πολλάκις καὶ πέρδικες τὴν γῆν σι‐ τοῦνται· ἄνθρωπος δὲ διὰ μέσων τῶν σπερμάτων καὶ τῶν ἀκροδρύων καὶ τῶν σαρκῶν. ἐπειδὴ δὲ οὐ μόνον δι’ εὐπρέ‐
220πειαν ἀλλὰ καὶ δι’ εὐαισθησίαν τὴν κατὰ τὴν ἁφὴν ᾗ μά‐ λιστα πλεονεκτεῖ πάντα τὰ ζῷα ὁ ἄνθρωπος οὐ περιέθηκεν ἡμῖν οὔτε δέρμα παχὺ ὡς τοῖς βουσὶ καὶ τοῖς ἄλλοις τοῖς παχυδέρμοις, οὔτε τρίχας μεγάλας καὶ πυκνὰς ὡς ταῖς αἰξὶ καὶ τοῖς προβάτοις καὶ λαγωοῖς, οὔτε φολίδας ὡς
225τοῖς ὄφεσι καὶ τοῖς ἰχθύσιν, οὔτε ὄστρακα ὡς ταῖς χελώ‐ ναις καὶ τοῖς ὀστρέοις, οὔτε ἁπαλόστρακα ὡς τοῖς καράβοις,
οὔτε πτέρυγας ὡς τοῖς ὀρνέοις, ἀναγκαίως ἐσθῆτος ἐδεή‐ θημεν, τῆς ἀναπληρούσης ἐν ἡμῖν ὅπερ ἡ φύσις τοῖς ἄλ‐ λοις ἐδωρήσατο. διὰ ταῦτα μὲν οὖν τροφῆς καὶ ἐσθῆτος50
230δεόμεθα· οἰκήσεως δὲ καὶ διὰ ταῦτα μὲν δι’ ἃ καὶ ἐσθῆτος καὶ τροφῆς ἐδεήθημεν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰς τῶν θηρίων ἀποφυγάς· διὰ δὲ τὰς δυσκρασίας τῶν ποιοτήτων καὶ τὴν λύσιν τῆς συνεχείας τοῦ σώματος ἰατρῶν καὶ θε‐ ραπείας ἐν χρείᾳ κατέστημεν· τῆς δὲ μεταβολῆς κατὰ
235ποιότητα γινομένης, ἀνάγκη διὰ τῆς ἀντικειμένης ποιότητος εἰς τὸ σύμμετρον ἀγαγεῖν τὴν κατάστασιν τοῦ σώματος. οὐ γάρ, ὡς οἴονταί τινες, τὸ θερμανθὲν σῶμα καταψύξαι πρόκειται τοῖς ἰατροῖς, ἀλλ’ εἰς τὸ εὔκρατον μεταστῆσαι. εἰ γὰρ καταψύξειαν, εἰς τὴν ἐναντίαν περιΐσταται νόσον ἡ
240δίαθεσις. χρεία τοίνυν ἀνθρώπῳ τροφῆς μὲν καὶ ποτοῦ, διὰ τὰς κενώσεις καὶ διαφορήσεις· ἐσθῆτος δὲ, διὰ τὸ μηδεμίαν ἔχειν ἐκ φύσεως ἰσχυρὰν περιβολήν· οἴκου δὲ, διά τε τὰς δυσκρασίας τοῦ περιέχοντος καὶ διὰ τὰ θηρία· θεραπείας δὲ, διὰ τὰς μεταβολὰς τῶν ποιοτήτων καὶ τὴν
245αἴσθησιν τὴν ἐνδοθεῖσαν τῷ σώματι. εἰ γὰρ μὴ προσῆν ἡμῖν αἴσθησις οὔτ’ ἂν ἠλγοῦμεν οὔτ’ ἂν θεραπείας ἐδεή‐ θημεν μὴ ἀλγοῦντες καὶ διεφθάρημεν ἂν ἐν ἀγνωσίᾳ τοῦ κακοῦ τὸ πάθος οὐκ ἰώμενοι. διὰ δὲ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς ἀπὸ τούτων χρείας ἀλλήλων δεόμεθα.51

1

(250)

διὰ δὲ τὸ δεῖσθαι ἀλλήλων, εἰς ταὐτὸ πολλοὶ συνελθόντες κοινωνοῦμεν ἀλλήλοις κατὰ τὰς τοῦ βίου χρείας ἐν τοῖς συναλ‐ λάγμασιν, ἥντινα σύνοδον καὶ συνοικίαν πόλιν ὠνόμασαν, ἵνα ἐγγύθεν καὶ μὴ πόρρωθεν τὰς παρ’ ἀλλήλων ὠφελείας καρπώμεθα. φύσει γὰρ συναγελαστικὸν καὶ πολιτικὸν ζῷον
255γέγονεν ὁ ἄνθρωπος. εἷς γὰρ οὐδεὶς αὐτάρκης ἑαυτῷ πρὸς ἅπαντα. δῆλον οὖν ὡς αἱ πόλεις διὰ τὰ συναλλάγματα καὶ
τὰ μαθήματα συνέστησαν. δύο δὲ τούτων πρεσβείων ὁ ἄν‐ θρωπος ἐξαιρέτων ἔτυχεν. καὶ γὰρ μόνος οὗτος συγγνώμης τυγχάνει μετανοῶν, καὶ τὸ σῶμα τούτου μόνου θνητὸν ὂν52
260ἀπαθανατίζεται, καὶ τοῦ μὲν σωματικοῦ, διὰ τὴν ψυχὴν, τοῦ δὲ ψυχικοῦ, διὰ τὸ σῶμα. μόνος γὰρ ὁ ἄνθρωπος τῶν λογικῶν ἐξαίρετον ἔσχε τὸ συγγνώμης ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι. οὔτε γὰρ δαίμονες, οὔτε ἄγγελοι μετανοοῦντες συγγνώμης ἀξιοῦνται. καὶ ἐν τούτῳ μάλιστα καὶ δίκαιος καὶ
265ἐλεήμων ὁ Θεὸς δείκνυταί τε καὶ λέγεται. τοῖς μὲν γὰρ ἀγγέλοις, μηδὲν ἔχουσιν ἐπανάγκασμα περιέλκον εἰς ἁμαρ‐ τίαν, ἀλλ’ ἐλευθέροις οὖσιν ἐκ φύσεως τῶν σωματικῶν πα‐ θῶν τε καὶ χρειῶν καὶ ἡδονῶν, εἰκότως οὐδεμία δίδοται συγ‐ γνώμη μετανοοῦσιν· ὁ δὲ ἄνθρωπος, οὐ μόνον ἐστὶ λογικὸν,
270ἀλλὰ καὶ ζῷον. αἱ δὲ χρεῖαι τοῦ ζῴου καὶ τὰ πάθη πολλά‐ κις περιέλκουσι τὸν λογισμόν. ὅταν οὖν ἀνανήψας ἀποφύγῃ μὲν ταῦτα, χωρήσῃ δὲ ἐπὶ τὰς ἀρετὰς, ἐλέου δικαίου τυγ‐ χάνει, τῆς συγγνώμης. καὶ ὥσπερ ἴδιόν ἐστιν τῆς οὐσίας αὐτοῦ τὸ γελαστικὸν, ἐπειδὴ καὶ μόνῳ τούτῳ πρόσεστι καὶ
275παντὶ καὶ ἀεί· οὕτως ἐν τοῖς κατὰ χάριν ἴδιον ἀνθρώπου παρὰ πᾶσαν τὴν λογικὴν κτίσιν, τὸ διὰ τῆς μετανοίας ἀπο‐
δύεσθαι τῶν προημαρτημένων τὰς αἰτίας. καὶ γὰρ μόνῳ ἀνθρώπῳ τοῦτο δεδώρηται καὶ παντὶ καὶ ἀεὶ παρὰ τὸν και‐ ρὸν τῆς ἐγκοσμίου ζωῆς· μετὰ δὲ θάνατον οὐκέτι. οὕτω53
280δέ τινες καὶ τοὺς ἀγγέλους βούλονται μηκέτι μετὰ τὴν ἔκ‐
πτωσιν τυγχάνειν τῆς ἐκ μετανοίας συγγνώμης· θάνατος γὰρ τούτων ἡ ἔκπτωσις· πρὸ δὲ τῆς ἐκπτώσεως, καθ’ ὁμοιότητα τῆς ζωῆς τῆς τῶν ἀνθρώπων, καὶ αὐτοὺς ἀξιοῦ‐ σθαι συγγνώμης· ὅπερ μὴ ποιήσαντες, ἀσύγγνωστον καὶ54
285διαιωνίζουσαν ἔχουσι τὸ λοιπὸν τῆς τιμωρίας τὴν προσήκουσαν δίκην. δῆλον οὖν ἐκ τούτων, ὡς οἱ τὴν μετάνοιαν οὐ δεχό‐ μενοι τὴν ἐξαίρετον δωρεὰν καὶ τὴν ἰδίαν ἀνθρώπου περι‐ γράφουσιν. ἴδιον δὲ αὐτοῦ καὶ ἐξαίρετον καὶ τὸ μόνον τῶν ἄλλων ζῴων τὸ τούτου σῶμα μετὰ θάνατον ἀνίστασθαι καὶ
290εἰς ἀθανασίαν χωρεῖν· τυγχάνει δὲ τούτου, διὰ τὴν τῆς ψυχῆς ἀθανασίαν, ὥσπερ ἐκείνου, διὰ τὴν τοῦ σώματος ἀσθένειάν τε καὶ πολυπάθειαν. ἴδια δὲ αὐτοῦ καὶ τὰ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν μαθήματα, καὶ αἱ κατὰ τὰς τέχνας ταύτας ἐνέργειαι. διὸ καὶ τὸν ἄνθρωπον ὁρίζον‐
295ται, ζῷον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ζῷον μὲν ὅτι καὶ ὁ ἄνθρωπος οὐσία ἐστὶν ἔμψυχος, αἰσθη‐ τική. οὗτος γὰρ ὅρος ζῴου. λογικὸν δὲ, ἵνα χωρισθῇ τῶν ἀλόγων· καὶ θνητὸν, ἵνα χωρισθῇ τῶν ἀθανάτων λογικῶν. τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὅτι διὰ μαθήσεως

1

(300)

προσγίνονται ἡμῖν αἱ τέχναι καὶ ἐπιστῆμαι, ἔχουσι μὲν δύναμιν δεκτικὴν καὶ τοῦ νοῦ καὶ τῶν τεχνῶν, τὴν δὲ ἐνέρ‐
γειαν κτωμένοις ἐκ τῶν μαθημάτων. λέγουσι δὲ τοῦτο τῷ ὅρῳ προστεθῆναι ὕστερον. ἐρρῶσθαι μὲν γὰρ καὶ χωρὶς τούτου τὸν ὅρον· ἀλλ’ ἐπειδὴ καὶ νύμφας καὶ ἄλλα τινὰ55
305γένη δαιμόνων τινὲς εἰσάγουσι, πολυχρόνια μὲν οὐ μὴν ἀθάνατα, ἵνα καὶ ἀπὸ τούτων διαστείλωσι τὸν ἄνθρωπον προσέθηκαν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὐδὲν γὰρ ἐκείνων μανθάνει ἀλλὰ φύσει οἶδεν ἃ οἶδεν.
Ἑβραίων
310δὲ δόγμα τὸ πᾶν τοῦτο διὰ τὸν ἄνθρωπον γεγενῆσθαι· προσεχῶς μὲν δι’ αὐτὸν οἷον νωτοφόρα καὶ βόας τοὺς πρὸς γεωργίαν, χόρτον δὲ διὰ ταῦτα. τῶν γὰρ γενομένων τὰ μὲν δι’ ἑαυτὰ γέγονεν, τὰ δὲ δι’ ἄλλα. δι’ ἑαυτὰ μὲν τὰ λογικὰ πάντα· δι’ ἕτερα δὲ τά τε ἄλογα καὶ τὰ ἄψυχα.
315 εἰ δὲ ταῦτα δι’ ἄλλα γέγονε, διὰ ποῖα γέγονε σκοπήσωμεν. ἆρ’ οὖν δι’ ἀγγέλους; ἀλλ’ οὐκ ἄν τις εὖ φρονῶν εἴποι δι’ ἀγγέλους αὐτὰ γεγενῆσθαι. τὰ γὰρ δι’ ἄλλα γενόμενα
πρὸς σύστασιν ἐκείνων καὶ διαμονὴν καὶ ἄνεσιν γέγονεν. ἢ γὰρ τῆς διαδοχῆς τοῦ γένους ἕνεκεν ἢ τροφῆς ἢ σκέπης56
320ἢ θεραπείας ἢ διαγωγῆς καὶ ἀναπαύσεως. ἄγγελος δὲ οὐδενὸς τούτων δεῖται· οὔτε γὰρ διαδοχὴν ἔχει γένους οὔτε τροφῆς ἐνδεής ἐστι σωματικῆς οὔτε σκέπης οὔτε τῶν ἄλλων. εἰ δὲ μὴ ἄγγελος δῆλον ὡς οὐδὲ ἄλλη τις φύσις ὑπεραναβεβηκυῖα τὸν ἄγγελον· ὅσῳ γὰρ ὑπέρκειται, το‐
325σούτῳ μᾶλλον αὐτῇ καὶ τὸ ἀνενδεὲς πρόσεστιν. ζητητέον οὖν φύσιν λογικὴν μὲν ἐνδεᾶ δὲ τῶν προειρημένων. τίς 〈ἂν〉 οὖν ἑτέρα τοιαύτη φανείη παραλιπόντων ἡμῶν τὸν ἄνθρωπον; οὐκοῦν συνάγεται διὰ τοῦτον τά τε ἄλογα καὶ τὰ ἄψυχα γεγενῆσθαι. ἐπειδὴ τοίνυν δι’ αὐτὸν ὡς ἐδείχθη γέγονεν
330διὰ τοῦτο καὶ ἄρχων αὐτῶν κατέστη. ἄρχοντος δὲ ἔργον πρὸς μέτρον χρείας τοῖς ἀρχομένοις κεχρῆσθαι καὶ μὴ
πρὸς ἡδυπάθειαν ἀκολάστως ἐξυβρίζειν μηδὲ φορτικῶς καὶ ἐπαχθῶς προσφέρεσθαι τοῖς ἀρχομένοις. ἁμαρτάνουσι τοίνυν ὅσοι τοῖς ἀλόγοις οὐκ εὖ κέχρηνται, οὐ γὰρ ποιοῦσιν ἄρ‐57
335χοντος ἔργον οὐδὲ δικαίου κατὰ τὸ γεγραμμένον· δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ. ἀλλ’ ἴσως ἐρεῖ τις ὡς οὐδὲν δι’ ἄλλο, ἀλλ’ ἕκαστον δι’ ἑαυτὸ γέγονεν. οὐκοῦν χωρί‐ σαντες πρῶτον τὰ ἔμψυχα ἀπὸ τῶν ἀψύχων ἴδωμεν εἰ δύναται τὰ ἄψυχα δι’ ἑαυτὰ γεγενῆσθαι. εἰ γὰρ ταῦτα δι’
340ἑαυτά, πῶς ἢ πόθεν τραφήσεται τὰ ζῷα; ὁρῶμεν γὰρ τὴν φύσιν ἐπιχορηγοῦσαν τοῖς ζῴοις τροφὰς ἐκ τῆς γῆς καρπῶν τε καὶ φυτῶν πλὴν ἐλαχίστων τῶν σαρκοφάγων· καὶ αὐτὰ δὲ ταῦτα τὰ σαρκοφάγα τροφὴν ποιεῖται τῶν ζῴων τὰ τὴν γῆν νεόμενα, ὡς λύκοι μὲν καὶ λέοντες ἄρνας καὶ αἶγας καὶ
345σῦς καὶ ἐλάφους, ἀετοὶ δὲ πέρδικας καὶ φάσσας καὶ λα‐
γωοὺς καὶ τὰ ὅμοια, ἅτινα τοὺς καρποὺς τῆς γῆς νέμεται. καὶ γὰρ τῶν ἰχθύων ἡ φύσις, ἀλληλοφάγος οὖσα, οὐ μέχρι πάντων διήκει σαρκοφαγοῦσα, ἀλλὰ κατέληξεν ἐν τοῖς νε‐ μομένοις φυκία καὶ ἄλλα τινὰ ἐν τῷ ὕδατι φυόμενα. εἰ58

1

(350)

γὰρ ἦν πάντα τὰ γένη τῶν ἰχθύων σαρκοφάγα, καὶ μηδὲν ἦν ἐκφεῦγον τὴν τῆς σαρκὸς σίτησιν, οὐκ ἂν οὐδ’ ἐπ’ ὀλίγον ἐπήρκεσεν, ἀλλὰ διεφθάρη, τὰ μὲν ὑπ’ ἀλλήλων, τὰ δὲ διὰ τροφῆς ἔνδειαν. ἵνα δὲ μὴ τοῦτο γένηται, τινὲς τῶν ἰχθύων κατεσκευάσθησαν σαρκῶν μὲν ἀπεχόμενοι, τὴν δὲ
355ὡς ἄν τις εἴποι θαλασσίαν βοτάνην νεμόμενοι, ἵν’ ἐκ τού‐ των καὶ τἆλλα διασώζηται. γίνεται γὰρ βορὰ μὲν τούτων τὰ φυκία, ἐκεῖνα δὲ τῶν ἄλλων, καὶ πάλιν ταῦτα τῶν ἄλ‐ λων, ὡς διὰ τὴν τῶν τελευταίων τροφὴν ἀδιαλείπτως ἐκ τοῦ γεώδους τοῦ κατὰ τὴν θάλασσαν παρεχομένην καὶ τὴν
360τῶν ἄλλων ὑπόστασιν σώζεσθαι. ἀπέδειξεν οὖν ὁ λόγος, τὴν τῶν φυτῶν γένεσιν μὴ δι’ ἑαυτήν, ἀλλ’ εἰς τροφὴν καὶ σύ‐ στασιν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γεγενημένην. εἰ
δὲ ταῦτα διὰ τὸν ἄνθρωπον καὶ τὰ ζῷα, δῆλον ὡς καὶ τὰ τῆς τούτων αὐξήσεως καὶ γενέσεως αἴτια διὰ ταῦτα γέγονεν.59
365οὐκοῦν ἀστέρων κινήσεις καὶ οὐρανὸς καὶ ὧραι καὶ ὄμβροι καὶ πάντα τὰ τοιαῦτα διὰ ταῦτα γέγονεν, ἵνα τῶν τροφῶν, ὡς ἐν κύκλῳ, διηνεκῶς χορηγουμένων, ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμείνῃ φύσις· ὡς εὑρίσκεσθαι ταῦτα μὲν διὰ τοὺς καρποὺς, τοὺς δὲ καρποὺς διὰ τὰ ζῷα
370καὶ τὸν ἄνθρωπον. λοιπόν ἐστιν ἐπιδιασκέψασθαι πότερον καὶ ἡ τῶν ἀλόγων φύσις δι’ ἑαυτὴν γέγονεν ἢ διὰ τὸν ἄν‐ θρωπον. ἀλλ’ ἴσως ἄτοπον τὰ φρονήσεως ἄμοιρα καὶ καθ’ ὁρμὴν φυσικὴν μόνην ζῶντα καὶ πρὸς γῆν κάτω κεκυ‐ φότα, καὶ τὴν δουλείαν διὰ τοῦ σχήματος ἐνδεικνύμενα
375λέγειν δι’ ἑαυτὰ παρῆχθαι. πολλῶν δὲ ὄντων τῶν ἐνδεχο‐ μένων εἰς τοῦτο ῥηθῆναι, καὶ σχεδὸν ἰδίας συγγραφῆς διὰ τὸ πλῆθος δεομένων, μὴ χωρούσης τῆς προκειμένης ὑποθέ‐ σεως τὸ μῆκος τῶν λόγων, ἐπὶ τὰ σύντομα μέν, καίρια δὲ καταντῆσαι προσήκει. εἰ τοίνυν ὡς ἐν εἰκόνι τῷ ἀνθρώπῳ
380καὶ τὰ τῶν ἔξωθεν ἐσοπτρισθείημεν, ἐξ αὐτῆς ἂν εἴημεν τῆς τῶν ζητουμένων οὐσίας τὰς ἀποδείξεις ποιούμενοι. ὁρῶμεν οὖν ἐν τῇ καθ’ ἡμᾶς ψυχῇ τὴν ἀλογίαν καὶ τὰ ταύτης μέρη, λέγω δὲ τὴν ὄρεξιν καὶ τὸν θυμόν, πρὸς ὑπηρεσίαν δεδομένα τῷ λογικῷ, καὶ τὸ μὲν ἄρχον τὰ δὲ ἀρχόμενα, καὶ τὸ60
385μὲν κελεῦον τὰ δὲ κελευόμενα καὶ ὑπηρετούμενα ταῖς χρείαις αἷς ἂν ὁ λόγος ὑποβάλῃ, ὅταν σῴζῃ τὸ κατὰ φύσιν ὁ ἄνθρωπος. εἰ δὲ τῶν ἐν ἡμῖν ἀλόγων τὸ ἐν ἡμῖν ἄρχει λογικόν, πῶς οὐκ εἰκὸς καὶ τῶν ἔξωθεν ἀλόγων αὐτὸ κρατεῖν καὶ πρὸς τὰς χρείας αὐτῷ δεδόσθαι; ὑπηρετεῖσθαι γὰρ φύ‐
390σει τέτακται τὸ ἄλογον τῷ λογικῷ, ὡς ἐν τοῖς καθ’ ἡμᾶς ἐδείχθη. δηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν πολλῶν ζῴων κατασκευή, πρὸς ὑπηρεσίαν τῷ ἀνθρώπῳ ἐπιτήδειος γενομένη, βόες μὲν καὶ πάντα τὰ νωτοφόρα πρὸς γεωργίαν καὶ ἀχθοφορίαν, τὰ πολλὰ δὲ τῶν πτηνῶν καὶ τῶν ἐνύδρων καὶ τῶν χερσαίων
395πρὸς ἀπόλαυσιν, τὰ δὲ μιμηλὰ πρὸς τέρψιν καὶ ἄνεσιν. εἰ δὲ μὴ πάντα ταῖς τοιαύταις χρείαις ὑπηρετεῖται, ἀλλ’
ἔνια καὶ λυμαίνεται τὸν ἄνθρωπον· ἰστέον ὡς προηγου‐ μένως τῶν δι’ ὑπηρεσίαν γενομένων καὶ τἆλλα πάντα τὰ ἐνδεχόμενα κατεσκεύασται ἵνα μηδὲν ἐλλείπῃ τῇ κτίσει61

1

(400)

τῶν ἐνδεχομένων γενέσθαι. οὐδὲ ταῦτα δὲ παντάπασιν ἐκπέ‐ φευγε τὴν τῶν ἀνθρώπων ὄνησιν, ἀλλὰ καὶ τὰ δηλητηριώδη πρὸς οἰκείαν ὠφέλειαν ὁ λόγος καρποῦται. κατακέχρηται γὰρ αὐτοῖς πρὸς θεραπείαν τῆς ἐξ αὐτῶν ἐκείνων βλάβης καὶ τῆς τῶν ἄλλων ἀρρωστημάτων ἰάσεως. τοιαῦταί τινές εἰσιν
405αἱ θηριακαὶ καλούμεναι κατασκευαὶ ἃς ὁ λόγος ἐπενόησεν ἵνα καὶ τούτων κρατῇ δι’ αὐτῶν, καὶ ὡς παρὰ τῶν πολεμίων κρα‐ τηθέντων ὠφελοῖτο, ἔχει δὲ μυρίας ὁ ἄνθρωπος ἀντιπαθεῖς τούτων δυνάμεις δεδομένας παρὰ τοῦ δημιουργοῦ εἴργειν
καὶ ἀμύνεσθαι καὶ διορθοῦσθαι τὰς ἐπιβουλὰς αὐτῶν δυναμέ‐62
410νας. ἄλλα μὲν γὰρ ἄλλαις ἁρμόζει χρείαις· κοινῇ δὲ πάντα πρὸς θεραπείαν ἀνθρώπου συντελεῖν πέφυκεν, καὶ τὰ μὴ ταῖς ἄλλαις χρείαις χρήσιμα. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν νῦν κατάστασιν τοῦ καθ’ ἡμᾶς βίου λεγέσθω· ἐπεὶ τό γε ἀρ‐ χαῖον οὐδὲν τῶν ἄλλων ζῴων ἐτόλμα καταβλάπτειν τὸν ἄν‐
415θρωπον· ἀλλ’ ἦν αὐτῷ πάντα δοῦλα καὶ ὑποτεταγμένα καὶ πειθήνια ἕως ἐκράτει τῶν οἰκείων παθῶν καὶ τῆς ἀλογίας τῆς ἐν αὐτῷ· μὴ κρατῶν δὲ τῶν ἰδίων παθῶν ἀλλὰ κρα‐ τούμενος ὑπ’ αὐτῶν, ἐκρατήθη καὶ παρὰ τῶν ἔξωθεν εὐλόγως θηρίων. συνεισῆλθε γὰρ τῇ ἁμαρτίᾳ καὶ ἡ παρὰ τούτων
420βλάβη. ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐκ τῶν τὸν ἄριστον μετελθόντων βίον. κρείττους γὰρ ἀδηρίτως ὤφθησαν οὗτοι τῆς τῶν θηρίων ἐπιβουλῆς, ὡς λεόντων μὲν ὁ Δανιήλ, Παῦ‐ λος δὲ τοῦ δήγματος τῆς ἐχίδνης. τίς 〈ἂν〉 οὖν ἀξίως θαυμάσειεν τὴν εὐγένειαν τούτου τοῦ ζῴου, τοῦ συνδέοντος ἐν ἑαυτῷ
425τὰ θνητὰ τοῖς ἀθανάτοις καὶ τὰ λογικὰ τοῖς ἀλόγοις συνάπτοντος, τοῦ φέροντος ἐν τῇ καθ’ ἑαυτὸν φύσει τῆς πάσης κτίσεως τὴν εἰκόνα δι’ ἃ καὶ μικρὸς κόσμος εἴρηται, τοῦ τοσαύτης ἠξιωμένου παρὰ τοῦ θεοῦ προνοίας δι’ ὃν πάν‐ τα καὶ τὰ νῦν καὶ τὰ μέλλοντα δι’ ὃν καὶ θεὸς ἄνθρωπος63
430γέγονεν, τοῦ λήγοντος εἰς ἀφθαρσίαν καὶ τὸ θνητὸν διαφεύ‐ γοντος· οὐρανῶν βασιλεύει κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονώς, Χριστῷ συνδιάγει, θεοῦ τέκνον ἐστί, πάσης ἀρχῆς καὶ ἐξουσίας προκάθηται; τίς δ’ ἂν ἐξειπεῖν δύναιτο τὰ τούτου τοῦ ζῴου πλεονεκτήματα; πελάγη διαβαίνει,
435οὐρανὸν ἐμβατεύει τῇ θεωρίᾳ, ἀστέρων κίνησιν καὶ διαστή‐
ματα καὶ μέτρα κατανοεῖ, γῆν καρποῦται καὶ θάλασσαν, θηρίων καὶ κητῶν καταφρονεῖ, πᾶσαν ἐπιστήμην καὶ τέχνην καὶ μέθοδον κατορθοῖ, ὑπερόριον διὰ τῶν γραμμάτων οἷς βούλεται προσομιλεῖ μηδὲν ὑπὸ τοῦ σώματος ἐμποδιζό‐64
440μενον, προφητεύει τὰ μέλλοντα. πάντων ἄρχει, πάντων κρατεῖ, πάντων ἀπολαύει, ἀγγέλοις καὶ Θεῷ διαλέγεται, τῇ κτίσει κελεύει, δαίμοσιν ἐπιτάττει, τὴν τῶν ὄντων φύσιν ἐρευνᾷ, Θεὸν περιεργάζεται, οἶκος καὶ ναὸς γίνεται Θεοῦ· καὶ ταῦτα πάντα τῶν ἀρετῶν ὠνεῖται καὶ τῆς εὐσεβείας.
445ἀλλ’ ἵνα μὴ δόξωμέν τισιν ἀπειροκάλως ἀνθρώπου γράφειν
ἐγκώμιον καὶ μὴ μόνον τὴν φύσιν ἐκτίθεσθαι καθὰ προε‐ θέμεθα, αὐτοῦ που καταπαύσωμεν τὸν λόγον, εἰ καὶ τὰ μά‐ λιστα τὰ τῆς φύσεως πλεονεκτήματα λέγοντες τὴν φύσιν αὐτὴν διηγούμεθα. εἰδότες οὖν ὅσης εὐγενείας μετειλήφα‐65

1

(450)

μεν καὶ ὅτι φυτόν ἐσμεν οὐράνιον, μὴ καταισχύνωμεν τὴν φύσιν μηδὲ τῶν τοσούτων δωρεῶν ἀποφανθῶμεν ἀνάξιοι μηδὲ ἑαυτοὺς τοσαύτης ἐξουσίας καὶ δόξης καὶ μακαριότητος ἀποστερήσωμεν ὀλίγου καιροῦ καὶ βραχείας ἡδονῆς πάντων τῶν αἰωνίων καταπροδόντες τὴν ἀπόλαυσιν· ἀλλὰ διὰ τῶν
455καλῶν ἔργων καὶ τῆς ἀποχῆς τῶν φαύλων καὶ τοῦ ὀρθοῦ σκοποῦ ᾧ μάλιστα τὸ Θεῖον συνεργεῖν εἴωθεν καὶ διὰ τῶν εὐχῶν τὴν εὐγένειαν διασώσωμεν. περὶ μὲν οὖν τού‐ των ἱκανὰ καὶ ταῦτα. ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυ‐ χῆς εἶναι καὶ σώματος ὁ κοινὸς ὑποβάλλει λόγος, φέρε
460διελόντες πρότερον περὶ ψυχῆς διαλάβωμεν, τὰ λίαν λεπτὰ καὶ περισκελῆ καὶ τοῖς πολλοῖς δυσκατανόητα τῶν ζητου‐
μένων παραλιπόντες.66

2

(1t)

περὶ ψυχῆς
2Διαφωνεῖται σχεδὸν ἅπασι τοῖς παλαιοῖς ὁ περὶ τῆς ψυχῆς λόγος. Δημόκριτος μὲν γὰρ καὶ Ἐπίκουρος καὶ πᾶν τὸ τῶν Στωϊκῶν φιλοσόφων σύστημα σῶμα τὴν ψυχὴν
5ἀποφαίνονται. καὶ αὐτοὶ δὲ οὗτοι, οἱ σῶμα τὴν ψυχὴν ἀπο‐ φαινόμενοι, διαφέρονται περὶ τῆς οὐσίας αὐτῆς. οἱ μὲν γὰρ Στωϊκοὶ πνεῦμα λέγουσιν αὐτὴν ἔνθερμον καὶ διάπυρον, Κρι‐ τίας δὲ αἷμα, Ἵππων δὲ ὁ φιλόσοφος ὕδωρ, Δημόκριτος δὲ πῦρ. τὰ γὰρ σφαιροειδῆ σχήματα τῶν ἀτόμων συγ‐
10κρινόμενα, πῦρ τε καὶ ἀέρα, ψυχὴν ἀποτελεῖν. Ἡράκλειτος δὲ τὴν μὲν τοῦ παντὸς ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ὑγρῶν, τὴν δὲ ἐν τοῖς ζῴοις ἀπό τε τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἐναθυμιάσεως ὁμογενῆ πεφυκέναι. πάλιν δὲ καὶ τῶν λε‐ γόντων ἀσώματον εἶναι τὴν ψυχὴν ἄπειρος γέγονεν ἡ δια‐67
15φωνία, τῶν μὲν οὐσίαν αὐτὴν καὶ ἀθάνατον λεγόντων, τῶν δὲ ἀσώματον μὲν οὐ μὴν οὐσίαν οὐδὲ ἀθάνατον. Θαλῆς μὲν γὰρ πρῶτος τὴν ψυχὴν ἔφησεν ἀεικίνητον καὶ αὐτοκί‐ νητον· Πυθαγόρας δὲ ἀριθμὸν ἑαυτὸν κινοῦντα. Πλάτων δὲ οὐσίαν νοητὴν ἐξ ἑαυτῆς κινητὴν κατὰ ἀριθμὸν ἐναρμόνιον·
20Ἀριστοτέλης δὲ ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀρ‐
γανικοῦ, δυνάμει ζωὴν ἔχοντος. Δείναρχος δὲ ἁρμονίαν τῶν τεσσάρων στοιχείων, ἀντὶ τοῦ κρᾶσιν καὶ συμφωνίαν τῶν στοιχείων. οὐ γὰρ τὴν ἐκ τῶν φθόγγων συνισταμένην, ἀλλὰ τὴν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν68
25ἐναρμόνιον κρᾶσιν καὶ συμφωνίαν βούλεται λέγειν. δῆλον δὲ ὅτι καὶ τούτων οἱ μὲν ἄλλοι τὴν ψυχὴν οὐσίαν εἶναι λέγουσιν· Ἀριστοτέλης δὲ καὶ Δείναρχος ἀνούσιον. ἔτι δὲ πρὸς τού‐ τοις οἱ μὲν μίαν εἶναι καὶ τὴν αὐτὴν τῶν πάντων ψυχὴν νενομίκασιν, κατακερματιζομένην εἰς τὰ καθ’ ἕκαστα, καὶ
30πάλιν εἰς ἑαυτὴν συνιοῦσαν, ὡς οἱ Μανιχαῖοι καὶ ἄλλοι τινές· οἱ δὲ πολλὰς καὶ διαφόρους κατ’ εἶδος· οἱ δὲ καὶ μίαν καὶ πολλάς. πᾶσα τοίνυν ἀνάγκη μηκῦναι τὸν λόγον τοσαύ‐ ταις δόξαις ἀντιλέγοντα. κοινῇ μὲν οὖν πρὸς πάντας τοὺς
λέγοντας σῶμα τὴν ψυχὴν ἀρκέσει τὰ παρ’ Ἁμμωνίου69
35τοῦ διδασκάλου Πλωτίνου καὶ Νουμηνίου τοῦ Πυθαγορικοῦ εἰρημένα. ἔστι δὲ ταῦτα. τὰ σώματα, τῇ οἰκείᾳ φύσει τρεπτὰ ὄντα καὶ σκεδαστὰ καὶ διόλου εἰς ἄπειρον τμητά, μηδενὸς ἐν αὐτοῖς ἀμεταβλήτου ὑπολειπομένου, δεῖται τοῦ συντι‐ θέντος καὶ συνάγοντος καὶ ὥσπερ συσφίγγοντος καὶ συγκρα‐
40τοῦντος αὐτά, ὅπερ ψυχὴν λέγομεν. εἰ τοίνυν σῶμά ἐστιν ἡ ψυχὴ οἱονδήποτε εἰ καὶ λεπτομερέστατον, τί πάλιν ἐστὶ τὸ συνέχον ἐκείνην; ἐδείχθη γὰρ πᾶν σῶμα δεῖσθαι τοῦ συνέ‐ χοντος, καὶ οὕτως εἰς ἄπειρον, ἕως ἂν καταντήσωμεν εἰς ἀσώματον. εἰ δὲ λέγοιεν καθάπερ οἱ Στωϊκοὶ τονικήν τινα
45εἶναι κίνησιν περὶ τὰ σώματα εἰς τὸ εἴσω ἅμα καὶ εἰς τὸ ἔξω κινουμένην, καὶ τὴν μὲν εἰς τὸ ἔξω μεγεθῶν καὶ ποιοτήτων ἀποτελεστικὴν εἶναι, τὴν δὲ εἰς τὸ εἴσω ἑνώσεως καὶ οὐσίας, ἐρωτητέον αὐτοὺς ἐπειδὴ πᾶσα κίνησις ἀπό τινός ἐστι δυ‐ νάμεως τίς ἡ δύναμις αὕτη καὶ ἐν τίνι οὐσίωται; εἰ μὲν οὖν70

2

(50)

καὶ ἡ δύναμις ὕλη τίς ἐστιν, τοῖς αὐτοῖς πάλιν χρη‐ σόμεθα λόγοις· εἰ δὲ οὐχ ὕλη ἀλλ’ ἔνυλον (ἕτερον δέ ἐστιν τὸ ἔνυλον παρὰ τὴν ὕλην, τὸ γὰρ μετέχον ὕλης ἔνυλον λέγεται) τί ποτε ἄρα ἐστὶ τὸ μετέχον τῆς ὕλης, πότερον ὕλη καὶ αὐτὸ ἢ ἄϋλον; εἰ μὲν οὖν ὕλη, πῶς ἔνυλον καὶ
55οὐχ ὕλη; εἰ δὲ οὐχ ὕλη, ἄϋλον ἄρα· εἰ δὲ ἄϋλον, οὐ σῶμα, πᾶν γὰρ σῶμα ἔνυλον. εἰ δὲ λέγοιεν ὅτι τὰ σώ‐ ματα τριχῇ διαστατά ἐστι, καὶ ἡ ψυχὴ δὲ δι’ ὅλου διή‐ κουσα τοῦ σώματος τριχῇ διαστατή ἐστι καὶ διὰ τοῦτο πάντως καὶ σῶμα, ἐροῦμεν ὅτι πᾶν μὲν σῶμα τριχῇ δια‐
60στατόν, οὐ πᾶν δὲ τὸ τριχῇ διαστατὸν σῶμα· καὶ γὰρ ὁ
τόπος καὶ τὸ ποιόν, ἀσώματα ὄντα καθ’ ἑαυτά, κατὰ συμ‐ βεβηκὸς ἐν ὄγκῳ ποσοῦται. οὕτως οὖν καὶ τῇ ψυχῇ καθ’ ἑαυτὴν μὲν πρόσεστι τὸ ἀδιάστατον, κατὰ συμβεβηκὸς δὲ τῷ ἐν ᾧ ἐστι τριχῇ διαστατῷ ὄντι συνθεωρεῖται καὶ71
65αὐτὴ τριχῇ διαστατή.
ἔτι πᾶν σῶμα ἤτοι ἔξωθεν κινεῖται ἢ ἔνδοθεν· ἀλλ’ εἰ μὲν ἔξωθεν, ἄψυχον ἔσται· εἰ δὲ ἔν‐ δοθεν, ἔμψυχον. εἰ δὲ σῶμα ἡ ψυχή, εἰ μὲν ἔξωθεν κινοῖτο, ἄψυχός ἐστιν· εἰ δὲ ἔνδοθεν, ἔμψυχος· ἄτοπον δὲ καὶ
70τὸ ἄψυχον καὶ τὸ ἔμψυχον λέγειν τὴν ψυχήν· οὐκ ἄρα σῶμα ἡ ψυχή.
ἔτι ἡ ψυχὴ εἰ μὲν τρέφεται ὑπὸ ἀσω‐ μάτου τρέφεται, τὰ γὰρ μαθήματα τρέφει αὐτήν· οὐδὲν δὲ σῶμα ὑπὸ ἀσωμάτου τρέφεται· οὐκ ἄρα σῶμα ἡ ψυχή.
75(Ξενοκράτης οὕτω συνῆγεν· εἰ δὲ μὴ τρέφεται, πᾶν δὲ σῶμα ζῴου τρέφεται, οὐ σῶμα ἡ ψυχή.)
καὶ ταῦτα μὲν κοινῇ πρὸς πάντας τοὺς λέγοντας σῶμα εἶναι τὴν ψυχήν. ἰδίᾳ δὲ
πρὸς τοὺς δοξάζοντας αἷμα ἢ πνεῦμα εἶναι τὴν ψυχὴν72
80ἐπειδὴ τοῦ πνεύματος ἢ τοῦ αἵματος χωριζομένου νεκροῦται τὸ ζῷον, οὐκ ἐκεῖνο ῥητέον ὅπερ τινὲς τῶν οἰομένων εἶναί τι γεγράφασι λέγοντες· οὐκοῦν ὅταν μέρος ἀπορρυῇ τοῦ αἵματος μέρος ἀπερρύη τῆς ψυχῆς· κουφολογία γὰρ τὸ τοιοῦτον· ἐπὶ γὰρ τῶν ὁμοιομερῶν καὶ τὸ ὑπολειπόμενον μέρος
85ταὐτόν ἐστιν τῷ παντί· ὕδωρ γοῦν καὶ τὸ πολὺ καὶ τὸ βραχὺ ταὐτόν, ὁμοίως καὶ ἄργυρος καὶ χρυσὸς καὶ πάντα ὧν τὰ μέρη οὐ διαλλάττει ἀλλήλων κατὰ τὴν οὐσίαν· οὕτως οὖν καὶ τὸ ὑπολειπόμενον αἷμα, ὅσον ἂν ᾖ, ψυχή ἐστιν, εἴπερ ψυχὴ τὸ αἷμα. ἐκεῖνο οὖν μᾶλλον λεκτέον ὅτι εἰ
90τοῦτό ἐστι ψυχὴ οὗ ἐξαιρουμένου θνήσκει τὸ ζῷον, πάν‐
τως καὶ τὸ φλέγμα ψυχή ἐστι καὶ αἱ χολαὶ ἀμφότεραι. ὁποῖον γὰρ ἂν τούτων ἐκλείπῃ, τέλος ἐπάγει τῇ ζωῇ. ἔτι δὲ καὶ τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος καὶ ἡ καρδία καὶ ὁ στόμαχος καὶ οἱ νεφροὶ καὶ τὰ ἔντερα καὶ ἄλλα πολλά. τίνος γὰρ73
95τούτων ἐξαιρεθέντος οὐ τεθνήξεται τὸ ζῷον; ἄλλως τε πολ‐ λά ἐστιν ἄναιμα μὲν ἔμψυχα δέ, ὡς τὰ σελάχη καὶ μαλάκια,
οἷον σηπίαι καὶ τευθίδες καὶ σμύλοι καὶ πάντα τὰ ὀστρα‐ κόδερμα καὶ ἁπαλόστρακα, ὡς οἱ κάραβοι καὶ καρκίνοι καὶ ἀστακοί. εἰ τοίνυν ἐστὶν ἔμψυχα μὲν ἄναιμα δέ, δῆλον74

2

(100)

ὡς οὐκ ἔστιν αἷμα ἡ ψυχή. πρὸς δὲ τοὺς λέγοντας ὕδωρ εἶναι τὴν ψυχὴν ὅτι τὸ ὕδωρ ζωογονοῦν φαίνεται πάντα, καὶ χωρὶς ὕδατος βιοτεύειν ἀδύνατον, πολλὰ τὰ ἀντιπί‐ πτοντα. οὐδὲ γὰρ χωρὶς τροφῆς ζῆν οἷόν τε· ψυχὴν ἄρα
καὶ τὰς τροφὰς πάσας καθ’ ἑκάστην ῥητέον κατ’ αὐτούς.75
105ἔπειτα πολλὰ τῶν ζῴων ἐστὶ μὴ πίνοντα, ὡς ἐπί τινων ἀετῶν ἱστόρηται. καὶ πέρδιξ δὲ δύναται ζῆν χωρὶς τοῦ πίνειν. διατί δὲ μᾶλλον τὸ ὕδωρ ψυχή, καὶ μὴ ὁ ἀήρ; ὕδατος μὲν γὰρ καὶ ἐπιπολὺ δυνατὸν ἀποσχέσθαι· τοῦ δὲ ἀναπνεῖν τὸν ἀέρα οὐδὲ τὸ βραχύτατον· ἀλλ’ οὐδὲ ὁ ἀὴρ ψυχή. πολλὰ
110γάρ ἐστι ζῶντα μὲν μὴ ἀναπνέοντα δὲ τὸν ἀέρα, ὡς τὰ ἔντομα πάντα, οἷον μέλιτται καὶ σφῆκες καὶ μύρμηκες, καὶ τὰ ἄναιμα, καὶ τῶν θαλασσίων τὰ πολλά, καὶ πάντα ὅσα οὐκ ἔχει πνεύμονα. οὐδὲν γὰρ μὴ ἔχον πνεύμονα ἀναπνεῖ τὸν ἀέρα· καὶ ἀντιστρέφει, οὐδὲν μὴ ἀναπνέον τὸν ἀέρα
115πνεύμονα ἔχει. ἐπειδὴ δὲ καὶ Κλεάνθους τοῦ Στωϊκοῦ καὶ Χρυσίππου φέρονται λόγοι τινὲς οὐκ εὐκαταφρόνητοι, ἐκ‐ θετέον καὶ τούτων τὰς λύσεις ὡς ἐπέλυσαν οἱ ἀπὸ Πλά‐ τωνος. ὁ Κλεάνθης τοιόνδε πλέκει συλλογισμόν. οὐ μόνον,
φησὶν, ὅμοιοι τοῖς γονεῦσιν γινόμεθα κατὰ τὸ σῶμα, ἀλλὰ76
120καὶ κατὰ τὴν ψυχήν, τοῖς πάθεσι, τοῖς ἤθεσι, ταῖς δια‐ θέσεσι· σώματος δὲ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον οὐχὶ δὲ ἀσωμάτου· σῶμα ἄρα ἡ ψυχή. ἀλλὰ πρῶτον μὲν ἐκ τῶν ἐπὶ μέρους τὰ καθόλου οὐ συγκατασκευάζεται. πρὸς τούτῳ δὲ καὶ τὸ οὐχὶ δὲ ἀσωμάτου ψεῦδός ἐστιν. λέγομεν γὰρ ἀρι‐
125θμοὺς ὁμοίους εἶναι ὧν αἱ πλευραὶ ἀνάλογοί εἰσιν, ὡς τὸν ἓξ καὶ τὸν εἰκοσιτέσσαρα. πλευρὰ γὰρ τοῦ ἓξ ὁ δύο καὶ ὁ τρία· τοῦ δὲ εἰκοσιτέσσαρα ὁ τέσσαρα καὶ ὁ ἕξ. ἀναλογίαν δὲ ἔχει τὰ μὲν δύο πρὸς τὰ τέσσαρα, τὰ δὲ τρία πρὸς τὰ
ἕξ. ἐν διπλασίονι γὰρ λόγῳ θεωρεῖται. τὰ γὰρ τέσσαρα τῶν77
130δύο διπλασίονα καὶ τὰ ἓξ τῶν τριῶν· ἀσώματοι δὲ οἱ ἀριθμοί. καὶ σχήματα δὲ σχήμασιν ὅμοιά ἐστιν ὅσα τάς τε γωνίας ἴσας ἔχει καὶ τὰς περὶ τὰς ἴσας γωνίας πλευρὰς ἀνάλο‐ γον· τὸ δὲ σχῆμα καὶ αὐτοὶ ἀσώματον ὁμολογοῦσιν εἶναι. ἔτι ὡς τοῦ ποσοῦ ἴδιόν ἐστι τὸ ἴσον καὶ ἄνισον, οὕτω καὶ
135τοῦ ποιοῦ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον· ἀσώματον δὲ ἡ ποιότης. ἔστιν ἄρα καὶ ἀσώματον ἀσωμάτῳ ὅμοιον. ἔτι φησίν· οὐδὲν ἀσώματον συμπάσχει σώματι, οὐδὲ ἀσωμάτῳ σῶμα·
συμπάσχει δὲ ἡ ψυχὴ τῷ σώματι νοσοῦντι καὶ τεμνομένῳ καὶ τὸ σῶμα τῇ ψυχῇ· αἰσχυνομένης γοῦν78
140ἐρυθρὸν γίνεται καὶ φοβουμένης ὠχρόν· σῶμα ἄρα ἡ ψυχή. ἔστι δὲ τὸ ἕτερον τῶν λημμάτων ψεῦδος, κατὰ πρόσληψιν ἐγκείμενον, τὸ λέγον οὐδὲν ἀσώματον σώματι συμπάσχει. τί γάρ, εἰ μόνῃ τῇ ψυχῇ τοῦτο πρόσεστιν; ὥσπερ τις εἰ λέγοι οὐδὲν ζῷον τὴν ἄνω γένυν κινεῖ· ὁ δὲ κροκόδειλος τὴν ἄνω
145γένυν κινεῖ· οὐ ζῷον ἄρα ὁ κροκόδειλος. ψευδὴς γάρ ἐστιν
ἡ πρότασις καὶ ἐνταῦθα κατὰ πρόσληψιν ἡ λέγουσα οὐδὲν ζῷον τὴν ἄνω γένυν κινεῖ. ἰδοὺ γὰρ ὁ κροκόδειλος καὶ ζῷον καὶ τὴν ἄνω γένυν κινεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅταν λέγῃ μηδὲν ἀσώματον σώματι συμπάσχειν. προσλαμ‐79

2

(150)

βάνει γὰρ τὸ ζητούμενον τῇ ἀποφάσει. εἰ δέ τις ὑπόθοιτο ἀληθὲς εἶναι τὸ μηδὲν ἀσώματον σώματι συμπάσχειν· ἀλλὰ τὸ ἐπαγόμενον οὐκ ἔστιν ὁμολογούμενον, ὅτι συμπάσχει ἡ ψυχὴ νοσοῦντι καὶ τεμνομένῳ τῷ σώματι. ἀμφιβάλλεται γὰρ εἴτε τὸ σῶμα μόνον ἐστὶ τὸ ἀλγοῦν, λαβὸν παρὰ τῆς
155ψυχῆς τὴν αἴσθησιν, αὐτὴ δὲ μένει ἀπαθής, εἴτε καὶ συναλ‐
γεῖ τῷ σώματι· καὶ κρατεῖ μᾶλλον παρὰ τοῖς ἐνδοξοτέροις τὸ πρότερον· οὐ δεῖ δὲ ἐκ τῶν ἀμφιβαλλομένων συνάγειν τοὺς συλλογισμοὺς ἀλλ’ ἐκ τῶν ὁμολογουμένων. ἐκ πε‐ ριουσίας δὲ δείκνυται καί τινα ἀσώματα συμπάσχοντα τοῖς80
160σώμασιν· αἱ ποιότητες γοῦν ἀσώματοι οὖσαι πασχόντων τῶν σωμάτων καὶ αὐταὶ συμπάσχουσιν, ἔν τε τῇ φθορᾷ καὶ τῇ γενέσει συναλλοιούμεναι τῷ σώματι.
Χρύσιππος δέ φησιν· ὁ θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώμα‐
165τος· οὐδὲν δὲ ἀσώματον ἀπὸ σώματος χωρίζεται· οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον· ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος· οὐκ ἄρα ἀσώματος ἡ ψυχή. τούτων
τὸ μὲν τὸν θάνατον χωρισμὸν εἶναι ψυχῆς ἀπὸ σώματος ἀληθές ἐστιν· τὸ δὲ μὴ ἐφάπτεσθαι ἀσώματον σώματος81
170ψεῦδος μέν ἐστι καθόλου λεγόμενον, ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές· ψεῦδος μὲν ἐπειδὴ καὶ ἡ γραμμὴ ἀσώματος οὖσα ἐφάπτεται σώματος καὶ χωρίζεται, ὁμοίως καὶ ἡ λευκότης, ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές. οὐ γὰρ ἐφάπτεται τοῦ σώμα‐ τος ἡ ψυχή· εἰ γὰρ ἐφάπτεται, δηλονότι παράκειται αὐτῷ·
175εἰ δὲ τοῦτο, οὐχ ὅλῳ παράκειται· ἀδύνατον γὰρ σῶμα σώ‐ ματι ὅλον ὅλῳ παρακεῖσθαι· καὶ οὕτως οὐκ ἔσται ὅλον ἔμ‐ ψυχον τὸ ζῷον. ὥστε εἰ μὲν ἐφάπτεται, σῶμα μὲν ἔσται ἡ ψυχή, ὅλον δὲ οὐκ ἔσται ἔμψυχον τὸ ζῷον· εἰ δὲ ὅλον ἐστὶν ἔμψυχον, οὔτε ἐφάπτεται οὔτε σῶμά ἐστιν ἡ ψυχή·
180τὸ δὲ ζῷον ὅλον ἔμψυχόν ἐστιν· οὔτε ἄρα ἐφάπτεται οὔτε σῶμά ἐστιν, καὶ χωρίζεται ἀσώματος οὖσα.
ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ σῶμα δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ
οὐδὲ ἀνούσιος ἑξῆς ῥητέον. ἐπεὶ δὲ καὶ Δείναρχος ἁρμο‐82
185νίαν ὡρίσατο τὴν ψυχὴν καὶ Σιμμίας ἀντιλέγων τῷ Σω‐ κράτει τὴν ψυχὴν ἁρμονίαν ἔφασκεν εἶναι λέγων ἐοικέναι τὴν μὲν ψυχὴν ἁρμονίᾳ τὸ δὲ σῶμα λύρᾳ, ἐκθετέον τὰς λύσεις τούτου τὰς ἐν τῷ Φαίδωνι [Πλάτωνος] κειμένας.
μία
190μὲν οὖν ἐστιν ἡ ἐκ τῶν προαποδεδειγμένων αὐτῷ. προαπο‐ δέδεικται γὰρ ὅτι αἱ μαθήσεις ἀναμνήσεις εἰσίν. τοῦτο οὖν λαβὼν ὡς ὁμολογούμενον κατασκευάζει τὸν λόγον οὕτως. εἰ αἱ μαθήσεις ἀναμνήσεις εἰσὶν ἦν ἡμῶν ἡ ψυχὴ πρὶν ἐν τῷ ἀνθρωπείῳ εἴδει γενέσθαι· εἰ δὲ ἁρμονία ἐστὶ πρότε‐
195ρον μὲν οὐκ ἦν ὕστερον δὲ ἐγένετο ἁρμοσθέντος τοῦ σώ‐ ματος. πᾶσα γὰρ σύνθεσις οὐκ ἄλλως ἔχει ἢ ὡς ἔχει ἐκεῖνα τὰ
ἐξ ὧν σύγκειται. κοινωνία γάρ τίς ἐστι τῶν συντιθεμένων ἡ σύνθεσις ἁρμονία οὖσα· καὶ οὐ κωλύει τὸ μὴ ἡγεῖσθαι αὐτὴν ἐκείνων ἀφ’ ὧν συνετέθη, ἀλλ’ ἕπεσθαι αὐτοῖς·83

2

(200)

μάχεται τοίνυν τὸ ἁρμονίαν εἶναι τὴν ψυχὴν τῷ τὰς μα‐ θήσεις ἀναμνήσεις εἶναι· τὸ δὲ τῶν ἀναμνήσεων ἀληθές ἐστι· ψεῦδος ἄρα τὸ τὴν ψυχὴν ἁρμονίαν εἶναι. ἔτι ἡ μὲν ψυχὴ
καὶ ἐναντιοῦται τῷ σώματι καὶ τὸν ἀρχικὸν ἐπέχει λόγον, ἅτε ἄρχουσα αὐτοῦ· ἡ δὲ ἁρμονία οὔτε ἡγεῖται οὔτε ἐναν‐84
205τιοῦται· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία.
ἔτι ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττόν ἐστιν ἁρμονία τῷ χαλᾶσθαι καὶ ἐπι‐ τείνεσθαι (οὐ τῷ λόγῳ δὲ τῆς ἁρμονίας· ἀδύνατον γάρ ἐστι λόγον τὸ μᾶλλον καὶ ἧττον ἔχειν· ἀλλ’ ἐν τῇ ἁρμογῇ· ἐὰν
210γὰρ κεκραμένος ὀξὺς φθόγγος καὶ βαρὺς ἔπειτα ἀνεθῶσι,
τὸν λόγον μὲν τὸν αὐτὸν σῴζουσιν ἐν τοῖς μεγέθεσι τῶν φθόγγων, παραλλαγὴν δὲ λαμβάνει ἡ ἁρμονία κατὰ τὴν ἁρμογὴν μᾶλλον καὶ ἧττον ἐπιτεινομένη)· ψυχὴ δὲ ψυχῆς οὐκ ἔστι μᾶλλον καὶ ἧττον· οὐκ ἄρα ἁρμονία ἐστὶν ἡ ψυχή.85
215 ἔτι ἡ ψυχὴ ἀρετὴν καὶ κακίαν ἐπιδέχεται· ἡ δὲ ἁρμονία ἁρμο‐ νίαν καὶ ἀναρμοστίαν οὐκ ἐπιδέχεται· οὐκ ἄρα ἁρμονία ἡ ψυχή. ἔτι ἡ ψυχὴ τῷ ἐπιδέχεσθαι τὰ ἐναντία παρὰ μέ‐ ρος οὐσία ἐστὶ καὶ ὑποκείμενον· ἡ δὲ ἁρμονία ποιότης καὶ ἐν ὑποκειμένῳ· ἡ δὲ οὐσία ποιότητος ἕτερον· καὶ ἡ ψυχὴ
220ἄρα ἁρμονίας ἕτερον. ἁρμονίας μέντοι μετέχειν τὴν ψυχὴν οὐδὲν ἄτοπον, ἀλλ’ οὐ παρὰ τοῦτο ἁρμονία ἐστίν· οὐδὲ γὰρ διότι ἀρετῆς μετέχει ἀρετή ἐστιν ἡ ψυχή.
Γαληνὸς δὲ
ἀποφαίνεται μὲν οὐδὲν ἀλλὰ καὶ διαμαρτύρεται ἐν τοῖς86
225ἀποδεικτικοῖς λόγοις ὡς οὐδὲν εἴη περὶ ψυχῆς ἀποφηνά‐ μενος· ἔοικεν δὲ ἐξ ὧν λέγει δοκιμάζειν μᾶλλον τὸ κρᾶσιν εἶναι τὴν ψυχήν· ταύτῃ γὰρ ἐπακολουθεῖν τὴν τῶν ἠθῶν διαφοράν· ἐκ τῶν Ἱπποκράτους κατασκευάζων τὸν λόγον. εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ θνητὴν αὐτὴν εἶναι οἴεται· οὐ
230πᾶσαν δέ, ἀλλὰ τὴν ἄλογον μόνην ψυχὴν τοῦ ἀνθρώπου. περὶ δὲ τῆς λογικῆς ἀμφιβάλλει, λέγων οὕτως·
ὅτι δὲ οὐ δύναται τοῦ σώματος ἡ κρᾶσις εἶναι ψυχή, δῆλον ἐντεῦθεν. πᾶν σῶμα ἔμψυχόν τε καὶ ἄψυχον ἐκ τῶν τεσ‐
235σάρων στοιχείων κέκραται. ἡ γὰρ τούτων κρᾶσις τὰ σώματα ἀπεργάζεται. εἰ τοίνυν ἡ τοῦ σώματος κρᾶσίς ἐστιν ἡ ψυχή,
οὐδὲν ἄψυχον ἔσται. καὶ συνάγεται ὁ λόγος οὕτως· εἰ ἡ κρᾶσις τοῦ σώματος ψυχή ἐστιν, πᾶν δὲ σῶμα κρᾶσιν ἔχει, πᾶν σῶμα ψυχὴν ἔχει· εἰ δὲ πᾶν σῶμα ψυχὴν ἔχει,87
240οὐδὲν σῶμά ἐστιν ἄψυχον· οὔτε λίθος ἄρα οὔτε ξύλον οὔτε σίδηρος οὔτε ἄλλο τι ἄψυχον ἔσται. εἰ δὲ μὴ καθ‐ όλου πᾶσαν κρᾶσιν σώματος λέγοι ψυχὴν εἶναι ἀλλὰ τὴν τοιάνδε, ἐρωτητέον ποία κρᾶσίς ἐστιν ἡ ποιοῦσα ζῷον καὶ ψυχῆς λόγον ἐπέχουσα; ὁποίαν γὰρ ἂν εἴποι τὴν κρᾶσιν
245τοιαύτην εὑρήσομεν καὶ ἐν τοῖς ἀψύχοις. ἐννέα γὰρ οὐσῶν κράσεων ὡς αὐτὸς ἐν τῷ περὶ κράσεων ἔδειξεν, ὀκτὼ μὲν τῶν δυσκράτων μιᾶς δὲ τῆς εὐκράτου, κατὰ μὲν τὴν εὔκρα‐ τον λέγει κεκρᾶσθαι τὸν ἄνθρωπον, οὐ πάντα δὲ ἀλλὰ τὸν τῆς μέσης κράσεως, κατὰ δὲ τὰς ἄλλας δυσκρασίας

2

(250)

τὰ ἄλλα ζῷα κατ’ εἶδος μετὰ τῆς ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀνέσεώς· τε καὶ ἐπιτάσεως· εὑρίσκονται δὲ καὶ ἐν τοῖς ἀψύ‐ χοις αἱ ἐννέα κράσεις μετὰ τοῦ μᾶλλον καὶ ἧττον, ὡς αὐ‐ τὸς πάλιν ἐν τοῖς ἁπλοῖς ἀπέδειξεν.
ἔτι εἰ ἡ ψυχὴ κρᾶσίς
255ἐστιν, αἱ δὲ κράσεις ἐναλλάσσονται κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τὰς διαίτας, ἡ ψυχὴ ἐναλλάσσεται· εἰ δὲ ἐναλλάσσεται, οὐ τὴν αὐτὴν ἔχομεν ψυχήν, ἀλλὰ κατὰ τὴν κρᾶσιν ποτὲ μὲν λέοντος ποτὲ δὲ προβάτου, ποτὲ δὲ ἄλλου τινός, ὅπερ ἄτοπον.88
260
ἔτι ἡ κρᾶσις οὐκ ἐναντιοῦ‐ ται ταῖς ἐπιθυμίαις τοῦ σώματος, ἀλλὰ καὶ συνεργεῖ· αὐτὴ γάρ ἐστιν ἡ κινοῦσα· ἡ δὲ ψυχὴ ἐναντιοῦται· οὐκ ἄρα ἡ κρᾶσίς ἐστι ψυχή.
ἔτι εἰ ἡ κρᾶσίς ἐστιν ἡ ψυχή, ἡ δὲ κρᾶσις
265ποιότης, ποιότης δὲ καὶ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς
τοῦ ὑποκειμένου φθορᾶς, καὶ ἡ ψυχὴ ἄρα χωρισθήσεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τοῦτο δὲ οὐκ ἀληθές· οὐκ ἄρα κρᾶσις, οὐδὲ ποιότης ἐστὶν ἡ ψυχή. οὐ γὰρ δήπου τὸ ἕτερον τῶν ἀντικειμένων φυσικῶς προσεῖναι φήσουσι τῷ89
270ζῴῳ ὡς ἐπὶ τοῦ πυρὸς τὸ θερμόν. ἀμετάθετον γὰρ τοῦτο. φαίνεται δὲ μετατιθεμένη ἡ κρᾶσις, μᾶλλον δὲ αὐτοί εἰσιν οἱ διὰ τῆς ἰατρικῆς τέχνης τὰς κράσεις μεταβάλλοντες.
ἔτι παντὸς σώματος αἱ ποιότητες αἰσθηταί εἰσιν· ἡ δὲ ψυχὴ
275οὐκ αἰσθητὴ ἀλλὰ νοητή· οὐκ ἄρα ποιότης σώματός ἐστιν ἡ ψυχή.
ἔτι ἡ τοῦ σώματος καὶ πνεύματος μετὰ παρα‐ θέσεως σαρκῶν καὶ νεύρων καὶ τῶν ἄλλων εὐκρασία ἰσχύς ἐστιν· καὶ ἡ τῶν θερμῶν δὲ καὶ ψυχρῶν καὶ ξηρῶν καὶ
280ὑγρῶν εὐκρασία ὑγεία ἐστίν· ἡ δὲ συμμετρία τῶν μελῶν μετὰ τῆς εὐχροίας τὸ κάλλος ποιεῖ τοῦ σώματος· εἰ τοίνυν
ἡ ἁρμονία τῆς ὑγείας καὶ τῆς ἰσχύος καὶ τοῦ κάλλους ψυχή ἐστιν, ἀνάγκη ἦν τὸν ἄνθρωπον ζῶντα μήτε νοσεῖν μήτε ἀσθενεῖν μήτε ἄμορφον εἶναι· συμβαίνει δὲ πολλάκις οὐ90
285μίαν μόνην ἀλλ’ ὁμοῦ τὰς τρεῖς ταύτας εὐκρασίας ἀπόλ‐ λυσθαι καὶ ζῆν τὸν ἄνθρωπον· συμβαίνει γὰρ τὸν αὐτὸν ὁμοῦ καὶ ἄμορφον εἶναι καὶ ἀσθενεῖν καὶ νοσεῖν· οὐκ ἄρα ἡ εὐκρασία τοῦ σώματός ἐστιν ἡ ψυχή. πῶς οὖν φυσικαί τινες κακίαι καὶ ἀρεταὶ τοῖς ἀνθρώποις ἕπονται; τοῦτο ἐκ
290τῆς τοῦ σώματος ἀληθῶς κράσεως γίνεται. ὡς γὰρ φυσικῶς ὑγιεινοὶ καὶ νοσώδεις εἰσὶν ἐκ τῆς κράσεως· οὕτω τινὲς φυ‐ σικῶς πικρόχολοι ὄντες ὀργίλοι εἰσίν, ἄλλοι δειλοί, ἄλλοι καταφερεῖς. ἀλλ’ ἔνιοι κρατοῦσι καὶ περιγίνονται· δῆλον δὲ ὅτι τῆς κράσεως κρατοῦσιν· ἄλλο δέ ἐστιν τὸ κρατοῦν καὶ
295ἄλλο τὸ κρατούμενον· ἄλλο ἄρα κρᾶσις καὶ ἄλλο ψυχή. ὄργανον γὰρ ὂν τὸ σῶμα τῆς ψυχῆς ἐὰν μὲν ἐπιτηδείως
κατασκευασθῇ συνεργεῖ τῇ ψυχῇ καὶ αὐτὸ ἔχει ἐπιτηδείως· ἐὰν δὲ ἀνεπιτηδείως, ἐμποδίζει, καὶ τότε χρεία τῇ ψυχῇ πραγμάτων ἀπομαχομένῃ πρὸς τὴν ἀνεπιτηδειότητα τοῦ91

2

(300)

ὀργάνου· καὶ ἐὰν μὴ σφόδρα νήψῃ, καὶ συνδιαστρέφεται αὐτῷ καθάπερ μουσικὸς συνεξαμαρτάνει τῇ τῆς λύρας δια‐ στροφῇ ἐὰν μὴ πρότερον αὐτὴν καταστήσῃ καλῶς. διὸ καὶ χρεία τῇ ψυχῇ τῆς ἐπιμελείας τοῦ σώματος ἵνα καταρ‐ τίσῃ αὐτὸ ὄργανον ἐπιτήδειον ἑαυτῇ. τοῦτο δὲ ποιεῖ διά τε
305τοῦ λόγου καὶ τῶν ἠθῶν, ὡς ἐν ἁρμονίᾳ τὰ μὲν χαλῶσα τὰ δὲ ἐπιτείνουσα, ἵνα ἁρμόδιον αὐτὸ ἑαυτῇ κατασκευάσῃ καὶ χρήσηται ἐπιτηδείῳ ὀργάνῳ, ἐὰν μὴ καὶ αὐτὴ συνδια‐ στραφῇ αὐτῷ· συμβαίνει γὰρ καὶ τοῦτο.
Ἀριστοτέλης δὲ92
310τὴν ψυχὴν ἐντελέχειαν λέγων οὐδὲν ἧττον συμφέρεται τοῖς ποιότητα λέγουσιν αὐτήν. διασαφήσωμεν δὲ πρότερον ἐντε‐ λέχειαν τίνα καλεῖ. τὴν οὐσίαν τριχῶς λέγει, τὸ μὲν ὡς ὕλην ὑποκείμενον, ὃ καθ’ ἑαυτὸ μὲν οὐδέν ἐστιν, δύναμιν δὲ ἔχει πρὸς γένεσιν· ἕτερον δὲ μορφὴν καὶ εἶδος, καθ’ ἣν
315εἰδοποιεῖται ἡ ὕλη· τρίτον δὲ τὸ συναμφότερον, τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γεγενημένον, ὅ ἐστι λοιπὸν ἔμψυχον. ἔστιν οὖν ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια. καὶ τοῦτο δὲ διχῶς· τὸ μὲν ὡς ἐπιστήμη, τὸ
δὲ ὡς τὸ θεωρεῖν κατ’ ἐπιστήμην, τουτέστι τὸ μὲν ὡς93
320διάθεσις τὸ δὲ ὡς ἐνέργεια. 〈ὡσ〉 ἐπιστήμη μέν, ὅτι ἐν τῷ ὑπάρχειν τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ἡ μὲν ἐγρήγορσίς ἐστι τῷ θεωρεῖν, ὁ δὲ ὕπνος τῷ ἔχειν καὶ μὴ ἐνεργεῖν. προτέρα δέ ἐστιν ἡ ἐπιστήμη τῆς ἐνεργείας. διὸ πρώτην ἐντελέχειαν
325καλεῖ τὸ εἶδος, δευτέραν δὲ τὴν ἐνέργειαν. οἷον ὀφθαλ‐ μὸς ἐξ ὑποκειμένου ἐστὶ καὶ εἴδους· καὶ ἔστι τὸ μὲν ὑπο‐
κείμενον ἐν αὐτῷ τὸ δεδεγμένον τὴν ὄψιν, ὕλη ὀφθαλμοῦ. καλεῖται δὲ καὶ αὕτη ὁμωνύμως ὀφθαλμός· εἶδος δὲ καὶ ἐντελέχεια ἡ πρώτη94
330ὀφθαλμοῦ αὐτὴ ἡ ὄψις, ἡ τὸ δύνασθαι ὁρᾶν αὐτῷ παρε‐ χομένη· δευτέρα δὲ ἐντελέχειά ἐστιν τοῦ ὀφθαλμοῦ ἡ ἐνέργεια καθ’ ἣν ὁρᾷ. ὥσπερ οὖν ὁ ἄρτι τεχθεὶς σκύλαξ οὐδετέραν μὲν ἔχει ἐντελέχειαν, δύναμιν δὲ τοῦ δέξασθαι τὴν ἐντελέχειαν, οὕτω δεῖ λαβεῖν καὶ τὸ τῆς ψυχῆς· ὡς
335γὰρ ἐκεῖ γεννηθεῖσα ἡ ὄψις τελειοῖ τὸν ὀφθαλμόν, οὕτως ἐνταῦθα γεννηθεῖσα ἡ ψυχὴ ἐν τῷ σώματι τελειοῖ τὸ ζῷον, ὡς μήτε ἄνευ σώματος εἶναί ποτε τὴν ψυχὴν μήτε σῶμα. σῶμα μὲν γὰρ οὐκ ἔστιν, σώματος
δέ ἐστιν, καὶ διὰ τοῦτο ἐν σώματι ὑπάρχει καὶ σώματι95
340τοιῷδε· καθ’ ἑαυτὴν δὲ οὐχ ὑπάρχει.
ἀλλὰ πρῶτον μὲν τὸ παθητικὸν μέρος τῆς ψυχῆς ψυχὴν καλεῖ χωρίζων αὐτῆς τὸ λογικόν. ἔδει δὲ πᾶσαν ὁμοῦ λαβεῖν τὴν ψυχὴν τὴν ἀνθρώ‐ που, καὶ μὴ ἀπὸ μέρους καὶ ταῦτα τοῦ ἀσθενεστάτου
345περὶ τοῦ παντὸς ἀποφαίνεσθαι. ἔπειτα τὸ σῶμά φησιν δυνάμει τὸ ζῆν ἔχειν καὶ πρὸ τοῦ γενέσθαι τὴν ψυχήν· λέγει γὰρ τὸ σῶμα δυνάμει ζωὴν ἔχειν ἐν ἑαυτῷ. δεῖ δὲ τὸ σῶμα τὸ δυνάμει ζωὴν ἔχον πρότερον ἐνεργείᾳ εἶναι σῶμα· οὐ δύναται δὲ ἐνεργείᾳ εἶναι σῶμα πρὸ τοῦ δέ‐

2

(350)

ξασθαι τὸ εἶδος, ὕλη γάρ ἐστιν ἄποιος καὶ οὐ σῶμα· ἀδύ‐
νατον ἄρα τὸ μὴ ὂν ἐνεργείᾳ δύναμιν ἔχειν πρὸς τὸ ἐξ αὐτοῦ τι γίνεσθαι. εἰ δὲ καὶ σῶμα δυνάμει ἐστίν, πῶς τὸ δυνάμει σῶμα δυνάμει ζωὴν ἔχειν ἐν ἑαυτῷ δύναται; ἄλλως τε, ἐπὶ μὲν τῶν ἄλλων δυνατὸν ἔχοντά τι μὴ96
355χρῆσθαι αὐτῷ· οἷον ὄψιν ἔχοντα μὴ χρῆσθαι αὐτῇ· ἐπὶ δὲ τῆς ψυχῆς ἀδύνατον. οὐδὲ γὰρ ὁ καθεύδων ἄνευ ψυχικῆς ἐνεργείας ἐστίν. καὶ γὰρ τρέφεται καὶ αὔξεται καὶ φαντασιοῦται καὶ ἀναπνεῖ, ὅπερ μάλιστα τῆς ζωῆς ἐστι τεκμήριον. ἐκ τούτων οὖν φανερὸν ὅτι δυνάμει τὸ ζῆν οὐ
360δύναται προσεῖναί τινι, ἀλλὰ πάντως ἐνεργείᾳ. προηγουμέ‐ νως γὰρ τὸ εἰδοποιοῦν τὴν ψυχὴν οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἡ ζωή. τῇ μὲν γὰρ ψυχῇ σύμφυτός ἐστιν ἡ ζωή· τῷ δὲ σώματι κατὰ μέθεξιν. ὁ λέγων τοίνυν τὴν ὑγείαν ἀνά‐ λογον εἶναι τῇ ζωῇ οὐ τὴν τῆς ψυχῆς ζωὴν λέγει ἀλλὰ
365τὴν τοῦ σώματος, καὶ οὕτω σοφίζεται. ἡ μὲν γὰρ σωμα‐ τικὴ οὐσία παρὰ μέρος τῶν ἐναντίων ἐστὶ δεκτική· ἡ δὲ κατὰ τὸ εἶδος οὐδαμῶς. ἐὰν γὰρ ἡ κατὰ τὸ εἶδος δια‐ φορὰ μεταλλαγῇ, μεταλλάττεται καὶ τὸ ζῷον. ὥστε οὐχ ἡ κατὰ τὸ εἶδος οὐσία τῶν ἐναντίων ἐστὶ δεκτική,97
370ἀλλ’ ἡ κατὰ τὸ ὑποκείμενον, τουτέστιν, ἡ σωματική. οὐ δύναται τοίνυν ἡ ψυχὴ κατ’ οὐδένα τρόπον ἐντελέχεια τοῦ σώματος εἶναι· ἀλλ’ οὐσία αὐτοτελής, ἀσώματος. παρὰ μέρος γὰρ ἐπιδέχεται τὰ ἐναντία, κακίαν καὶ ἀρετήν, ὅπερ οὐκ ἠδύνατο τὸ εἶδος ἐπιδέξασθαι. ἔπειτά φησιν ἐντελέ‐
375χειαν οὖσαν τὴν ψυχὴν ἀκίνητον εἶναι καθ’ ἑαυτήν, κινεῖσθαι δὲ κατὰ συμβεβηκός. οὐδὲν δὲ ἀπεικὸς ἀκίνητον οὖσαν κινεῖν ἡμᾶς. καὶ γὰρ τὸ κάλλος, ἀκίνητον ὄν, κινεῖ ἡμᾶς. ἀλλ’ εἰ καὶ τοῦτο, ἀκίνητον ὄν, κινεῖ· ἀλλὰ τὸ φύσιν ἔχον κινεῖσθαι κινεῖ, καὶ οὐχὶ τὸ ἀκίνητον. εἰ τοίνυν καὶ
380τὸ σῶμα καθ’ ἑαυτὸ κίνησιν εἶχεν, οὐδὲν ἦν ἄτοπον αὐτὸ κινεῖσθαι ὑπὸ ἀκινήτου· νῦν δὲ ἀδύνατον τὸ ἀκίνητον ὑπὸ ἀκινήτου κινεῖσθαι· πόθεν οὖν τῷ σώματι τὸ κινεῖσθαι, εἰ μὴ ἀπὸ τῆς ψυχῆς; οὐ γὰρ αὐτοκίνητόν ἐστι τὸ σῶμα. πρώτην οὖν γένεσιν κινήσεως βουλόμενος δεῖξαι, οὐ πρώ‐98
385την ἀλλὰ δευτέραν ἔδειξεν. εἰ μὲν γὰρ μὴ κινούμενον ἐκίνει, πρώτην ἐποίει κίνησιν· εἰ δὲ τὸ κινούμενον ἀφ’ ἑαυτοῦ καὶ ἄλλως κινεῖ, δευτέρας κινήσεως γένεσιν ἐξηγεῖται. πόθεν οὖν πρώτη γένεσις τῆς κινήσεως τῷ σώματι; τὸ γὰρ λέγειν ἀφ’ ἑαυτῶν κινεῖσθαι τὰ στοιχεῖα, τὰ μὲν κοῦφα
390ὄντα φύσει, τὰ δὲ βαρέα, ψεῦδός ἐστιν. εἰ γὰρ ἡ κου‐ φότης καὶ βαρύτης κίνησίς ἐστιν, οὐδέποτε στήσεται τὰ κοῦφα καὶ βαρέα· ἵσταται δέ, τὸν οἰκεῖον καταλαβόντα
τόπον· οὐκ ἄρα βαρύτης καὶ κουφότης αἰτίαι πρώτης κινήσεώς εἰσιν, ἀλλὰ ποιότητες τῶν στοιχείων. ἐὰν δὲ καὶ99
395τοῦτο δοθῇ, πῶς τὸ λογίζεσθαι καὶ δοξάζειν καὶ κρίνειν δύναται κουφότητος καὶ βαρύτητος ἔργα εἶναι; εἰ δὲ μὴ τούτων, οὐδὲ τῶν στοιχείων· εἰ δὲ μὴ τῶν στοιχείων, οὐδὲ τῶν σωμάτων.
ἔτι εἰ κατὰ συμβεβηκὸς ἡ ψυχὴ

2

(400)

κινεῖται, τὸ δὲ σῶμα ἐξ ἑαυτοῦ, καὶ μὴ οὔσης τῆς ψυχῆς, ἐξ ἑαυτοῦ τὸ σῶμα κινηθήσεται· εἰ δὲ τοῦτο, καὶ ζῷον ἔσται χωρὶς τῆς ψυχῆς· ἄτοπα δὲ ταῦτα· ἄτοπον ἄρα καὶ τὸ ἐξ ἀρχῆς. ἀλλ’ οὐδὲ τὸ λέγειν ὅτι πᾶν τὸ φύσει κινούμενον καὶ βίᾳ κινεῖται, καὶ πᾶν τὸ βίᾳ κινούμενον
405καὶ φύσει κινεῖται ἀληθές ἐστιν. ὁ γὰρ κόσμος, φύσει κινούμενος, βίᾳ οὐ κινεῖται· οὐ μὴν οὐδὲ εἴ τι κατὰ φύσιν
κινεῖται τοῦτο καὶ κατὰ φύσιν ἠρεμεῖ. καὶ γὰρ ὁ κόσμος καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, κατὰ φύσιν κινούμενοι, κατὰ φύσιν ἠρεμεῖν οὐ δύνανται, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή,100
410κατὰ φύσιν κινουμένη, κατὰ φύσιν ἠρεμεῖν οὐ δύνα‐ ται. ἡ γὰρ ἠρεμία φθορὰ τῆς ψυχῆς ἐστι καὶ παντὸς ἀεικινήτου. πρὸς τούτοις καὶ τὸ ἀπορούμενον ἐξ ἀρχῆς
ἄλυτον μένει, πόθεν τὸ σῶμα συνέχεται, φύσει πεφυκὸς σκεδάννυσθαι. ἀρκεῖ καὶ ταῦτα ἐκ πολλῶν ἀποδεῖξαι τὴν101
415ψυχὴν μήτε ἐντελέχειαν οὖσαν μήτε ἀκίνητον μήτε ἐν σώματι γεννωμένην.
Πυθαγόρας δὲ συμβολικῶς εἰκάζειν ἀεὶ καὶ τὸν θεὸν καὶ πάντα τοῖς ἀριθμοῖς εἰωθώς, ὡρίσατο καὶ τὴν ψυχὴν ἀριθμὸν ἑαυτὸν κινοῦντα, ᾧ καὶ Ξενοκρά‐
420της ἠκολούθησεν, οὐχ ὅτι ἀριθμός ἐστιν ἡ ψυχὴ ἀλλ’ ὅτι ἐν τοῖς ἀριθμητοῖς ἐστι καὶ ἐν τοῖς πεπληθυσμένοις, καὶ ὅτι ἡ ψυχή ἐστιν ἡ διακρίνουσα τὰ πράγματα τῷ μορφὰς καὶ τύπους ἑκάστοις ἐπιβάλλειν. αὕτη γάρ ἐστιν ἡ τὰ εἴδη ἀπὸ τῶν εἰδῶν χωρίζουσα καὶ διάφορα αὐτὰ
425ἀποφαίνουσα τῇ τε ἑτερότητι τῶν εἰδῶν καὶ τῷ πλήθει τοῦ ἀριθμοῦ, καὶ διὰ τοῦτο ἀριθμητὰ ποιοῦσα τὰ πράγμα‐ τα. ὅθεν οὐ παντάπασιν ἀπήλλακται τῆς κατὰ τοὺς ἀριθμοὺς κοινωνίας. τὸ δὲ αὐτοκίνητον καὶ αὐτὸς αὐτῇ προσεμαρτύρησεν. § ὅτι δὲ ἀριθμὸς οὐκ ἔστι δῆλον ἐντεῦ‐102
430θεν. § ὁ ἀριθμὸς ποσόν ἐστιν· ἡ δὲ ψυχὴ οὐ ποσὸν ἀλλ’ οὐσία· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή, εἰ καὶ τὰ μάλιστα καὶ τὸν ἀριθμὸν ἐν τοῖς νοητοῖς οὐσίαν εἶναι βούλονται, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. § ἔτι ἡ ψυχὴ συνεχής ἐστιν· ὁ δὲ ἀριθμὸς οὐ συνεχής· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. § ἔτι ὁ
435ἀριθμὸς ἤτοι ἄρτιός ἐστιν ἢ περιττός· ἡ δὲ ψυχὴ οὔτε ἄρτιος οὔτε περιττή· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. § ἔτι ὁ ἀριθμὸς κατὰ προσθήκην αὔξεται· ἡ δὲ ψυχὴ κατὰ προσ‐ θήκην οὐκ αὔξεται. § ἔτι ἡ ψυχὴ αὐτοκίνητός ἐστιν· ὁ δὲ ἀριθμὸς ὁ ὡρισμένος ἀκίνητος. § ἔτι ὁ μὲν ἀριθμὸς μένων
440εἷς καὶ ὁ αὐτὸς τὴν φύσιν οὐδεμίαν ποιότητα τὴν ἐν ἀριθμοῖς γινομένην ὑπαλλάξαι δύναται· ψυχὴ δὲ μία καὶ ἡ αὐτὴ μένουσα κατὰ τὴν οὐσίαν ὑπαλλάττει τὰς ποιότητας ἐξ ἀμαθίας εἰς ἐπιστήμην μεταπίπτουσα καὶ ἐκ κακίας εἰς ἀρετήν· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. τὰ μὲν103
445οὖν τῶν παλαιῶν δόγματα περὶ ψυχῆς τοιαῦτα.
Εὐνόμιος δὲ ὡρίσατο τὴν ψυχὴν οὐσίαν ἀσώματον ἐν σώματι κτιζο‐ μένην, συμφορήσας ὁμοῦ πάντα χρήματα· τὸ μὲν γὰρ οὐσίαν ἀσώματον ἐκ τῆς ἀληθείας εἴληφεν, τὸ

2

(450)

δὲ ἐν σώματι κτιζομένην ἐκ τῆς Ἀριστοτέλους δι‐ δασκαλίας, οὐκ ἐννοήσας καίπερ ὀξὺς ὢν ὅτι συνάγειν εἰς ταὐτὸ πειρᾶται τὰ ἀσύμβατα. πᾶν γὰρ τὸ γένεσιν ἔχον σωματικὴν ὁμοῦ καὶ χρονικὴν φθαρτόν ἐστι καὶ
θνητόν. συνᾴδει δὲ τούτοις καὶ τὰ Μωϋσέως· τὴν γὰρ104
455τῶν αἰσθητῶν γένεσιν ὑπογράφων, οὐκ ἐν αὐτῇ καὶ τὴν τῶν νοητῶν ῥητῶς ἔφησεν ὑποστῆναι φύσιν· ἀλλ’ εἰκάζοντές τινες τοῦτο δοξάζουσιν, οἷς οὐ πάντες συμ‐ φέρονται. εἰ δέ τις ἐκ τοῦ μετὰ τὴν διάπλασιν τοῦ σώ‐ ματος ἐμβεβλῆσθαι τὴν ψυχὴν ἡγοῖτο μετὰ τὸ σῶμα
460γεγενῆσθαι αὐτήν, διαμαρτάνει τῆς ἀληθείας. οὔτε γὰρ
ὁ Μωϋσῆς τότε αὐτὴν ἐκτίσθαι λέγει ὅτε τῷ σώματι ἐνεβάλλετο· οὔτε κατὰ λόγον οὕτως ἔχει. ἢ τοίνυν θνητὴν αὐτὴν λεγέτω ὡς Ἀριστοτέλης, φήσας αὐτὴν ἐν σώματι γεννᾶσθαι, καὶ ὡς οἱ Στωϊκοί· ἢ λέγων οὐσίαν ἀσώματον105
465παραιτείσθω λέγειν ἐν σώματι κτιζομένην, ἵνα μὴ θνητῆς ψυχῆς ἔννοιαν ἡμῖν παραστήσῃ καὶ παντελῶς ἀλόγου. ἄλ‐ λως τε κατ’ αὐτὸν οὔπω πλήρης ἐστὶν ὁ κόσμος, ἀλλ’ ἡμιτελὴς ἔτι καὶ νῦν καὶ προσθήκης ἀεὶ δεόμενος. πεν‐ τακισμύριαι γοῦν τοὐλάχιστον καθ’ ἑκάστην ἡμέραν οὐσίαι
470νοηταὶ προσγίνονται αὐτῷ, καὶ τὸ χαλεπώτατον, ὅταν τελεσιουργηθῇ τότε διαλυθήσεται κατ’ αὐτόν, τῶν τελευ‐ ταίων ἀνθρώπων τῶν πρὸς τῇ ἀναστάσει τὸν ψυχικὸν ἀριθμὸν ἀποπληρούντων· οὗ τί ἂν γένοιτο ἀλογώτερον,
τότε φάσκειν διαφθείρεσθαι τὸν κόσμον ὅταν πληρωθῇ,106
475κομιδῆ γὰρ νηπίων παίδων ὁ τρόπος οὗτος, ἐν ψάμμῳ τῆς παιδιᾶς εὐθὺς μετὰ τὸ πληρῶσαι συγχεόντων τὰ γενόμενα. τὸ γὰρ λέγειν προνοίας λόγῳ νῦν τὰς ψυχὰς γίνεσθαι καὶ οὐχὶ κτίσεως—οὐ γὰρ καινὴν οὐσίαν οὐδ’ ἄλλην παρὰ τὴν οὖσαν εἰσάγεσθαι, ἀλλὰ τὴν οὖσαν κατὰ πρόνοιαν πλειστη‐
480ριάζεσθαι—ἀγνοούντων ἐστὶν διαφορὰν κτίσεως καὶ προνοίας. προνοίας μὲν γὰρ ἔργον ἐστὶ τὸ ἐξ ἀλληλογονίας διασῴζειν τὴν τῶν φθαρτῶν ζῴων οὐσίαν (λέγω δὲ τῶν μὴ κατὰ σηπεδόνα γινομένων, ἐπειδὴ τὴν τούτων διαδοχὴν σηπεδὼν πάλιν ἑτέρα διαφυλάττει)· κτίσεως δὲ τὸ κράτιστον ἔργον
485τὸ ἐξ οὐκ ὄντων ποιεῖν. εἰ τοίνυν ἐξ ἀλληλογονίας αἱ ψυχαὶ γίνονται, λόγῳ προνοίας γίνονται καὶ φθαρταί εἰσι, καθά‐ περ τὰ ἄλλα τὰ ἐκ διαδοχῆς γένους γινόμενα· εἰ δὲ ἐξ οὐκ ὄντων παράγονται, κτίσις ἐστὶ τὸ γινόμενον καὶ οὐκ ἔστιν ἀληθὲς τὸ Μωϋσέως, τὸ κατέπαυσεν ὁ Θεὸς107
490ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. ἄτοπα δὲ ἀμφότερα. οὐκ ἄρα νῦν αἱ ψυχαὶ γίνονται. τὸ γὰρ ὁ πατήρ μου ἐργάζεται οὐκ ἐπὶ τοῦ κτίζειν ἀλλ’ ἐπὶ τοῦ προνοεῖν εἰρῆσθαι καὶ αὐτῷ δοκεῖ.
Ἀπολιναρίῳ δὲ δοκεῖ τὰς
495ψυχὰς ἀπὸ τῶν ψυχῶν τίκτεσθαι, ὥσπερ ἀπὸ τῶν
σωμάτων τὰ σώματα. προϊέναι γὰρ τὴν ψυχὴν κατὰ διαδοχὴν τοῦ πρώτου ἀνθρώπου εἰς τοὺς ἐξ ἐκείνου πάντας, καθάπερ τὴν σωματικὴν διαδοχήν. μήτε γὰρ ἀποκεῖσθαι ψυχὰς μήτε νῦν κτίζεσθαι. τοὺς108

2

(500)

γὰρ ταῦτα λέγοντας συνεργὸν ποιεῖν τὸν Θεὸν τοῖς μοι‐ χοῖς· καὶ γὰρ ἐκ τούτων παιδία τίκτεται· ψεῦδος δὲ εἶναι καὶ τὸ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν, εἴπερ ἔτι καὶ νῦν ψυχὰς δημιουργεῖ. ἀλλ’, εἰ πάντα τὰ κατὰ διαδοχὴν ἐξ ἀλληλογονίας γεν‐
505νώμενα δέδεικται θνητά· διὰ γὰρ τοῦτο γεννᾷ καὶ γεννᾶ‐ ται, ἵνα τῶν φθαρτῶν διαμείνῃ τὸ γένος· ἀνάγκη καὶ τοῦτον ἢ θνητὴν εἶναι λέγειν τὴν ψυχὴν ἐξ ἀλληλογονίας γινομένην, ἢ μὴ κατὰ διαδοχὴν ἐξ ἀλλήλων γεννᾶσθαι τὰς ψυχάς. τὸ γὰρ ἐπὶ τῶν ἐκ μοιχείας γεννωμένων τῷ τῆς
510προνοίας λόγῳ καταλείπομεν, ἀγνώστῳ παρ’ ἡμῖν ὄντι. εἰ δέ τι δεῖ καὶ τῆς προνοίας καταστοχάσασθαι, πάντως οἶδεν τὸ τικτόμενον ἢ τῷ βίῳ ἢ ἑαυτῷ χρήσιμον ἐσόμενον καὶ διὰ τοῦτο συγχωρεῖ τὴν ἐμψύχωσιν γίνεσθαι. ἱκανὸν δὲ τεκμήριον τούτου λαμβάνομεν τὸν ἐκ τῆς Οὐρίου109
515καὶ τοῦ Δαυὶδ γεννηθέντα Σολομῶνα.
ἑξῆς ἐπισκεψώμεθα καὶ τὴν δόξαν τῶν Μανιχαίων ἣν ἔχουσι περὶ τῆς ψυχῆς. φασὶ μὲν γὰρ αὐτὴν ἀθάνατον καὶ ἀσώ‐ ματον, μίαν δὲ μόνην εἶναι τὴν τῶν πάντων ψυχὴν κα‐
520τακερματιζομένην καὶ κατατεμνομένην εἰς τὰ καθ’ ἕκαστα
σώματα ἄψυχά τε καὶ ἔμψυχα· καὶ τὰ μὲν πλείονος αὐ‐ τῆς μετέχειν, τὰ δὲ ἐλάττονος· πλείονος μὲν τὰ ἔμψυχα, ἐλάττονος δὲ τὰ ἄψυχα, πολλῷ δὲ πλείονος τὰ οὐράνια· ὡς τῆς καθόλου ψυχῆς μέρη τὰς καθ’ ἕκαστον εἶναι ψυ‐110
525χάς. καὶ εἰ μὲν ἀμερίστως μερίζεσθαι ταύτην ἔφασκον, ὡς τὴν φωνὴν ἐν τοῖς ἀκούουσι, μέτριον ἂν ἦν τὸ κακόν· νῦν δὲ τὴν οὐσίαν αὐτὴν τῆς ψυχῆς καταμερίζεσθαι λέγουσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι κυρίως αὐτὴν ἐν τοῖς στοιχείοις εἶναι βούλονται, καὶ συμμερίζεσθαι τούτοις ἐν τῇ
530τῶν σωμάτων γενέσει, καὶ πάλιν εἰς ταὐτὸ συνιέναι διαλυο‐ μένων τῶν σωμάτων, ὡς ὕδωρ μεριζόμενον καὶ πάλιν συν‐ αγόμενον καὶ μιγνύμενον, καὶ τὰς μὲν καθαρὰς ψυχὰς χω‐ ρεῖν εἰς τὸ φῶς, φῶς οὔσας, τὰς δὲ μεμολυσμένας ὑπὸ τῆς ὕλης χωρεῖν εἰς τὰ στοιχεῖα, καὶ πάλιν ἀπὸ τῶν
535στοιχείων εἰς τὰ φυτὰ καὶ τὰ ζῷα· καὶ οὕτω τὴν οὐσίαν αὐτῆς κατατέμνοντες καὶ σωματικὴν ἀποφαίνοντες καὶ πάθεσιν ὑποβάλλοντες, ἀθάνατον εἶναί φασιν. περιπίπτουσι δὲ καὶ τοῖς ἐναντίοις φάσκοντες γὰρ ἀνατρέχειν τὰς
μεμολυσμένας ψυχὰς ἐπὶ τὰ στοιχεῖα, καὶ συμμί‐111
540γνυσθαι ἀλλήλαις, πάλιν αὐτὰς ἐν ταῖς μετενσωματώσεσί φασιν τιμωρεῖσθαι, κατὰ τὸ μέγεθος τῶν ἁμαρτημάτων ἑνοῦντες αὐτὰς καὶ πάλιν χωρίζοντες καθ’ ὑπόστασιν· καὶ γὰρ τὰς σκιὰς φωτὸς μὲν ὄντος χωρίζεσθαι, συννεφείας δὲ γενομένης ἑνοῦσθαι· ὅπερ ἀδύνατον ἐπὶ
545νοητῆς φύσεως γενέσθαι. καὶ γὰρ αἱ σκιαὶ τῶν αἰσθητῶν εἰσιν, εἰ καὶ δοίη τις αὐτὰς χωρίζεσθαι καὶ πάλιν ἑνοῦσθαι. Πλάτων δὲ καὶ μίαν εἶναι καὶ πολλὰς τὰς ψυχὰς ἀποφαί‐
νεται· μίαν μὲν γὰρ εἶναι τοῦ παντὸς τὴν ψυχήν, εἶναι δὲ καὶ ἄλλας τῶν κατὰ μέρος, ὡς ἰδίᾳ μὲν τὸ πᾶν ἐψυ‐112

2

(550)

χῶσθαι ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς, ἰδίᾳ δὲ πάλιν τὰ κατὰ μέρος ὑπὸ τῆς ἰδίας ἑκάστου ψυχῆς. λέγει δὲ τὴν μὲν τοῦ παντὸς διατετάσθαι ψυχὴν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὰ πέρατα τοῦ οὐρανοῦ, οὐ τοπικῶς αὐτὴν διατετάσθαι φάσκων ἀλλὰ νοητῶς· ταύτην δὲ τὴν ψυχὴν
555εἶναι τὴν περιάγουσαν σφαιροειδῶς τὸ πᾶν καὶ συνέχουσαν καὶ συσφίγγουσαν τὸ σωματοειδὲς τοῦ κόσμου· δεῖσθαι γὰρ τὰ σώματα τοῦ συνέχοντος ἐν τοῖς προλαβοῦσιν ἐδείχθη·
ποιεῖν δὲ τοῦτο τὴν εἰδοποιὸν ψυχήν· ζῆν γὰρ ἕκαστον τῶν ὄντων τὴν ἰδίαν ζωὴν καὶ φθείρεσθαι τὴν ἰδίαν φθοράν·113
560ἕως μὲν γὰρ συνέχεται καὶ συσφίγγεται τὸ σῶμα, εἶναι λέγεται· διαλυόμενον δέ, φθείρεσθαι· καὶ ζῆν μὲν πάντα, μὴ πάντα δὲ εἶναι ζῷα. διακρίνουσι γὰρ ἀπὸ μὲν τῶν ἀψύ‐ χων τὰ φυτὰ τῷ αὔξεσθαι καὶ τρέφεσθαι, τουτέστι τῇ θρεπτικῇ καὶ φυτικῇ δυνάμει· τὰ δὲ ἄλογα ζῷα ἀπὸ τῶν
565φυτῶν τῇ αἰσθήσει· τὰ δὲ λογικὰ ἀπὸ τῶν ἀλόγων τῷ λογικῷ· καὶ οὕτω πάντα ζῆν λέγοντες διαστέλλουσι τὴν ἑκάστου φύσιν. ζῆν οὖν λέγουσι καὶ τὰ πάντῃ ἄψυχα ἑκτι‐ κὴν ζωὴν καθ’ ὃ συνέχεται ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς εἰς τὸ εἶναι μόνον καὶ μὴ διαλύεσθαι. ταύτην δὲ εἶναι τὴν ψυ‐
570χὴν τὴν διακυβερνῶσαν τὸ πᾶν καὶ τὴν τὰς μερικὰς ψυ‐ χὰς τὰς πρότερον παρὰ τοῦ δημιουργοῦ γενομένας ἐπι‐
πέμπουσαν, δηλαδὴ αὐτοῦ τοῦ δημιουργοῦ καὶ νόμους αὐτῇ δεδωκότος καθ’ οὓς διεξάγειν ὀφείλει τοῦτο τὸ πᾶν, οὓς καὶ εἱμαρμένην καλεῖ, καὶ χορηγοῦντος δύναμιν ἀρκοῦσαν114
575διέπειν ἡμᾶς· εἴρηται δὲ ταῦτα καὶ ἐν τοῖς περὶ εἱμαρμέ‐ νης. κοινῇ μὲν οὖν πάντες Ἕλληνες οἱ τὴν ψυχὴν ἀθάνατον ἀποφηνάμενοι τὴν μετενσωμάτωσιν δογματίζουσιν· διαφέ‐ ρονται δὲ περὶ τὰ εἴδη τῶν ψυχῶν. οἱ μὲν γὰρ ἓν εἶδος τὸ λογικὸν λέγουσιν, τοῦτο δὲ καὶ εἰς φυτὰ καὶ εἰς τὰ
580τῶν ἀλόγων σώματα μεταβαίνειν, οἱ μὲν κατά τινας ῥητὰς
χρόνων περιόδους, οἱ δὲ ὡς ἔτυχεν. ἄλλοι δὲ οὐχ ἓν εἶδος ψυχῶν ἀλλὰ δύο, λογικόν τε καὶ ἄλογον. τινὲς δὲ πολλά, τοσαῦτα ὅσα τῶν ζῴων τὰ εἴδη. μάλιστα δὲ οἱ ἀπὸ Πλάτωνος περὶ τὸ δόγμα τοῦτο διηνέχθησαν. εἰπόντος115
585γὰρ Πλάτωνος τὰς μὲν θυμικὰς καὶ ὀργίλους καὶ ἁρπακτι‐ κὰς ψυχὰς λύκων καὶ λεόντων σώματα μεταμφιέννυσθαι, τὰς δὲ περὶ τὴν ἀκολασίαν ἠσχολημένας ὄνων καὶ τῶν τοιού‐ των ἀναλαμβάνειν σώματα· οἱ μὲν κυρίως ἤκουσαν τοὺς λύκους καὶ τοὺς λέοντας καὶ τοὺς ὄνους· οἱ δὲ τροπικῶς
590αὐτὸν εἰρηκέναι διέγνωσαν, τὰ ἤθη διὰ τῶν ζῴων παρεμ‐ φαίνοντα. Κρόνιος μὲν γὰρ ἐν τῷ περὶ παλιγγενεσίας (οὕτω δὲ καλεῖ τὴν μετενσωμάτωσιν) λογικὰς πάσας εἶναι βού‐ λεται, ὁμοίως δὲ καὶ Θεόδωρος ὁ Πλατωνικὸς ἐν τῷ ὅτι ἡ ψυχὴ πάντα τὰ εἴδη ἐστί, καὶ Πορφύριος ὁμοίως·116
595Ἰάμβλιχος δὲ τὴν ἐναντίαν τούτοις δραμὼν κατ’ εἶδος ζῴων ψυχῆς εἶδος εἶναι λέγει, ἤγουν εἴδη διάφορα. γέγραπται
γοῦν αὐτῷ μονόβιβλον ἐπίγραφον ὅτι οὐκ ἀπ’ ἀνθρώπων εἰς ζῷα ἄλογα οὐδὲ ἀπὸ ζῴων ἀλόγων εἰς ἀνθρώπους αἱ μετενσωματώσεις γίνονται ἀλλ’ ἀπὸ ζῴων εἰς ζῷα καὶ ἀπὸ117

2

(600)

ἀνθρώπων εἰς ἀνθρώπους. καί μοι δοκεῖ μᾶλλον οὗτος ἕνεκα τούτου καλῶς κατεστοχάσθαι μὴ μόνον τῆς Πλά‐ τωνος γνώμης ἀλλὰ καὶ τῆς ἀληθείας αὐτῆς, ὡς ἔστιν ἐκ πολλῶν μὲν καὶ ἄλλων ἐπιδεῖξαι, μάλιστα δὲ ἐκ τούτων. οὐδεμίαν γὰρ τῶν λογικῶν κινήσεων ἐμφαίνεσθαι τοῖς ἀλόγοις
605ζῴοις. οὔτε γὰρ τέχναι οὔτε μαθήματα οὔτε βουλαὶ οὔτε ἀρεταὶ οὔτε ἄλλο τι τῶν διανοητικῶν ἐν αὐτοῖς ἐστιν·
ἐξ ὧν δῆλον ὡς οὐ μέτεστι λογικῆς ψυχῆς αὐτοῖς. καὶ γὰρ ἄτοπον λέγειν τὰ ἄλογα λογικά. εἰ γὰρ καὶ κομιδῆ νέοις οὖσι τοῖς βρέφεσιν ἡ ἄλογος μόνη κίνησις πρόσεστιν,118
610ἀλλὰ ψυχὴν λογικὴν ἔχειν φαμὲν αὐτά, ἐπειδήπερ αὐξα‐ νόμενα τὴν λογικὴν ἀναδείκνυσιν ἐνέργειαν· τὸ δὲ ἄλογον, κατ’ οὐδεμίαν ἡλικίαν ἐμφαῖνον τὸ λογικόν, περιττῶς ἂν ἔσχε λογικὴν ψυχήν, ἀχρήστου παντελῶς μελλούσης ἔσεσθαι τῆς λογικῆς δυνάμεως. καὶ γὰρ οὐδὲν περιττὸν παρὰ τοῦ
615Θεοῦ γεγενῆσθαι συμφώνως πᾶσιν συνωμολόγηται· εἰ δὲ τοῦτο, περιττῶς ἂν ἡ λογικὴ ψυχὴ τοῖς κτήνεσιν καὶ τοῖς θηρίοις ἐγκατεβάλλετο, μηδέποτε δυναμένη τὸ ἑαυτῆς ἔργον ἐπιδείξασθαι· καὶ ἦν ἂν ἔγκλημα τοῦ δόντος ἀνάρμοστον ψυχὴν τῷ σώματι· οὔτε γὰρ τεχνίτου τὸ ἔργον οὔτε
620τάξιν ἢ ἁρμονίαν εἰδότος· εἰ δέ τις λέγοι κινεῖσθαι μὲν
κατὰ διάθεσιν λογικῶς τὰ ζῷα, τὴν δὲ διάπλασιν αὐτῶν ἀνεπίδεκτον εἶναι τεχνικῆς πράξεως, πιστούμενος τὸν λόγον ἀπὸ τῶν ἀνθρώπων· περιαιρεθέντων γὰρ μόνων τῶν δακτύ‐ λων τῶν χειρῶν, τὰς πλείστας τέχνας παραπόλλυσθαι·119
625οὐ λύει τὸ ζητούμενον· μένει γὰρ ἔτι τὸ αὐτὸ ἄτοπον, ὡς τοῦ Θεοῦ μὴ πρόσφορον ψυχὴν ἐναρμόσαντος τῷ σώματι, ἀλλὰ περιττὴν καὶ ἀνόνητον καὶ ἀνενέργητον, ἐμποδιζομένην διὰ πάσης τῆς ἡλικίας αὐτῶν εἰς τὰς οἰκείας ἐνεργείας, πρὸς τῷ καὶ τὸν λόγον αὐτοὺς κατασκευάζειν ἐξ ἀδήλων καὶ
630οὐχ ὁμολογουμένων. πόθεν γὰρ ὅτι κατὰ διάθεσιν λογι‐ κῶς κινεῖται τὰ ζῷα;
βέλτιον οὖν ἡγεῖσθαι πρόσφορον ἑκάστῳ σώματι ψυχὴν ἐνηρμόσθαι, καὶ μηδὲν πλέον ἔχειν
κατὰ διάθεσιν τὰ ζῷα τῆς ἐμφαινομένης ἐν τοῖς ἔργοις αὐτῶν120
635φυσικῶς ἁπλότητος· ἕκαστον γὰρ εἶδος τῶν ἀλόγων κατ’ οἰκείαν ὁρμὴν κινεῖται, πρὸς ἣν γέγονεν ἐξ ἀρχῆς χρείαν τε καὶ ἐνέργειαν· καὶ πρὸς ταῦτα καὶ τὴν διάπλασιν ἐπιτηδείαν ἔσχεν. οὐ μὴν ἀβοήθητα παντάπασιν αὐτὰ καταλέλοιπεν ὁ δημιουργός, ἀλλ’ ἑκάστῳ φυσικήν, οὐ λογικήν, ἐνέβαλεν
640σύνεσιν· τισὶ δὲ καὶ πανουργίας ἐνέθηκεν, ὥσπερ τέχνης εἰκόνα καὶ σκιὰν λογικήν, δυοῖν τούτων ἕνεκεν, ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν καὶ τὰς μελλούσας προφυλάττεσθαι, καὶ ἐπὶ τῷ συνάψαι τὴν κτίσιν πᾶσαν ἑαυτῇ, ὡς ἤδη εἴρηται. ὅτι δὲ οὐ λογικῶς ταῦτα ποιεῖ
645δῆλον ἐκ τοῦ κατ’ εἶδος ἕκαστον ζῷον ὁμοίως τὰ αὐτὰ ποιεῖν καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, εἰ μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι. πᾶς γὰρ λαγωὸς ὁμοίως τεχνάζεται καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ καὶ πᾶς πίθηκος ὁμοίως121

2

(650)

μιμεῖται, ὅπερ οὐκ ἔστιν ἐπ’ ἀνθρώπου. μυρίαι γὰρ ὁδοὶ τῶν ἀνθρωπίνων πράξεων. ἐλεύθερον γάρ τι καὶ αὐτεξού‐ σιον τὸ λογικόν· ὅθεν οὐχ ἓν καὶ ταὐτὸν πᾶσιν ἔργον ἀν‐ θρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζῴων. φύσει γὰρ μόνῃ ταῦτα κινεῖται· τὰ δὲ φύσει ὁμοίως παρὰ πᾶσίν ἐστιν.
655αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ’ ἄλλοις καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσιν. εἰ δὲ λέγοιεν ἐπὶ τιμωρίᾳ τὴν ψυχὴν
τῶν προημαρτημένων ἐν τῷ ἀνθρωπείῳ βίῳ εἰς τοιαῦτα σώματα καταπέμπεσθαι, ἐκ τῶν ὕστερον ποιοῦνται τὴν ἀπόδειξιν. διατί γὰρ εἰς τὰ πρῶτα γενόμενα σώματα τῶν122
660ζῴων ἐνεβλήθησαν λογικαὶ ψυχαί; οὐ γὰρ δήπου ὡς ἐν σώμασιν ἀνθρωπείοις ἁμαρτήσασαι πρὶν καὶ εἰς σῶμα γε‐ νέσθαι ἀνθρώπειον.
ἔοικε δὲ ταύτῃ τῇ δόξῃ τίθεσθαι καὶ Γαληνὸς ὁ θαυμάσιος ἰατρὸς καὶ καθ’ ἕκαστον εἶδος ζῴου
665διάφορον εἶναι δοξάζειν καὶ ψυχῆς εἶδος. λέγει γὰρ εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου τῆς περὶ χρείας μορίων πρα‐ γματείας οὕτως·
καὶ εἰ τοῦτο, πολλὰ τῶν ζῴων ἔσται μόρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, τὰ δὲ παντάπασιν
670εἰς ἕτερον εἶδος ἄτμητα· χρεία δὲ πάντων ἐστὶ τῇ ψυχῇ· τὸ γὰρ σῶμα ταύτης ὄργανον καὶ διὰ τοῦτο πολὺ διενήνοχεν ἀλλήλων τὰ μόρια τῶν ζῴων ὅτι καὶ αἱ ψυχαί.
πάλιν δὲ προκόπτων ἐν τῷ αὐτῷ βιβλίῳ προσ‐
675τίθησιν ἐπὶ τοῦ πιθήκου καὶ τοῦτο·
καὶ μήν, ὦ σοφώτατε
κατήγορε, λέξειεν ἂν ἡ φύσις πρὸς σέ, γελοίῳ τὴν ψυχὴν ζῴῳ γελοίαν ἐχρῆν δοθῆναι σώματος κατασκευήν.
οὕτως
123
680οἶδεν τοῖς διαφόροις κατ’ εἶδος σώμασιν διαφόρους ἐνούσας ψυχάς. καὶ ταῦτα μὲν περὶ τούτων.
εἰ δὲ τὴν ψυχὴν ἀπεδείξαμεν μήτε σῶμα οὖσαν μήτε ἁρμονίαν μήτε κρᾶσιν μήτε ἄλλην τινὰ ποιότητα, δῆλον ἐκ τούτων ὡς οὐσία τίς
685ἐστιν ἀσώματος ἡ ψυχή. ὅτι μὲν γάρ ἐστιν ὡμολόγηται πᾶσιν· εἰ δὲ μήτε σῶμα μήτε συμβεβηκὸς δῆλον ὅτι ἀσώματός ἐστιν οὐσία καὶ οὐδὲν τῶν ἐχόντων ἐν ἄλλῳ τὸ εἶναι. ταῦτα γὰρ καὶ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τῆς δὲ ψυχῆς χωριζομένης, τὸ σῶμα
690πάντως φθείρεται.
τοῖς αὐτοῖς δὲ χρησάμενόν ἐστιν ἀπο‐ δεῖξαι τὴν ψυχὴν ἀθάνατον οὖσαν. εἰ γὰρ μήτε σῶμά ἐστιν, ὅπερ φύσει διαλυτὸν ἀπεδείχθη καὶ φθαρτόν, μήτε ποιό‐ της μήτε ποσότης μήτε ἄλλο τι τῶν φθειρομένων, δῆλον
695ὅτι ἀθάνατός ἐστιν. πολλαὶ μὲν οὖν εἰσι τῆς ἀθανασίας αὐτῆς ἀποδείξεις παρά τε Πλάτωνι καὶ τοῖς ἄλλοις· ἀλλ’ ἐκεῖναι μὲν περισκελεῖς καὶ δυσκατανόητοι καὶ μόλις τοῖς
ἐντεθραμμένοις ἐκείναις ταῖς ἐπιστήμαις γνώριμοι· ἡμῖν δὲ ἀρκεῖ πρὸς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς ἡ τῶν θείων124

2

(700)

λογίων διδασκαλία τὸ πιστὸν ἀφ’ ἑαυτῆς ἔχουσα διὰ τὸ θεόπνευστος εἶναι· πρὸς δὲ τοὺς μὴ καταδεχομένους τὰ τῶν Χριστιανῶν γράμματα ἀρκεῖ τὸ μηδὲν εἶναι τὴν ψυ‐ χὴν τῶν φθειρομένων ἀποδεῖξαι. εἰ γὰρ μηδέν ἐστι τῶν φθειρομένων, ἔστι δὲ ἄφθαρτος, ἔστι καὶ ἀθάνατος ὥστε
705τοῦτο μὲν ἀρκούντως ἔχον παραλειπτέον.
705

3

(1t)

περὶ ἑνώσεως ψυχῆς καὶ
2tσώματος
3Ζητητέον δὲ πῶς ψυχῆς καὶ σώματος ἀψύχου γίνεται
ἕνωσις· ἄπορον γὰρ τὸ πρᾶγμα. εἰ δὲ μὴ μόνον ἐκ τού‐125
5των, ἀλλὰ καὶ τοῦ νοῦ συνέστηκεν ὁ ἄνθρωπος, ὡς εἶ‐ πόν τινες, ἔτι πλέον ἀπορώτερον. πάντα γὰρ τὰ συνιόντα εἰς μιᾶς οὐσίας ὑπόστασιν πάντως ἑνοῦται· πάντα δὲ τὰ ἑνούμενα ἀλλοιοῦται καὶ οὐ μένει ἃ πρότερον ἦν, ὡς ἐπὶ τῶν στοιχείων δειχθήσεται·
10ἑνωθέντα γὰρ ἄλλο τι γέγονεν. πῶς οὖν ἢ τὸ σῶμα ἡνω‐
μένον τῇ ψυχῇ ἔτι μένει σῶμα ἢ πάλιν ἡ ψυχὴ ἀσώ‐ ματος οὖσα καὶ οὐσιώδης καθ’ ἑαυτήν, πῶς ἑνοῦται σώ‐ ματι καὶ μέρος γίνεται τοῦ ζῴου, σῴζουσα τὴν ἰδίαν οὐσίαν ἀσύγχυτον καὶ ἀδιάφθορον; ἀνάγκη γὰρ ἢ ἡνῶσθαι τὴν126
15ψυχὴν καὶ τὸ σῶμα καὶ συνηλλοιῶσθαι καὶ συνεφθάρθαι ἀμφότερα, ὡς τὰ στοιχεῖα· ἢ μὴ ἡνῶσθαι μὲν διὰ τὰς προειρημένας ἀτοπίας, παρακεῖσθαι δὲ ὡς χορευτὰς ἐν χορῷ ἢ ψῆφον ψήφῳ, ἢ κεκρᾶσθαι, ὡς οἶνον καὶ ὕδωρ. ἀλλ’ ὅτι μὲν οὐ δύναται παρακεῖσθαι τῷ σώματι ἡ ψυχὴ
20ἐν τῷ περὶ ψυχῆς ἀποδέδεικται. ἦν γὰρ ἂν μόνον αὐτὸ τὸ μέρος τοῦ σώματος ἔμψυχον τὸ πλησιάζον τῇ ψυχῇ, τὸ δὲ μὴ συνημμένον ἄψυχον· πρὸς τῷ μὴ δύνασθαι ἓν λέγειν εἶναι τὰ κατὰ παράθεσιν, ὡς ξύλα φέρε ἢ σίδηρον ἤ τι τοιοῦτον. καὶ ἡ κρᾶσις δὲ τοῦ οἴνου καὶ τοῦ127
25ὕδατος ἀμφότερα συνδιαφθείρει, οὔτε γὰρ ὕδωρ ἐστὶ κα‐ θαρὸν τὸ κρᾶμα οὔτε οἶνος, καίτοι τῆς τοιαύτης κράσεως κατὰ παράθεσιν γινομένης λανθάνουσαν τὴν αἴσθησιν διὰ τὸ λεπτομερὲς τῶν κεκραμένων· δῆλον δὲ ἐκ τοῦ πάλιν ἀπ’
ἀλλήλων δύνασθαι χωρίζεσθαι· σπόγγος γοῦν ἐλαιωθεὶς128
30ἀνιμᾶται καθαρὸν τὸ ὕδωρ καὶ πάπυρος· αἰσθητῶς δὲ χω‐ ρίσαι τὰ ἀκριβῶς ἡνωμένα παντάπασιν ἀδύνατον. εἰ δὲ μήτε ἥνωται μήτε παράκειται μήτε κέκραται, τίς ὁ λόγος τοῦ τὸ ζῷον ἓν λέγεσθαι;
Πλάτων μὲν οὖν καὶ διὰ ταύτην τὴν
35ἀπορίαν οὐ βούλεται τὸ ζῷον ἐκ ψυχῆς εἶναι καὶ σώματος· ἀλλὰ ψυχὴν σώματι κεχρημένην, καὶ ὥσπερ ἐνδεδυμένην τὸ σῶμα. ἔχει δὲ καὶ οὗτος ὁ λόγος ἄπορόν τι. πῶς γὰρ ἓν εἶναι δύναται μετὰ τοῦ ἐνδύματος ἡ ψυχή; οὐ γὰρ ἓν ὁ χιτὼν μετὰ τοῦ ἐνδεδυμένου.
40
Ἁμμώνιος δὲ ὁ διδάσκαλος Πλωτίνου τὸ ζητούμενον τοῦτον τὸν τρόπον ἐπελύετο. ἔλεγεν τὰ νοητὰ τοιαύτην ἔχειν φύσιν ὡς καὶ ἑνοῦσθαι τοῖς δυναμένοις αὐτὰ δέξασθαι καθάπερ τὰ συνεφθαρμένα, καὶ ἑνούμενα μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα, ὡς τὰ παρακεί‐
45μενα. ἐπὶ μὲν γὰρ σωμάτων ἡ ἕνωσις ἀλλοίωσιν τῶν συνιόντων πάντως ἐργάζεται, ἐπειδήπερ εἰς ἄλλα σώματα
μεταβάλλεται, ὡς τὰ στοιχεῖα εἰς τὰ συγκρίματα, καὶ αἱ τροφαὶ εἰς αἷμα, τὸ δὲ αἷμα εἰς σάρκα καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν γίνεται, ἀλ‐129

3

(50)

λοίωσις δὲ οὐ παρακολουθεῖ. οὐ γὰρ πέφυκε [νοητὸν] κατ’ οὐσίαν ἀλλοιοῦσθαι, ἀλλ’ ἢ ἐξίσταται ἢ εἰς τὸ μὴ ὂν φθείρεται, μεταβολὴν δὲ οὐκ ἐπιδέχεται· ἀλλ’ οὔτε εἰς τὸ μὴ ὂν φθείρεται, οὐ γὰρ ἂν ἦν ἀθάνατα· καὶ ἡ ψυχὴ ζωὴ οὖσα εἰ ἐν τῇ κράσει μετεβάλλετο ἠλλοιώθη ἂν καὶ
55οὐκ ἦν ἂν ἔτι ζωή. τί δὲ συνεβάλλετο τῷ σώματι εἰ μὴ
παρεῖχεν αὐτῷ τὴν ζωήν; οὐκ ἄρα ἀλλοιοῦται ἡ ψυχὴ ἐν τῇ ἑνώσει. δεδειγμένου τοίνυν τούτου, ὅτι τὰ νοητὰ ἀναλ‐ λοίωτα κατ’ οὐσίαν ἐστίν, ἀναγκαίως παρακολουθεῖ τὸ καὶ ἑνούμενα αὐτὰ μὴ συνδιαφθείρεσθαι οἷς ἥνωται. καὶ130
60ἥνωται τοίνυν καὶ ἀσυγχύτως ἥνωται τῷ σώματι ἡ ψυχή. ὅτι μὲν γὰρ ἥνωται ἡ συμπάθεια δείκνυσιν· συμπαθεῖ γὰρ ὅλον ἑαυτῷ τὸ ζῷον ὡς ἓν ὄν· ὅτι δὲ καὶ ἀσύγχυτος μένει δῆλον ἐκ τοῦ τὴν ψυχὴν τρόπον τινὰ χωριζομένην τοῦ σώ‐ ματος ἐν τῷ ὕπνῳ καὶ ὥσπερ νεκρὸν αὐτὸ κεῖσθαι κατα‐
65λιποῦσαν, μόνον δὲ ἐξατμίζουσαν αὐτὸ τῇ ζωῇ, ἵνα μὴ παντελῶς ἀπόληται, καθ’ ἑαυτὴν ἐν τοῖς ὀνείροις ἐνεργεῖν θεσπίζουσαν τὸ μέλλον καὶ τοῖς νοητοῖς πλησιάζουσαν. τὸ αὐτὸ δὲ συμβαίνει καὶ ὅταν καθ’ ἑαυτὴν ἐπισκέπτηταί τι131
τῶν ὄντων. καὶ τότε γὰρ ὡς οἷόν τε τοῦ σώματος ἑαυτὴν132
70χωρίζει καὶ καθ’ ἑαυτὴν γίνεται, ἵν’ οὕτως ἐπιβάλλῃ τοῖς οὖσιν. ἀσώματος γὰρ οὖσα δι’ ὅλου κεχώρηκεν ὡς τὰ συνεφθαρμένα, μένουσα ἀδιάφθορος καὶ ἀσύγχυτος καὶ τὸ καθ’ ἑαυτὴν ἓν διασώζουσα καὶ ἐν οἷς ἂν γένηται τρέπουσα ἐκεῖνα κατὰ τὴν ἑαυτῆς ζωὴν καὶ μὴ τρεπομένη
75ὑπ’ ἐκείνων. ὡς γὰρ ὁ ἥλιος τῇ παρουσίᾳ τὸν ἀέρα εἰς φῶς μεταβάλλει ποιῶν αὐτὸν φωτοειδῆ καὶ ἑνοῦται τῷ ἀέρι τὸ φῶς ἀσυγχύτως ἅμα αὐτῷ κεχυμένον, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἑνουμένη τῷ σώματι μένει πάντως ἀσύγχυτος, κατὰ τοῦτο μόνον διαλλάττουσα133
80ὅτι ὁ μὲν ἥλιος σῶμα ὢν καὶ τόπῳ περιγραφόμενος οὐκ ἔστι πανταχοῦ ἔνθα καὶ τὸ φῶς αὐτοῦ (ὡς οὐδὲ τὸ πῦρ· μένει γὰρ καὶ αὐτὸ ἐν τοῖς ξύλοις ἢ ἐν θρυαλλίδι δεδε‐ μένον ὡς ἐν τόπω)· ἡ δὲ ψυχὴ ἀσώματος οὖσα καὶ μὴ περιγραφομένη τόπῳ δι’ ὅλου χωρεῖ καὶ τοῦ φωτὸς
85ἑαυτῆς καὶ τοῦ σώματος, καὶ οὐκ ἔστι μέρος φωτιζόμενον
ὑπ’ αὐτῆς ἐν ᾧ μὴ ὅλη πάρεστιν. οὐ γὰρ κρατεῖται ὑπὸ τοῦ σώματος, ἀλλ’ αὐτὴ κρατεῖ τὸ σῶμα, οὐδὲ ἐν τῷ σώματι ἐστίν, ὡς ἐν ἀγγείῳ ἢ ἀσκῷ, ἀλλὰ μᾶλλον τὸ σῶμα ἐν αὐτῇ. μὴ κωλυόμενα γὰρ ὑπὸ τῶν σωμάτων τὰ134
90νοητὰ ἀλλὰ διὰ παντὸς σώματος χωροῦντα καὶ διαφοιτῶντα καὶ διεξιόντα, οὐχ οἷά τέ ἐστιν ὑπὸ τόπου σωματικοῦ κατ‐ έχεσθαι. νοητὰ γὰρ ὄντα ἐν νοητοῖς καὶ τόποις ἐστιν, ἢ γὰρ ἐν ἑαυτοῖς ἢ ἐν τοῖς ὑπερκειμένοις νοητοῖς, ὡς ἡ ψυχὴ ποτὲ μὲν ἐν ἑαυτῇ ἐστιν, ὅταν λογίζηται, ποτὲ δὲ ἐν τῷ
95νῷ, ὅταν νοῇ. ἐπὰν οὖν ἐν σώματι λέγηται εἶναι, οὐχ ὡς ἐν τόπῳ τῷ σώματι λέγεται εἶναι, ἀλλ’ ὡς ἐν σχέσει, καὶ τῷ παρεῖναι, ὡς λέγεται ὁ Θεὸς ἐν ἡμῖν. καὶ γὰρ τῇ σχέσει καὶ τῇ πρός τι ῥοπῇ καὶ διαθέσει δεδέσθαι φαμὲν ὑπὸ τοῦ σώματος τὴν ψυχήν, ὡς λέγομεν ὑπὸ τῆς ἐρωμένης

3

(100)

δεδέσθαι τὸν ἐραστήν, οὐ σωματικῶς οὐδὲ τοπικῶς ἀλλὰ κατὰ σχέσιν. ἀμέγεθες γὰρ ὂν καὶ ἄογκον καὶ ἀμερές, τῆς κατὰ μέρος τοπικῆς περιγραφῆς κρεῖττόν ἐστιν. τὸ γὰρ μὴ ἔχον μέρος ποίῳ δύναται τόπῳ περιγράφεσθαι; ὄγκῳ γὰρ τόπος συνυφίσταται. τόπος135
105γάρ ἐστι πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιε‐ χόμενον. εἰ δέ τις λέγοι· οὐκοῦν καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Ῥώμῃ ἐστὶ καὶ πανταχοῦ ἡ ἐμὴ ψυχή; λανθάνει ἑαυτὸν πάλιν τόπον λέγων. καὶ γὰρ τὸ ἐν Ἀλεξανδρείᾳ καὶ ὅλως τὸ ἐν τῷδε τόπος ἐστίν. ἐν τόπῳ δὲ ὅλως οὐκ ἔστιν
110ἀλλ’ ἐν σχέσει. δέδεικται γὰρ μὴ δύνασθαι περιληφθῆναι
τόπῳ. ὅταν οὖν ἐν σχέσει γένηται νοητὸν τόπου τινὸς ἢ πράγματος ἐν τόπῳ ὄντος, καταχρηστικώτερον λέγομεν ἐκεῖ αὐτὸ εἶναι, διὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐκεῖ, τὸν τό‐ πον ἀντὶ τῆς σχέσεως καὶ τῆς ἐνεργείας λαμβάνοντες.136
115δέον γὰρ λέγειν ἐκεῖ ἐνεργεῖ λέγομεν ἐκεῖ ἐστιν. ἁρμόσειε δ’ ἂν οὗτος ὁ λόγος καθαρώτερον καὶ μάλιστα τῇ πρὸς τὸν ἄνθρωπον ἑνώσει τοῦ Θεοῦ λόγου, καθ’ ἣν ἑνωθεὶς ἔμεινεν ἀσύγχυτος καὶ ἀπερίληπτος, οὐ κατὰ τὸν τῆς ψυχῆς τρό‐ πον. ἐκείνη μὲν γὰρ τῶν πεπληθυσμένων οὖσα δοκεῖ καὶ
120συμπάσχειν πως δι’ οἰκειότητα τῷ σώματι καὶ κρατεῖν ἔσθ’ ὅτε καὶ κρατεῖσθαι· ὁ δὲ Θεὸς λόγος οὐδὲν αὐτὸς
ἀπὸ τῆς κοινωνίας τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀλ‐ λοιούμενος οὐδὲ μετέχων τῆς ἐκείνων ἀσθενείας μεταδιδοὺς δὲ αὐτοῖς τῆς ἑαυτοῦ θεότητος, γίνεται σὺν αὐτοῖς ἕν, μέ‐137
125νων ἓν ὅπερ ἦν καὶ πρὸ τῆς ἑνώσεως· καινότερος οὗτος ὁ τρόπος τῆς κράσεως ἢ ἑνώσεως· καὶ κιρνᾶται καὶ μένει παν‐ τάπασιν ἄμικτος καὶ ἀσύγχυτος καὶ ἀδιάφθορος καὶ ἀμε‐ τάβλητος, οὐ συμπάσχων ἀλλὰ συμπράττων μόνον, οὐδὲ συμφθειρόμενος καὶ συναλλοιούμενος ἀλλὰ συναύξων μὲν
130ἐκεῖνα, αὐτὸς δὲ μὴ μειούμενος ὑπ’ αὐτῶν, πρὸς τῷ μένειν
ἄτρεπτος καὶ ἀσύγχυτος, ἐπειδὴ καὶ καθαρῶς πάσης ἀλλοιώσεως ἀμέτοχός ἐστιν. μάρτυς τούτων Πορ‐ φύριος ὁ κατὰ Χριστοῦ κινήσας τὴν ἑαυτοῦ γλῶσσαν. ἰσχυραὶ δὲ τῶν ἐχθρῶν αἱ ὑπὲρ ἡμῶν μαρτυρίαι καὶ138
135μηδεμίαν ἀντιλογίαν ἐπιδεχόμεναι. οὗτος τοίνυν ὁ Πορφύριος ἐν τῷ δευτέρω λόγῳ τῶν συμμίκτων ζητημάτων γράφει κατὰ λέξιν οὕτως·
οὐκ ἀπογνωστέον οὖν ἐνδέχεσθαί
τινα οὐσίαν παραληφθῆναι εἰς συμπλήρωσιν ἑτέρας οὐσίας139
140καὶ εἶναι μέρος οὐσίας μένουσαν κατὰ τὴν ἑαυτῆς φύσιν μετὰ τὸ συμπληροῦν ἄλλην οὐσίαν, ἕν τε σὺν ἄλλῳ γενο‐ μένην καὶ τὸ καθ’ ἑαυτὸν ἓν διασώζουσαν, καὶ τὸ μεῖζον αὐτὴν μὲν μὴ τρεπομένην, τρέπουσαν δὲ ἐκεῖνα ἐν οἷς ἂν γίγνηται εἰς τὴν ἑαυτῆς ἐνέργειαν τῇ παρουσίᾳ.
145
λέγει δὲ ταῦτα περὶ τῆς ἑνώσεως τῆς ψυχῆς καὶ τοῦ σώματος. εἰ δὲ ἐπὶ τῆς ψυχῆς ἀληθὲς ὁ λόγος διὰ τὸ ἀσώματον,
πολλῷ πλεῖον ἐπὶ τοῦ θεοῦ λόγου, τοῦ μᾶλλον ἀσυγκρίτως καὶ κατὰ ἀλήθειαν ὄντος ἀσωμάτου. ὅπερ ἄντικρυς ἀπο‐140

3

(150)

φράττει τὰ στόματα τῶν ἐπιχειρούντων κατηγορεῖν τῆς τοῦ Θεοῦ ἑνώσεως πρὸς τὸν ἄνθρωπον. τοῦτο γὰρ Ἑλλήνων οἱ πολλοὶ γέλωτα ποιοῦνται, φάσκοντες ἀδύνατον καὶ ἀπίθα‐ νον καὶ ἀπρεπὲς εἶναι συγγενέσθαι θνητῇ φύσει τὸ θεῖον κατὰ κρᾶσιν καὶ ἕνωσιν· ἀλλ’ ἡμεῖς τοῖς εὐδοκίμοις αὐτῶν
155χρησάμενοι μάρτυσιν ἀποδυόμεθα τὴν αἰτίαν. λέγεται δὲ παρά τισιν, καὶ μάλιστα παρὰ τοῖς Εὐνομιανοῖς, ἡνῶσθαι τὸν Θεὸν λόγον τῷ σώματι οὐ κατ’ οὐσίαν ἀλλὰ κατὰ τὰς ἑκατέρου δυνάμεις. οὐ γὰρ εἶναι τὰς οὐσίας τὰς ἑνω‐ θείσας ἢ κραθείσας, ἀλλὰ τὰς δυνάμεις τοῦ σώματος ταῖς141
160δυνάμεσι ταῖς θείαις συγκεκρᾶσθαι· δυνάμεις δὲ τοῦ σώματος πάντως δήπου τοῦ ὀργανικοῦ κατὰ Ἀριστοτέλην
λέγουσιν εἶναι τὰς αἰσθήσεις· ταύταις οὖν αἱ θεῖαι δυνάμεις συγκιρνάμεναι, τὴν ἕνωσιν ἀπειργάσαντο κατ’ αὐτούς. οὐδεὶς δ’ ἂν αὐτοῖς οἶμαι συγχωρήσειεν τὰς αἰσθήσεις σωματι‐142
165κὰς δυνάμεις ἀποφαινομένοις. διώρισται γὰρ ἐν τοῖς ἔμπρο‐ σθεν σαφῶς τίνα μὲν ἴδια σώματος, τίνα δὲ ψυχῆς, τίνα δὲ τοῦ συναμφοτέρου· καὶ ἐν τοῖς ἰδίοις τοῦ συναμφοτέρου τὰς δι’ ὀργάνων αἰσθήσεις ἐτίθεμεν· αὐτὰ δὲ τὰ ὄργανα τοῦ σώματος λέγομεν εἶναι.
170
βέλτιον οὖν ὡς προείρηται κατὰ τὴν οἰκείαν φύσιν τῶν ἀσωμάτων ἀσυγχύτως τὴν ἕνωσιν γίγνεσθαι τῶν οὐσιῶν, μηδὲν παραβλαπτομένης τῆς θειοτέρας ἐκ τῆς ὑποδεεστέρας· ἀλλὰ ταύτης μόνον ὠφελουμένης ἐκ τῆς θειοτέρας· ἐπείπερ ἡ καθαρῶς ἀσώματος φύσις χωρεῖ
175μὲν ἀκωλύτως διὰ πάντων, δι’ αὐτῆς δὲ οὐδέν· ὥστε τῷ μὲν χωρεῖν αὐτὴν διὰ πάντων ἡνῶσθαι· τῷ δὲ μηδὲν δι’ αὐτῆς μένειν ἄμικτον καὶ ἀσύγχυτον. οὐκ εὐδοκία τοίνυν ὁ τρόπος τῆς ἑνώσεως, ὥς τισιν τῶν ἐνδόξων ἀνδρῶν δοκεῖ, ἀλλ’ ἡ φύσις αἰτία. τὸ μὲν γὰρ ἀναλαβεῖν σῶμα κατ’143
180εὐδοκίαν εἴποι τις ἂν εὐλόγως γεγενῆσθαι· τὸ δὲ ἑνούμενον μὴ συγχυθῆναι κατὰ τὴν οἰκείαν τοῦ Θεοῦ φύσιν, οὐ κατ’ εὐδοκίαν γίνεται. τοὺς γὰρ βαθμοὺς τῶν ψυχῶν καὶ τὰς ἀναβάσεις καὶ καταβάσεις ἃς Ὠριγένης εἰσάγει, μηδὲν προσηκούσας ταῖς θείαις γραφαῖς, μηδὲ συνᾳδούσας τοῖς τῶν
185Χριστιανῶν δόγμασιν, παραλειπτέον.144

4

(1t)

περὶ σώματος
2 Πᾶν σῶμα τῶν τεσσάρων στοιχείων ἐστὶ σύγκριμα καὶ ἐκ τούτων γέγονεν· προσεχῶς δὲ τὰ τῶν ἐναίμων ζῴων ἐκ τῶν τεσσάρων χυμῶν, αἵματος, φλέγματος ξανθῆς τε
5χολῆς καὶ μέλανος· τὰ δὲ τῶν ἀναίμων ἔκ τε τῶν ἄλ‐ λων χυμῶν καὶ ἐκ τοῦ ἀναλογοῦντος ἐν αὐτοῖς τῷ αἵματι. προσεχῶς δὲ λέγεται ὅταν ἀμέσως ἐξ αὐτῶν ἐκείνων τι γίνηται. ὡς εἶναι τῶν μὲν τεσσάρων στοιχείων σύγκριμα τοὺς τέσσαρας χυμούς· τῶν δὲ χυμῶν τὰ ὁμοιομερῆ, ἅ
10ἐστι μόρια τοῦ σώματος. εἰκάζουσι δὲ τῇ μὲν γῇ τὴν
μέλαιναν χολήν· τῷ δὲ ὕδατι τὸ φλέγμα· τῷ δὲ ἀέρι τὸ αἷμα· τῷ δὲ πυρὶ τὴν ξανθὴν χολήν. πᾶν δὲ σύγ‐ κριμα στοιχείων ἢ στερεόν ἐστιν ἢ ὑγρὸν ἢ πνεῦμα. Ἀριστοτέλης δὲ προσεχῶς ἐξ αἵματος μόνου βούλεται γίνε‐145
15σθαι τὰ σώματα τῶν ζῴων. ἐκ τούτου γὰρ καὶ τρέφεσθαι προσεχῶς καὶ αὔξεσθαι πάντα τὰ τοῦ ζῴου μόρια· καὶ τὸ σπέρμα δὲ τὴν γένεσιν ἐξ αἵματος ἔχειν. ἀλλ’ ἐπείπερ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ οὐκ ἐδόκει καλῶς ἔχειν τά τε σκλη‐ ρότατα ὀστέα καὶ τὴν ἁπαλωτάτην σάρκα τε καὶ πιμελὴν
20γίνεσθαι ἤρεσεν Ἱπποκράτει πρώτῳ τὰ σώματα τῶν ζῴων ἐκ τῶν τεσσάρων χυμῶν συμπήγνυσθαι προσεχῶς· ἵν’ ἐκ μὲν τῶν γεωδεστέρων καὶ παχυμερεστέρων τὰ στερεώτερα
γίνωνται, ἐκ δὲ τῶν μαλακωτέρων τὰ μαλακά. εὑρίσκονται δὲ πολλάκις οἱ τέσσαρες ἐν τῷ αἵματι χυμοί, ὡς ἔστιν ἰδεῖν146
25ἐν ταῖς φλεβοτομίαις, ποτὲ μὲν τοῦ ὀρρώδους φλέγματος πλεονάζοντος ἐν αὐτῷ, ποτὲ δὲ τῆς μελαίνης ἢ ξανθῆς χολῆς· ὅθεν δοκοῦσί πως ἀλλήλοις συμφωνεῖν οἱ ἄνδρες. ἔστι δὲ τῶν ἐν τοῖς ζῴοις μερῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ· οἷον ὁμοιομερῆ μὲν ἐγκέφαλος, μήνιγ‐
30γες, νεῦρον, μυελός, ὀστέον, ὀδούς, χόνδρος, ἀδένες, σύν‐ δεσμος, ὑμένες, ἶνες, τρίχες, ὄνυχες, σάρκες, φλέβες,
ἀρτηρίαι, πόροι, πιμελή, δέρμα, καὶ τὰ οἱονεὶ στοιχεῖα προσεχῆ τούτων, αἷμα καθὸ αἷμα καθαρόν, φλέγμα, χολὴ μέλαινα καὶ ξανθή. ὁ γὰρ τένων σύνθετός ἐστιν ἔκ147
35τε συνδέσμου καὶ νευρωδῶν ἰνῶν· ἀνομοιομερῆ δὲ κεφαλή. θώραξ, χεῖρες, πόδες, καὶ τὰ ἄλλα μέλη τοῦ ἀνθρώπου. οὐ γὰρ εἰς κεφαλὴν διαιρεῖται ἡ κεφαλή, ὥσπερ τὸ νεῦρον εἰς νεῦρον καὶ ἡ φλὲψ εἰς φλέβα καὶ ἡ σὰρξ εἰς σάρκα· πᾶν δὲ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν σύνεστηκεν, ὡς ἡ κεφαλὴ
40ἐκ νεύρων καὶ σαρκῶν καὶ ὀστέων καὶ τῶν τοιούτων· καλοῦσι δὲ ταῦτα καὶ ὀργανικά. ὅρος δὲ ὁμοιομερῶν οὗτος· ὧν τὰ μόρια τῷ τε ὅλῳ καὶ ἀλλήλοις ἐστὶν ὅμοια· τὸ δὲ ὅμοιον νῦν ἀντὶ τοῦ ταὐτὸν δεῖ λαμβάνειν. οὐ πᾶν δὲ ζῷον πάντα τὰ μόρια τοῦ σώματος κέκτηται· ἀλλ’ ἔστιν ἔνια κολοβά.
45τὰ μὲν γάρ ἐστιν ἄποδα, ὡς ἰχθύες καὶ ὄφεις· τὰ δὲ ἀκέ‐ φαλα, ὡς καρκίνοι καὶ κάραβοι καὶ τῶν νηκτῶν ἔνια· ἐν γὰρ τῷ στήθει τὰ αἰσθητήρια ἔχουσι διὰ τὸ μὴ ἔχειν κε‐ φαλήν· τὰ δὲ πνεύμονος ἐστέρηται, ὅσα μὴ ἀναπνεῖ τὸν
ἀέρα· τὰ δὲ κύστιν οὐκ ἔχει, ὡς ὄρνιθες καὶ πάντα τὰ μὴ148

4

(50)

οὐροῦντα· τὰ δὲ ὀστρακόδερμα τῶν πλείστων ἀμοιρεῖ μελῶν· ἐν ὀλίγοις γὰρ αὐτοῖς τὸ εἶναι ζῴοις ὑπάρχει· δοκεῖ δέ τινα καίτοι ἔχοντα μὴ ἔχειν· ὡς ἔλαφοι δοκοῦσι μὴ ἔχειν τὴν ξανθὴν χολήν, ἐπειδήπερ ἐν τοῖς ἐντέροις ἔχουσιν αὐτὴν διεσπαρμένην καὶ ἀφανῆ· ὁ δὲ ἄνθρωπος καὶ πάντα καὶ
55τέλεια καὶ ὡς οὐκ ἂν ἄλλως ἐνδέχοιτο καλῶς ἔχει πάν‐ τα. οὕτω δὲ καὶ κατὰ τὴν θέσιν τῶν μορίων πολλὴ δια‐ φορὰ τοῖς ζῴοις. τὰ μὲν γὰρ ἔχει τοὺς μαστοὺς ἐν τῷ στήθει· τὰ δὲ ἐν τῇ κοιλίᾳ· τὰ δὲ ὑπὸ τοὺς μηρούς· καὶ τὰ μὲν δύο, τὰ δὲ τέσσαρας, τὰ δὲ πλείους. σχεδὸν
60γὰρ συνεμέτρησεν ἡ φύσις τῷ τῶν γεννωμένων ἀριθμῷ τὸ πλῆθος τῶν μαστῶν. εἰ δέ τις ἀκριβῶς ἐκλέγειν ταῦτα
βούλοιτο, τὴν περὶ ζῴων ἱστορίαν Ἀριστοτέλους ἀναγινωσκέτω. οὐ γὰρ τῆς προκειμένης γραφῆς ἀκριβοῦν ἐστι ταῦτα, ἀλλ’ οἷον ὑπογραφάς τινας καὶ τύπους ἐκτίθεσθαι.149
65
μετέλθωμεν οὖν ἐπὶ τὸν τῶν στοιχείων λόγον, ἐξ ἀκολουθίας ἐπι‐ ζητούμενον.
67

5

(1t)

περὶ στοιχείων
2 Τὸ στοιχεῖον τὸ κοσμικόν ἐστιν μέρος ἐλάχιστον τοῦ συγ‐ κρίματος τῶν σωμάτων. εἰσὶ δὲ στοιχεῖα τέσσαρα, γῆ, ὕδωρ, ἀήρ, πῦρ, συντεταγμένα κατὰ τὴν εἰρημένην τάξιν
5ἀπὸ τῶν κάτωθεν ἐπὶ τὰ ἄνω, σώματα καὶ αὐτὰ ὄντα πρῶ‐
τά τε καὶ ἁπλᾶ ὡς πρὸς τὰ ἄλλα σώματα. καὶ γὰρ πᾶν στοιχεῖον ὁμογενές ἐστι τοῖς ὧν ἐστι στοιχεῖον. ἡ μὲν γὰρ ἀρχὴ οὐχ ὁμογενὴς τοῖς ἐξ αὐτῆς· τὸ δὲ στοιχεῖον πάντως ὁμογενές. ἀλλ’ ὅτι μὲν γῆ καὶ ὕδωρ ἀήρ τε καὶ πῦρ ἐστι150
10τὰ στοιχεῖα, δῆλον. καὶ γὰρ ἐν τούτοις ἄκραι αἱ ποιότητες δυνάμει καὶ ἐνεργείᾳ φαίνονται· οὐ μὴν τῶν αἰσθητῶν τι τούτων στοιχείων ἄκρατον καὶ ἀνεπίμικτόν ἐστιν ἑτέρου στοιχείου· νενόθευται γὰρ ἠρέμα πως ἅπαντα ταῦτα καὶ μετείληφεν ἀλλήλων μᾶλλον καὶ ἧττον· ἀλλὰ καὶ ἐν τῇ
15μίξει κατάδηλός ἐστιν ἡ φύσις αὐτῶν. ἕκαστον δὲ τῶν στοι‐ χείων κατὰ συζυγίαν δύο ποιότητας ἔχει τὰς εἰδοποιούσας αὐτό. ἔστι γὰρ ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρά· τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν· ὁ δὲ ἀὴρ ὑγρὸς καὶ θερμὸς κατὰ τὴν ἑαυτοῦ φύσιν· τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν. οὐ μὴν αἱ
20ποιότητες καθ’ ἑαυτὰς εἶναι δύνανται στοιχεῖα. οὐ γὰρ ἐκ ποιοτήτων ἀσωμάτων οἷόν τε συστῆναι σώματα, ἀλλ’ οὐδὲ
τὰ ἄλλα σώματα μὴ ἄκραν ἔχοντα καὶ κατ’ ἐνέργειαν τὴν ποιότητα δυνατὸν εἶναι στοιχεῖα. ἦν γὰρ ἂν ἄπειρα τὰ στοιχεῖα, πάντων τῶν ὄντων τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον151
25ποιότητα κεκτημένων καὶ οὐ δυναμένων διακριθῆναι ποῖα ποίων ἐστὶ στοιχεῖα. ἀνάγκη τοίνυν εἶναι τὸ στοιχεῖον καὶ σῶ‐ μα καὶ ἁπλοῦν σῶμα καὶ κατ’ ἐνέργειαν ἔχον ἄκρας τὰς ποιό‐ τητας, λέγω δὲ θερμότητα ψυχρότητα ὑγρότητα ξηρό‐ τητα. αὗται γὰρ μόναι τῶν ποιοτήτων ὅλην δι’ ὅλου μεταβάλ‐
30λουσι τὴν οὐσίαν· τῶν δὲ ἄλλων ποιοτήτων οὐδεμία τοῦτο δρᾷ. οὔτε γὰρ τὸ λευκὸν πλησιάζον σώματι λευκαίνει αὐτὸ διόλου, ὡς τὸ θερμὸν θερμαίνει καὶ τὸ ψυχρὸν ψύχει, οὔτε τῶν ἄλλων οὐδέν. ἐναντία δὲ ἀλλήλοις ἐστὶ τὰ στοιχεῖα τὰ κατὰ τὰς δύο ποιότητας ἐναντία, ὡς τὸ ὕδωρ τῷ πυρί,
35ψυχρὸν ὂν καὶ ὑγρόν, θερμῷ ὄντι καὶ ξηρῷ· καὶ ἡ γῆ τῷ ἀέρι, ψυχρὰ οὖσα καὶ ξηρά, τῷ θερμῷ καὶ ὑγρῷ.
ἐπειδὴ
δὲ τὰ ἐναντία συνάπτεσθαι ἀλλήλοις οὐκ ἐδύνατο μὴ μέσου τινὸς δεσμοῦ τεταγμένου τοῦ συνδέοντος αὐτὰ ἔταξεν ὁ152
40δημιουργὸς ἐν μέσῳ μὲν τῆς γῆς καὶ τοῦ ἀέρος, ἐναντίων ὄντων, τὸ ὕδωρ, δοὺς αὐτῷ δύο ποιότητας, ψυχρότητα καὶ ὑγρότητα, καθ’ ἃς ἐδύνατο τοῖς ἄκροις συναπτόμενον συνδεῖν αὐτά. τῷ μὲν γὰρ ψυχρῷ συνοικειοῦται τῇ γῇ· τῷ δὲ ὑγρῷ συνάπτεται τῷ ἀέρι. πάλιν μέσον τοῦ ὕδατος
45καὶ τοῦ πυρός, ἐναντίων ὄντων καὶ αὐτῶν, ἔταξε τὸν ἀέρα, τῇ μὲν ὑγρᾷ ποιότητι οἰκειούμενον τῷ ὕδατι, τῇ δὲ θερμῇ τῷ πυρί· καὶ οὕτω τὰ ἐναντία συνῆψεν ἀλλήλοις διὰ μέσων τινῶν τῶν συνδεόντων καὶ ἑαυτὰ καὶ τὰ συνδούμενα. ὁ γὰρ τοιοῦτος δεσμὸς ἄριστός ἐστιν. ἕκαστον οὖν αὐτῶν κατὰ μὲν

5

(50)

τὴν ἑτέραν ποιότητα συνῆψε τῷ πρὸ αὐτοῦ, κατὰ δὲ τὴν
ἑτέραν τῷ μετ’ αὐτό· οἷον τὸ ὕδωρ ψυχρόν ἐστι καὶ ὑγρόν· ἀλλὰ κατὰ μὲν τὸ ψυχρὸν τῇ γῇ συνάπτεται, οὔσῃ πρὸ αὐτοῦ κατὰ τὴν ἄνοδον· κατὰ δὲ τὸ ὑγρὸν τῷ ἀέρι, ὄντι μετ’ αὐτό. ὁμοίως καὶ ὁ ἀὴρ κατὰ μὲν τὸ ὑγρὸν συν‐153
55άπτεται τῷ ὕδατι, πρὸ αὐτοῦ ὄντι· κατὰ δὲ τὸ θερμὸν τῷ πυρὶ μετ’ αὐτὸν ὄντι. καὶ τὸ πῦρ δὲ κατὰ μὲν τὴν θερμότητα συνάπτεται τῷ ἀέρι πρὸ αὐτοῦ ὄντι· κατὰ δὲ τὴν ξηρότητα τῇ γῇ κατ’ ἐπίκλασιν καὶ ἐπιστροφὴν τὴν πρὸς τὸ ἄκρον· οὕτω δὲ καὶ ἡ γῆ κατὰ μὲν τὸ ψυχρὸν
60τῷ ὕδατι· κατὰ δὲ τὸ ξηρὸν τῷ πυρὶ κατ’ ἐπίκλασιν. ἵνα γὰρ μὴ μόνον τὴν πρὸς τὸ ἄνω καὶ τὸ κάτω κάθοδόν τε καὶ
ἄνοδον τὴν σχέσιν ἔχῃ τὰ στοιχεῖα ἀλλὰ καὶ τὴν κατὰ κύκλον ἐπέκαμψέ πως καὶ ἐπέστρεψε τὰ ἄκρα πρὸς ἄλ‐ ληλα· λέγω δὲ τὸ πῦρ καὶ τὴν γῆν· καὶ γὰρ τὸ πῦρ154
65ἀποβαλὸν τὴν θερμότητα μόνην γίνεται γῆ· τοῦτο δὲ δῆλον ἐκ τῶν κεραυνῶν· καταφερόμενον γὰρ τὸ πῦρ καὶ ψυχό‐ μενον ἐκ τῆς ὑπεροπτήσεως ἀπολιθοῦται. διὸ πᾶς κεραυνὸς μετὰ λίθου καὶ θείου φέρεται· ἔστι δὲ τὸ θεῖον ὥσπερ πῦρ ἀπεψυγμένον, οὐκέτι θερμὸν κατ’ ἐνέργειαν ἀλλὰ
70δυνάμει, τὸ δὲ ξηρὸν καὶ ἐνεργείᾳ. μόνα δὲ τὰ στοιχεῖα κατ’
ἐνέργειαν ἔχει τὰς ποιότητας· τὰ δ’ ἄλλα πάντα δυνά‐ μει ἐὰν μὴ πλησίασῃ στοιχείῳ.
ἵνα δὲ μηδέποτε ἐπιλίπῃ μήτε τὰ στοιχεῖα μήτε τὰ ἐξ αὐτῶν συγκρίματα σοφῶς
155
75ὁ δημιουργὸς ἐτεχνάσατο ὥστε τὰ στοιχεῖα καὶ εἰς ἄλ‐ ληλα μεταβάλλεσθαι καὶ εἰς τὰ συγκρίματα, καὶ πάλιν τὰ συγκρίματα εἰς τὰ στοιχεῖα ἀναλύεσθαι. καὶ οὕτως ἐξ ἀλληλογονίας διαρκοῦς συνιστάμενα σῴζεται διὰ παντός. γῆ μὲν γὰρ πηλωθεῖσα γίνεται ὕδωρ· ὕδωρ δὲ πυκνωθὲν καὶ
80πιληθὲν γίνεται γῆ· θερμανθὲν δὲ καὶ ἐξατμισθὲν γίνεται
ἀήρ· ἀὴρ δὲ συναχθεὶς μὲν καὶ πυκνωθεὶς γίνεται ὕδωρ· ξηρανθεὶς δὲ εἰς πῦρ μεταβάλλει· οὕτω δὲ καὶ τὸ πῦρ σβεσθὲν μὲν καὶ ἀποβαλὸν τὴν ξηρότητα ἐξαεροῦται. ἔστιν γὰρ ἀὴρ σβέσις πυρὸς καὶ ἀτμὸς ὕδατος θερμανθέντος.156
85ἐξ ἀμφοτέρων οὖν δῆλον ὡς ἐκ θερμότητος ἡ γένεσις αὐτῷ· καὶ γὰρ θερμανθὲν τὸ ὕδωρ καὶ σβεσθὲν τὸ πῦρ ἀὴρ γίνεται. ἔστιν οὖν κατὰ μὲν τὴν οἰκείαν φύσιν θερμός· ψύ‐ χεται δὲ τῇ γειτνιάσει τῇ πρὸς τὸ ὕδωρ καὶ τὴν γῆν· ὡς τὰ μὲν κάτω μέρη αὐτοῦ τὰ πρὸς τῇ γῇ ψυχρὰ εἶναι·
90τὰ δὲ ἄνω καὶ πρὸς τῷ πυρὶ θερμά. συμβαίνει δὲ τοῦτο διὰ τὸ μαλακὸν καὶ εὐπαθὲς τοῦ ἀέρος· ταχέως γὰρ ἐξί‐ σταται τῆς οἰκείας φύσεως καὶ μεταβάλλεται.
Ἀριστοτέ‐
λης δὲ δύο γένη τοῦ ἀέρος εἶναι φησίν· τὸ μὲν ἀτμῶδες,157
95τὸ ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὕδατος· τὸ δὲ καπνῶδες, τὸ ἐκ τῆς σβέσεως τοῦ πυρός· καὶ τὸ μὲν καπνῶδες θερμὸν εἶναι· τὸ δὲ ἀτμῶδες ἔνθα μὲν τίκτεται θερμὸν καὶ αὐτό, προϊὸν δὲ κατὰ μέρος ψύχεσθαι, καὶ προκόπτον ἐξυδα‐ τοῦσθαι. ἵνα δὲ καὶ ἄλλα τινὰ δοκοῦντα εἶναι ἄτοπα δια‐

5

(100)

φύγῃ καὶ πρὸς τούτοις τὸ τὰ ὑψηλότερα καὶ πολὺ τῆς γῆς ἀφεστῶτα ψυχρότερα φαίνεσθαι, διττὴν ὑπέθετο τὴν φύσιν αὐτοῦ.
πάντα δὲ τὰ σώματα τὴν γένεσιν ἐκ τῆς συνόδου τῶν τεσσάρων τούτων στοιχείων ἔχει, τά τε τῶν
105φυτῶν καὶ τὰ τῶν ζῴων· τῆς φύσεως τὰ καθαρώτατα τῶν στοιχείων εἰς τὴν γένεσιν τούτων τῶν σωμάτων ἑλκούσης. καλεῖ δὲ ταῦτα τὰ σώματα Ἀριστοτέλης φυσικά· οὐ κατὰ
σωρείαν συντιθεμένων αὐτῶν ἀλλ’ ὅλων δι’ ὅλου εἰς ἕνωσιν ἀνακιρναμένων καὶ ἕν τι καὶ ἄλλο παρ’ ἑαυτὰ ποιούντων τὸ158
110σῶμα· οὕτω γὰρ ἥνωται ὡς μὴ οἷόν τε εἶναι διακρῖναι αὐτά· μηδὲ ἰδίᾳ μὲν θεάσασθαι τὴν γῆν, ἰδίᾳ δὲ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ, τῷ ἕν τι καὶ ἄλλο παρὰ ταῦτα ἐκ τῆς συνόδου τῶν τεσσάρων γεγενῆσθαι, ὡς ἐπὶ τῆς τε‐ τραφαρμάκου. καὶ γὰρ ἐκεῖ ἄλλο ἡ τετραφάρμακος παρὰ
115τὰ ἐξ ὧν σύγκειται, οὐχ ὁμοίως μέντοι. οὐ γὰρ κατὰ παράθεσιν τὴν τῶν λεπτομερεστάτων, ὡς ἐν τῇ τετραφαρ‐ μάκῳ, τὰ στοιχεῖα ποιεῖ τὰ σώματα· ἀλλὰ κατὰ μετα‐ βολὴν καὶ ἑνότητα.
πάλιν δὲ εἰς τὰ στοιχεῖα ἀναλύεται τὰ159
120σώματα φθειρόμενα, καὶ τούτῳ τῷ τρόπῳ διαμένει διηνε‐ κῶς τὰ πάντα καὶ διαρκεῖ πρὸς τὴν τῶν ὄντων γένεσιν μήτε πλεονάζοντά ποτε μήτε μειούμενα· ὅθεν καὶ τὴν ἄλλου γένεσιν ἄλλου φθορὰν εἶναί φασιν καὶ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν, οὐ μόνον κατὰ τὴν ψυχὴν ὡς
125προείρηται ἀλλὰ καὶ κατὰ τὸ σῶμα.
Πλάτωνι δὲ δοκεῖ τὰ μὲν τρία στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα. τὴν δὲ γῆν ἀμετάβλητον μένειν. ἀπεικάζων γὰρ ἑκάστῳ στοιχείῳ τὰ στερεώματα τῶν εὐθυγράμμων σχημάτων (τῇ μὲν γῇ τὸ
130κυβικὸν σχῆμα ἐπειδὴ ἀκινητότατον τῶν λοιπῶν ἐστιν, ὕδατι δὲ τῶν λοιπῶν τὸ δυσκινητότατον τὸ εἰκοσάεδρον, τὸ δὲ εὐκινητότατον τὸ πυραμοειδὲς τῷ πυρί, τὸ δὲ ὀκτάεδρον τῷ ἀέρι, ὅπερ ἐστὶν εὐκινητότερον μὲν ὕδατος δυσκινητότερον δὲ πυρός), ἐκ τούτων τῶν σχημάτων ποιεῖται
135τὴν ἀπόδειξιν τοῦ τὰ μὲν τρία εἰς ἄλληλα μεταβάλλειν, τὴν δὲ γῆν τοῦτο μὴ πάσχειν. τὰ μὲν γὰρ τρία, τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον, ἐκ σκαληνῶν τριγώνων συνίστασθαι, τὸν δὲ κύβον ἐξ ἰσοπλεύρων τρι‐ γώνων. ὅσα τοίνυν ἐκ τῶν σκαληνῶν συνέστη τριγώνων, ταῦτα160
140δύνασθαι διαλυόμενα καὶ πάλιν συνιόντα εἰς ἄλληλα μετα‐ βάλλεσθαι· μήτε δὲ κύβον διαλυθέντα εἴς τι τῶν ἄλλων τριῶν σχημάτων δύνασθαι μεταβάλλειν (ἐξ ἰσοπλεύρων γὰρ τριγώνων συνέστηκεν ἐξ ὧν οὐδὲν τῶν ἄλλων τριῶν συστῆναι δύναται), μήτ’ αὖ τι τῶν τριῶν σχημάτων εἰς κύ‐
145βον. ἀνάγκη οὖν καὶ τὰ εἰδοποιηθέντα σώματα κατὰ τὰ
εἴδη ταῦτα οὕτως ἔχειν πρὸς ἄλληλα ὡς ἐκεῖνα εἶχεν. οὐ μὴν ἀπαθὴς ἔμεινεν ἡ γῆ ἀλλὰ διαιρεῖται ὑπὸ τῶν λεπτομερεστέρων σωμάτων ἀναστοιχειουμένη μὲν οὐ μὴν καὶ μεταβαλλομένη εἰς τὰ διαιροῦντα αὐτήν. πάλιν γὰρ161

5

(150)

συνιοῦσα εἰς ἑαυτὴν ἀποκαθίσταται, ὅπερ φαίνεται ἐν τῷ ὕδατι. ἐὰν γὰρ εἰς ὕδωρ γῆν ὀλίγην βαλὼν ταράξῃς δια‐ λύεται εἰς ὕδωρ ἡ γῆ· ἐὰν δὲ παύσῃ ταράττων στάσιν λαβόντος τοῦ ὕδατος ὑφιζάνει· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ πάσης τῆς γῆς δεῖ νοεῖν· οὐκ ἔστι δὲ τοῦτο μεταβολὴ
155ἀλλὰ διάκρισις τῶν μεμιγμένων. λέγει δὲ ὁ Πλάτων καὶ ὑπὸ τῆς ὀξύτητος τοῦ πυρὸς λύεσθαι τὴν γῆν· ἡ δὲ λυ‐
θεῖσα φέρεται ἐν αὐτῷ ἢ ἐν ἀέρος ὄγκῳ, δηλονότι ὅταν ἀὴρ αὐτὴν διαλύσῃ, ἢ ἐν ὕδατι ὅταν ὑφ’ ὕδατος λυθῇ. λέγει δὲ κατ’ ἄλλον τρόπον διαιρῶν ἕκαστον τῶν στοιχείων162
160τρεῖς ποιότητας ἔχειν· τὸ μὲν πῦρ ὀξύτητα μανότητα κίνησιν, τὸ δὲ ἕτερον ἄκρον τῶν στοιχείων τουτέστι τὴν γῆν τὰς ἐναντίας ταύταις ποιότητας ἀμβλύτητα πυκνό‐ τητα στάσιν, ὡς εἶναι κατὰ ταύτας τὰς ποιότητας ἐναντία τὴν γῆν καὶ τὸ πῦρ (ὅπερ οὐκ ἦν κατὰ τὰς ἄλλας τὰς ἐν
165συζυγίᾳ ποιότητας) εἰλῆφθαι δὲ ἀφ’ ἑκατέρων τῶν ἄκρων ποιότητας καὶ οὕτως τὰ μέσα στοιχεῖα γεγενῆσθαι· λαμ‐ βάνονται γὰρ τοῦ μὲν πυρὸς δύο ποιότητες, ἡ μανότης
καὶ ἡ κίνησις, μία δὲ τῆς γῆς, ἡ μανότης, καὶ συνίστα‐ ται ὁ ἀὴρ εἰδοποιοὺς ἔχων ποιότητας ἀμβλύ‐163
170τητα μανότητα κίνησιν. πάλιν δύο λαμβάνονται ποιότητες τῆς γῆς, ἀμβλύτης καὶ πυκνότης· τοῦ δὲ πυρὸς μία μόνη ἡ κίνησις· καὶ γίνεται τὸ ὕδωρ εἰδοποιούμενον καὶ αὐτὸ ἀμβλύτητι πυκνότητι κινήσει· ἔστιν οὖν ὡς ὀξύτης πρὸς ἀμβλύτητα οὕτω πῦρ πρὸς ἀέρα· ὡς δὲ μανότης πρὸς
175πυκνότητα, οὕτως ἀὴρ πρὸς ὕδωρ· ὡς δὲ κίνησις πρὸς στά‐ σιν, οὕτως ὕδωρ πρὸς γῆν. ὡς ἄρα πῦρ πρὸς ἀέρα, οὕτως ἀὴρ πρὸς ὕδωρ· καὶ ὡς ἀὴρ πρὸς ὕδωρ, οὕτως ὕδωρ πρὸς γῆν. πέφυκε γὰρ τὰ μὲν ἐπίπεδα ὑπὸ μιᾶς μεσότητος συν‐ έχεσθαι, τουτέστιν ἀναλογίας· τὰ δὲ στερεὰ ὑπὸ δύο
180μεσοτήτων.
κατ’ ἄλλον δὲ τρόπον λέγουσι ποιότητας ἔχειν τὰ στοιχεῖα· τὴν μὲν γὰρ γῆν καὶ τὸ ὕδωρ βαρύτητα ἔχειν καθ’ ἣν κάτω φύσει φέρονται, τὸν δὲ ἀέρα καὶ τὸ πῦρ κουφότητα καθ’ ἣν ἄνω φύσει φέρονται.
185
λέγουσι δὲ οἱ Στωϊκοὶ τῶν στοιχείων τὰ μὲν εἶναι δραστικὰ τὰ δὲ παθητικά· δραστικὰ μὲν ἀέρα καὶ πῦρ· παθητικὰ δὲ γῆν καὶ ὕδωρ.
Ἀριστοτέλης δὲ καὶ πέμπτον εἰσάγει σῶμα164
190τὸ αἰθέριον καὶ κυκλοφορικόν, μὴ βουλόμενος τὸν οὐρανὸν ἐκ τῶν τεσσάρων στοιχείων γεγενῆσθαι (κυκλοφορικὸν δὲ λέγει τὸ πέμπτον σῶμα ὅτι ἐν κύκλῳ περὶ αὑτὸ φέ‐ ρεται), τοῦ Πλάτωνος διαρρήδην φάσκοντος ἐκ πυρὸς καὶ γῆς αὐτὸν συνεστάναι. λέγει δὲ οὕτως·
195
σωματοειδὲς δὲ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι, χωρὶς δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στε‐ ρεοῦ· στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς συνιστάναι σῶμα ὁ θεὸς ἀρχόμενος ἐποίει.

5

(200)

δύο δὲ μόνα καλῶς συνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν,
δεσμὸν γὰρ ἐν μέσῳ δεῖ ἀμφοῖν συναγωγὸν γίνεσθαι· δεσμῶν δὲ κάλλιστος ὃς ἂν ἑαυτόν τε καὶ τὰ ξυνδούμενα ὅτι μάλιστα ἓν ποιῇ· τοῦτο δὲ πέφυκεν ἀναλογία κάλ‐ λιστα ἀποτελεῖν.165
205
δεσμὸν λέγων τὰ μέσα δύο στοιχεῖα ἐξ ἀναλογίας εἰλημμένα τῆς προρρηθείσης.
οἱ δὲ τὰ τῶν Ἑβραίων πρεσβεύοντες διαφέρονται περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς. οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἐξ οὐδεμιᾶς προϋποκειμένης
210ὕλης φάσκουσι γεγενῆσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπειδὴ Μωϋσῆς φασιν
ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·
Ἀπολινάριος δὲ ἐκ τῆς ἀβύσσου πεποιηκέναι τὸν
215θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν βούλεται· τῆς γὰρ ἀβύσσου Μωϋσῆς οὐκ ἐμνημόνευσεν ἐν τῇ γενέσει τοῦ κόσμου ὡς γενομένης· ἐν δὲ τῷ Ἰὼβ εἴρηται·
ὁ ποιήσας τὴν ἄβυσσον· ἐκ ταύτης οὖν ὡς ἐξ ὕλης βούλεται τὰ ἄλλα πάντα γε‐
166
220γενῆσθαι· οὐ μὴν ἀγένητον ἀλλὰ γενητὴν αὐτὴν εἶναι, πρὸ πάντων τῶν σωματικῶν προκαταβεβλημένην ὑπὸ τοῦ δημι‐ ουργοῦ πρὸς τὴν τῶν ἄλλων ὑπόστασιν· δηλοῖ δὲ καὶ τοὔ‐ νομα τῆς ἀβύσσου τὸ τῆς ὕλης ἄπειρον.
ἀλλὰ τοῦτο μὲν
225ὅπως ἂν ἔχοι οὐδὲν διαφέρει. καὶ οὕτως γὰρ πάντων ὁ Θεὸς δημιουργὸς δείκνυται καὶ ἐξ οὐκ ὄντων πε‐ ποιηκὼς τὰ πάντα.
πρὸς δὲ τοὺς ἓν μόνον λέγοντας εἶναι
στοιχεῖον, ἢ τὸ πῦρ ἢ τὸν ἀέρα ἢ τὸ ὕδωρ, ἀρκέσει τὰ167
230παρὰ Ἱπποκράτους εἰρημένα·
εἰ ἓν ἦν ὁ ἄνθρωπος οὐδέ‐ ποτε ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ’ οὗ ἀλγήσειεν ἂν ἓν ὄν· εἰ δὲ καὶ ἤλγεεν ἓν ἂν ἦν τὸ ἰώμενον.
δεῖ γὰρ τὸ
235μέλλον ἀλγεῖν ἐν μεταβολῇ γενέσθαι μετ’ αἰσθήσεως· εἰ δὲ ἓν μόνον ἦν τὸ στοιχεῖον οὐκ ἦν εἰς ὃ μεταβλη‐ θείη· μὴ τρεπόμενον δὲ ἀλλὰ μένον ἐφ’ ἑαυτοῦ οὐκ ἂν ἤλγησεν, εἰ καὶ αἰσθητὸν ἦν· ἀνάγκη δὲ καὶ τὸ πάσχον ὑπό τινος πάσχειν· εἰ δὲ μόνον ἓν ἦν τὸ στοιχεῖον οὐκ
240ἦν ἂν ἑτέρα ποιότης παρὰ τὴν τοῦ ἑνὸς στοιχείου ὑφ’ ἧς ἔπαθεν ἂν τὸ ζῷον· εἰ δὲ μήτε μεταβληθῆναι μήτε παθεῖν ἐδύνατο, πῶς ἂν ἤλγησεν;
δείξας οὖν τοῦτο ἀδύ‐ νατον κατὰ συγχώρησιν ἐπάγει·
245
εἰ δὲ καὶ ἤλγεεν ἓν ἂν ἦν τὸ ἰώμενον· νῦν δὲ οὐκ ἔστιν ἓν τὸ ἰώμενον ἀλλὰ πολλά. οὐκ ἄρα ἓν ἦν ὁ ἄνθρωπος.
ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ πει‐ ρῶνται τὸ ἴδιον ἕκαστος κατασκευάζειν δόγμα, ἐκ τούτων
168

5

(250)

μάλιστα δείκνυται τέσσαρα ὄντα τὰ στοιχεῖα. καὶ γὰρ Θα‐ λῆς τὸ ὕδωρ μόνον λέγων εἶναι στοιχεῖον πειρᾶται δεικνύναι τὰ ἄλλα τρία ὑπὸ τούτου γινόμενα. τὴν μὲν γὰρ ὑποστάθμην αὐτοῦ γῆν γίνεσθαι· τὸ δὲ λεπτομερέστερον ἀέρα· τοῦ δὲ ἀέρος τὸ λεπτομερέστερον πῦρ. Ἀναξιμένης δὲ ἀέρα μόνον
255λέγων καὶ αὐτὸς ὁμοίως πειρᾶται δεικνύναι τὰ ἄλλα στοιχεῖα ἐκ τοῦ ἀέρος ἀποτελούμενα· Ἡράκλειτος δὲ καὶ
Ἵππαρχος ὁ Μεταποντῖνος τὸ πῦρ λέγοντες ταῖς αὐταῖς ταύταις ἀποδείξεσι κέχρηνται. ἐξ ὧν τοίνυν καὶ οὗτοί φασι τὸ πῦρ εἶναι τῶν ἄλλων στοιχείων γεννητικὸν καὶ169
260τῶν ἄλλων ὁ μὲν τὸ ὕδωρ, ὁ δὲ τὸν ἀέρα, ἐκ τούτων δεί‐ κνυται ὅτι πάντα τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλεται· πάντων δὲ εἰς ἄλληλα τρεπομένων, ἀνάγκη στοιχεῖα τὰ πάντα εἶναι. ὅπερ γὰρ ἂν λάβῃς τῶν τεσσάρων εὑρεθή‐ σεται καὶ τοῦτο ὑφ’ ἑτέρου γινόμενον.
265
τὸ δὲ σῶμα τῆς ψυ‐ χῆς ὄργανον ὑπάρχον ταῖς ψυχικαῖς δυνάμεσι συνδιαιρεῖ‐ ται. ταύταις γὰρ πρόσφορόν τε καὶ ἐπιτήδειον κατεσκεύασται πρὸς τὸ μηδεμίαν αὐτῆς δύναμιν ὑπὸ τοῦ σώματος ἐμποδίζε‐ σθαι. ἑκάστῃ γοῦν ψυχικῇ δυνάμει πρὸς τὴν ἐνέργειαν ἴδια
270μέρη τοῦ σώματος ἀποκεκλήρωται, ὡς προϊὼν ὁ λόγος ἀπο‐ δείξει. ἡ μὲν γὰρ ψυχὴ τάξιν ἐπέχει τεχνίτου, τὸ δὲ σῶμα ὀργάνου· ὕλη δέ ἐστιν περὶ ἃ ἡ πρᾶξις, τὸ δὲ ἀπο‐ τέλεσμα ἡ πρᾶξις αὐτή. οἷον ὡς ὕλη μὲν ὑπόκειται ἡ γυνή, περὶ ταύτην γὰρ ἡ πρᾶξις· ἡ δὲ πρᾶξις μοιχεία ἢ170
275πορνεία ἢ γάμος. διαιροῦνται δὲ αἱ ψυχικαὶ δυνάμεις εἴς τε τὸ φανταστικὸν καὶ διανοητικὸν καὶ μνημονευτικόν.
276

6

(1t)

περὶ τοῦ φανταστικοῦ
2 Φανταστικὸν μὲν οὖν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα· φανταστὸν δὲ τὸ τῇ φαντα‐ σίᾳ ὑποπῖπτον, ὡς αἰσθήσει αἰσθητόν· φαντασία δέ ἐστι
5πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον· φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς ἀπ’ οὐδενὸς φανταστοῦ γινόμενον.
οἱ δὲ Στωϊκοὶ τέσσαρα ταῦτά φασι, φαντασίαν, φανταστόν, φανταστι‐
171
10κόν, φάντασμα· φαντασίαν μὲν λέγοντες τὸ πάθος τῆς ψυχῆς τὸ ἐνδεικνύμενον ἐν ἑαυτῷ καὶ τὸ πεποιηκὸς φαντα‐ στόν. ὅταν γὰρ λευκὸν ἴδωμεν ἐγγίνεταί τι πάθος τῇ ψυχῇ
ἐκ τῆς λήψεως αὐτοῦ. ὡς γὰρ ἐν τοῖς αἰσθητηρίοις ἐγγί‐ νεται πάθος ὅταν αἰσθάνηται· οὕτω καὶ ἐν τῇ ψυχῇ172
15ὅταν ἐννοήσῃ. εἰκόνα γὰρ ἐν ἑαυτῇ δέχεται τοῦ νοητοῦ. φανταστὸν δὲ τὸ πεποιηκὸς τὴν φαντασίαν αἰσθητόν, οἷον τὸ λευκὸν καὶ πᾶν ὅ τι δύναται κινεῖν τὴν ψυχήν· φαντα‐ στικὸν δὲ τὸν διάκενον διελκυσμὸν ἄνευ φανταστοῦ· φάν‐ τασμα δὲ ὃ ἐφέλκομεν κατὰ τὸν φανταστικὸν διάκενον
20ἑλκυσμόν, ὡς ἐπὶ τῶν μεμηνότων καὶ μελαγχολώντων. ἡ δὲ διαφωνία τούτοις περὶ τὴν ἐναλλαγὴν μόνην γέγονε τῶν ὀνομάτων.
ὄργανα δὲ αὐτοῦ αἱ πρόσθιοι τοῦ ἐγκεφάλου κοιλίαι καὶ τὸ ἐν αὐταῖς ψυχικὸν πνεῦμα καὶ τὰ ἐξ αὐτῶν
25νεῦρα τὰ διάβροχα τῷ ψυχικῷ πνεύματι καὶ ἡ κατασκευὴ τῶν αἰσθητηρίων. ἔστι δὲ αἰσθητήρια μὲν πέντε· αἴσθησις δὲ μία ἡ ψυχική, ἡ γνωρίζουσα διὰ τῶν αἰσθητηρίων τὰ ἐν αὐτοῖς γινόμενα πάθη· καὶ τῷ μὲν γεωδεστάτῳ καὶ σωματικωτάτῳ τῶν αἰσθητηρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς173
30γεώδους φύσεως αἰσθάνεται· τῷ δὲ αὐγοειδεστάτῳ, ὅπερ
ἐστὶν ἡ ὄψις, τῶν αὐγοειδῶν· ὡς καὶ τῷ ἀεροειδεῖ τῶν τοῦ ἀέρος παθημάτων· ἀὴρ γάρ ἐστιν ἡ τῆς φωνῆς οὐσία ἢ ἀέρος πληγή· καὶ τῷ σπογγοειδεῖ δὲ καὶ ὑδατοειδεῖ, τῷ κατὰ τὴν γεῦσιν, τῶν χυμῶν ἀντιλαμβάνεται. ἕκαστον γὰρ174
35τῶν αἰσθητῶν διὰ τοῦ οἰκείου γνωρίζεσθαι πέφυκεν.
ἔδει τοίνυν κατὰ τοῦτον τὸν λόγον, ἐπειδὴ τέσσαρα στοιχεῖα, τέσσαρας εἶναι καὶ τὰς αἰσθήσεις· ἀλλ’ ἐπειδήπερ ὁ ἀτμὸς καὶ τὸ τῶν ὀσμῶν γένος μεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος καὶ
40ὕδατος· ἀέρος μὲν γάρ ἐστι παχυμερέστερος, ὕδατος δὲ λεπτομερέστερος· δῆλον δὲ γίνεται τὸ τοιοῦτον διὰ τῆς κο‐ ρύζης τοῦ πάθους· οἱ γὰρ κορυζῶντες ἕλκουσι μὲν τὸν ἀέρα διὰ τῆς ἀναπνοῆς· ἕλκοντες δὲ τοῦτον τῶν ἀτμῶν οὐκ ἀντιλαμβάνονται· διὰ γὰρ τὴν ἔμφραξιν τὸ παχυμερέστε‐
45ρον οὐκ ἀφικνεῖται πρὸς τὴν αἴσθησιν· τούτου χάριν πέμπτον αἰσθητήριον, ἡ ὄσφρησις, ὑπὸ τῆς φύσεως ἐξεύρηται, ἵνα μηδὲν τῶν δυναμένων εἰς γνῶσιν ἐλθεῖν διαφύγῃ τὴν αἴσθη‐ σιν.
ἔστιν δὲ ἡ αἴσθησις οὐκ ἀλλοίωσις, ἀλλὰ διάγνωσις175

6

(50)

ἀλλοιώσεως, ἀλλοιοῦται μὲν γὰρ τὰ αἰσθητήρια, διακρίνει δὲ τὴν ἀλλοίωσιν ἡ αἴσθησις· καλεῖται δὲ πολλάκις αἴσθησις καὶ τὰ αἰσθητήρια. ἔστι δὲ αἴσθησις ἀντίληψις τῶν αἰσθη‐ τῶν. δοκεῖ δὲ οὗτος ὁ ὅρος οὐκ αὐτῆς εἶναι τῆς αἰσθήσεως ἀλλὰ τῶν ἔργων αὐτῆς. διὸ καὶ οὕτως ὁρίζονται τὴν αἴσθη‐
55σιν· πνεῦμα νοερὸν ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τε‐ ταμένον. ἔστι δὲ καὶ οὕτως· δύναμιν ψυχῆς ἀντιληπτικὴν τῶν αἰσθητῶν, αἰσθητήριον δὲ ὄργανον τῆς ἀντιλήψεως τῶν αἰσθητῶν.
Πλάτων δὲ τὴν αἴσθησιν λέγει ψυχῆς καὶ176
60σώματος κοινωνίαν πρὸς τὰ ἐκτός. ἡ γὰρ δύναμις ψυχῆς· τὸ δὲ ὄργανον σώματος· ἄμφω δὲ διὰ φαντασίας ἀντι‐ ληπτικὰ τῶν ἔξωθεν.
τῶν δὲ ψυχικῶν τὰ μέν ἐστιν ὑπουρ‐ γικά τε καὶ δορυφορικά· τὰ δὲ ἀρχικὰ καὶ ἡγεμονικά.
65ἀρχικὰ μὲν τό τε διανοητικὸν καὶ ἐπιστημονικόν· ὑπουρ‐ γικὰ δὲ τά τε αἰσθητικὰ καὶ ἡ καθ’ ὁρμὴν κίνησις καὶ τὸ φωνητικόν. καὶ γὰρ ἡ κίνησις καὶ ἡ φωνὴ ὀξύτατα καὶ σχεδὸν ἀχρόνως ὑπακούει τῇ βουλήσει τοῦ λογισμοῦ· ἅμα γὰρ καὶ κατὰ τὸ αὐτὸ θέλομέν τε καὶ κινούμεθα οὐδενὸς
70ἐπιδεόμενοι μεταξὺ χρόνου τῆς τε βουλήσεως καὶ τῆς κινή‐
σεως, ὡς ἐπὶ τῆς κινήσεως τῶν δακτύλων ἐστὶν ἰδεῖν· καὶ τῶν φυσικῶν δὲ ἔνια ὑπὸ τὴν ἡγεμονίαν ἐστὶ τοῦ διανοητικοῦ, ὡς τὰ καλούμενα πάθη.177
73

7

(1t)

περὶ ὄψεως
2 Ἡ ὄψις ὁμωνύμως λέγεται· καὶ γὰρ τὸ αἰσθητήριον καὶ ἡ δύναμις ἡ αἰσθητική.
Ἵππαρχος δέ φησιν ἀκτῖνας ἀπὸ
5τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν ἑαυτῶν καθά‐
περ χειρῶν ἐπαφαῖς καθαπτούσας τοῖς ἐκτὸς σώμασιν τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀναδιδόναι.
οἱ δὲ γεωμέ‐ τραι κώνους τινὰς ἀναγράφουσιν ἐκ τῆς συνεμπτώσεως τῶν
178
10ἀκτίνων γινομένους τῶν ἐκπεμπομένων διὰ τῶν ὀφθαλμῶν. πέμπειν γὰρ ἀκτῖνας τὸν μὲν δεξιὸν ὀφθαλμὸν ἐπὶ τὰ ἀριστερά, τὸν δὲ ἀριστερὸν ἐπὶ τὰ δεξιά· ἀπὸ δὲ τῆς συνεμπτώσεως αὐτῶν ἀποτελεῖσθαι κῶνον, ὅθεν ὁμοῦ μὲν πολλὰ περιλαμβάνειν ὁρατὰ τὴν ὄψιν, βλέπειν δὲ ἀκριβῶς
15ἐκεῖνα ἔνθα ἂν συνεμπέσωσιν αἱ ἀκτῖνες. οὕτω γοῦν πολ‐ λάκις ὁρῶντες εἰς τοὔδαφος οὐχ ὁρῶμεν τὸ ἐν αὐτῷ νόμισμα κείμενον, ἀτενίζοντες ἐπὶ πλεῖστον, ἕως ἂν αἱ συμ‐ βολαὶ τῶν ἀκτίνων ἐν ἐκείνῳ γένωνται τῷ μέρει ἔνθα κεῖται τὸ νόμισμα, καὶ τότε τῇ θέᾳ προσπίπτομεν αὐτοῦ,
20ὡς τότε πρῶτον ἀρξάμενοι προσέχειν.
οἱ δὲ ἐπικούρειοι εἴδωλα τῶν φαινομένων προσπίπτειν τοῖς ὀφθαλμοῖς.
Ἀρι‐ στοτέλης δὲ οὐκ εἴδωλον σωματικὸν ἀλλὰ ποιότητα δι’
25ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν ὁρατῶν ἄχρι τῆς ὄψεως παραγίνεσθαι.
Πλάτων δὲ κατὰ συναύγειαν τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμο‐ γενῆ ἀέρα, τοῦ δὲ ἀπὸ μὲν τῶν σωμάτων ἀντιφερομένου, τοῦ
179
30δὲ περὶ τὸν μεταξὺ ἀέρα, εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον, συνεκτεινομένου τῷ πυροειδεῖ τῆς ὄψεως.
Γαληνὸς δὲ συμφώνως Πλάτωνι περὶ τῆς ὄψεως ἐν τῷ ἑβδόμῳ τῆς Συμφωνίας λέγει, γράφων οὕτω πως σποράδην·
35
εἴπερ γὰρ εἰς τὸν ὀφθαλμὸν ἀφικνεῖτο μοῖρά τις ἢ δύναμις ἢ εἴδωλον ἢ ποιότης τῶν ὁρωμένων σωμάτων, οὐκ ἂν τοῦ βλεπομένου τὸ μέγεθος ἔγνωμεν, οἷον ὄρους εἰ τύχοι μεγίστου. τη‐ λικοῦτον γὰρ εἴδωλον ἐμπίπτειν τοῖς ὀφθαλμοῖς ἡμῶν παν‐
40τάπασιν ἄλογον· ἀλλὰ μὴν καὶ τὸ πνεῦμα τὸ ὀπτικὸν οὐχ οἷόν τε τοσαύτην ἰσχὺν ἐκκρινόμενον λαμβάνειν ὡς περι‐
χεῖσθαι παντὶ τῷ βλεπομένῳ· λείπεται οὖν τὸν πέριξ ἀέρα τοιοῦτον ὄργανον ἡμῖν γίγνεσθαι καθ’ ὃν ὁρῶμεν χρό‐ νον ὁποῖον ἐν τῷ σώματι τὸ νεῦρον ὑπάρχει τὸ ὀπτικόν.180
45τοιοῦτον γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡμᾶς ἀήρ· ἥ τε γὰρ αὐγὴ τοῦ ἡλίου, ψαύουσα τοῦ ἄνω πέρατος τοῦ ἀέρος, διαδίδωσιν εἰς ὅλον τὴν δύναμιν· ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων αὐγὴ φερομένη, τὴν μὲν οὐσίαν ἔχει πνευ‐ ματικήν, ἐμπίπτουσα δὲ τῷ περιέχοντι καὶ τῇ πρώτῃ

7

(50)

προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη, διαδίδωσιν ἄχρι πλεί‐ στου συνεχοῦς ἑαυτῇ, ἄχρις ἂν εἰς ἀντιτυπὲς ἐμπέσῃ σῶμα. γίνεται γὰρ ὁ ἀὴρ ὄργανον τῷ ὀφθαλμῷ πρὸς τὴν τῶν ὁρωμένων διάγνωσιν τοιοῦτον οἷόν περ ἐγκεφάλῳ τὸ νεῦρον· ὥστε ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦ‐
55ρον, τοιοῦτον ἔχειν τὸν ὀφθαλμὸν πρὸς τὸν ἀέρα ἐψυχω‐
μένον ὑπὸ τῆς ἡλιακῆς αὐγῆς. ὅτι δὲ πέφυκεν ὁ ἀὴρ τοῖς πλησιάζουσι σώμασιν συνεξομοιοῦσθαι δῆλον ἐκ τοῦ καὶ πυρροῦ τινὸς ἢ κυανοῦ ἢ καὶ ἀργύρου λαμπροῦ διαφερομένου φωτὸς ὄντος ὑπὸ τοῦ διενεχθέντος ἀλλοιοῦσθαι τὸν ἀέρα.181
60 Πορφύριος δὲ ἐν τῷ Περὶ αἰσθήσεως οὔτε κῶνον οὔτε εἴδωλον οὔτε ἄλλο τί φησιν αἴτιον εἶναι τοῦ ὁρᾶν ἀλλὰ τὴν ψυχὴν αὐτὴν ἐντυγχάνουσαν τοῖς ὁρατοῖς ἐπιγινώσκειν ἑαυτὴν οὖσαν τὰ ὁρατὰ τῷ τὴν ψυχὴν συνέχειν πάντα τὰ ὄντα καὶ εἶναι τὰ πάντα ψυχὴν συνέχουσαν σώματα
65διάφορα. μίαν γὰρ βουλόμενος εἶναι πάντων ψυχὴν τὴν λογικὴν εἰκότως φησὶ γνωρίζειν ἑαυτὴν ἐν πᾶσι τοῖς οὖσιν.
Ὁρᾷ δὲ ἡ ὄψις κατ’ εὐθείας γραμμάς, αἰσθάνεται δὲ κατὰ πρῶτον μὲν λόγον τῶν χρωμάτων, συνδιαγινώσκει δὲ αὐ‐ τοῖς καὶ τὸ κεχρωσμένον σῶμα καὶ τὸ μέγεθος αὐτοῦ182
70καὶ τὸ σχῆμα καὶ τὴν χώραν ἔνθα ἐστὶ καὶ τὸ διάστημα καὶ τὸν ἀριθμὸν κίνησίν τε καὶ στάσιν καὶ τὸ τραχὺ καὶ λεῖον καὶ ὁμαλὸν καὶ ἀνώμαλον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ καὶ τὴν σύστασιν εἴτε ὑδατῶδες εἴτε γεῶδές ἐστιν, οἷον ὑγρὸν ἢ ξηρόν. τὸ μὲν οὖν ἴδιον αὐτῆς αἰσθητόν ἐστι τὸ
75χρῶμα· διὰ μόνης γὰρ τῆς ὄψεως τῶν χρωμάτων ἀντιλαμ‐ βανόμεθα· εὐθέως δὲ σὺν τῷ χρώματι καὶ τὸ κεχρωσμέ‐ νον σῶμα καὶ τὸν τόπον ἐν ᾧ τυγχάνει ὂν τὸ ὁρώμενον, καὶ τὸ διάστημα τὸ μεταξὺ τοῦ τε ὁρῶντος καὶ τοῦ ὁρω‐ μένου. ὁπόσαις γὰρ τῶν αἰσθήσεων συνεμφαίνεται καὶ τὸ
80σῶμα, ταύταις εὐθέως καὶ ὁ τόπος συνδιαγινώσκεται, ὡς τῇ ἁφῇ καὶ τῇ γεύσει· ἀλλ’ αὗται μὲν τότε μόνον ὅταν προσπελάσωσι τῷ σώματι συναισθάνονται, πλὴν τῶν ἑξῆς
διορισθησομένων· ὄψις δὲ καὶ πόρρωθεν. ἐπεὶ δὲ πόρρω‐ θεν ἀντιλαμβάνεται τῶν ἰδίων αἰσθητῶν ἀναγκαίως ἐπηκο‐183
85λούθησε τὸ μόνην ὁρᾶν καὶ τὸ διάστημα, τὸ δὲ μέγεθος τότε μόνην διαγινώσκειν ὅταν τὸ φαινόμενον δύνηται διὰ μιᾶς προσβολῆς περιλαβεῖν. ἐν οἷς δὲ μεῖζόν ἐστι τὸ ὁρώμενον ἢ κατὰ μίαν προσβολὴν περιλαμβάνεσθαι, ἐν τούτοις ἡ ὄψις δεῖται καὶ τῆς μνήμης καὶ τῆς διανοίας. κατὰ μέρος γὰρ
90αὐτὸ θεωμένη καὶ οὐχ ὑφ’ ἓν ὅλον, ἀναγκαίως εἰς ἕτερον ἀφ’ ἑτέρου μεταβαίνει, καὶ τὸ μὲν ἐμπῖπτον ἀεὶ κατὰ τὴν μετάβασιν αἰσθητόν ἐστι· τὰ δὲ ἔμπροσθεν ἑωραμένα ἡ μνήμη διαφυλάττει. συνάγει δὲ ἀμφότερα ἡ διάνοια τό τε αἰσθητὸν καὶ τὸ μνημονευτόν.
95
τοῦ μὲν οὖν μεγέθους διχῶς ἀντιλαμβάνεται, ποτὲ μὲν μόνη, ποτὲ δὲ μετὰ μνήμης καὶ διανοίας· τοῦ δὲ ἀριθμοῦ τῶν ὁρωμένων τοῦ ὑπὲρ τρία ἢ τέσσαρα, τοῦ κατὰ μίαν προσβολὴν μὴ ὁρωμένου, καὶ τῶν κινήσεων καὶ τῶν σχημάτων τῶν πολυγώνων, οὐδέποτε μόνη,

7

(100)

ἀλλ’ ἀεὶ μετὰ μνήμης καὶ διανοίας. οὐ γὰρ δύναται τὰ πέντε καὶ ἓξ καὶ ἑπτὰ καὶ πλείω χωρὶς μνήμης συναγαγεῖν. οὕτως οὐδὲ τὰ ἑξάγωνα καὶ ὀκτάγωνα καὶ πολύγωνα σχήμα‐ τα. καὶ ἡ κίνησις δὲ κατὰ μετάβασιν γινομένη τὸ μὲν ἔχει184
105πρότερον τὸ δὲ δεύτερον. ἔνθα δὲ πρότερον ἐστὶ καὶ δεύτερον καὶ τρίτον, τοῦτο μνήμη μόνη διαφυλάττει· τὸ δὲ ἄνω καὶ κάτω καὶ τὸ ἀνώμαλον καὶ ὁμαλόν, ὡσαύτως δὲ καὶ τὸ τραχὺ καὶ λεῖον καὶ τὸ ὀξὺ καὶ ἀμβλὺ κοινὰ τῆς ἁφῆς καὶ τῆς ὄψεώς ἐστιν, ἐπειδὴ καὶ μόναι τὸν
110τόπον διαγινώσκουσι. χρῄζουσι δὲ καὶ διανοίας. μόνον γὰρ ἐκεῖνο, τὸ κατὰ μίαν προσβολὴν προσπῖπτον τῇ αἰσθήσει μόνης αἰσθήσεως ἔργον ἐστί· τὰ δὲ κατὰ πλείους οὐ μόνης, ἀλλὰ καὶ μνήμης μετὰ διανοίας, ὡς ἔμπροσθεν ἐδείχθη. τῶν δὲ διαφανῶν καὶ μέχρι τοῦ βάθους διϊκνεῖσθαι πέφυκεν
115ἡ ὄψις, ἀέρος μὲν πρώτως καὶ μάλιστα· ὅλον γὰρ διεξέρ‐ χεται· δεύτερον δὲ ὕδατος ἠρεμοῦντός τε καὶ καθαροῦ· τοὺς ἰχθῦς γοῦν νηχομένους ὁρῶμεν· ἧττον δὲ δι’ ὑάλου καὶ
τῶν ἄλλων τῶν τοιουτοτρόπων, δῆλον δέ, ὅτι πεφωτισμένων· καὶ ἔστι καὶ τοῦτο ἴδιον αὐτῆς.185
120
μὴ ἀπατήσῃ δέ τινας ὡς καὶ τῶν θερμῶν ἡ ἀντίληψις ὄψεώς ἐστιν, ἐπειδὴ τὸ πῦρ ὁρῶντες ἴσμεν εὐθέως ὅτι καὶ θερμόν ἐστιν· ἂν γὰρ ἐπὶ τὴν πρώτην ὄψιν ἀναγάγῃς τὸν λόγον εὑρήσεις ὡς τότε ὅτε πρῶτον ἡ ὄψις ἐθεάσατο τὸ πῦρ, μόνου τοῦ χρώμα‐
125τος καὶ σχήματος ἔσχεν τὴν ἀντίληψιν· προσελθούσης δὲ καὶ τῆς ἁφῆς ἐγνωρίσαμεν ὅτι καὶ θερμόν ἐστιν, ὅπερ διεφύλαξεν ἡ μνήμη παραλαβοῦσα παρὰ τῆς ἁφῆς· νῦν οὖν, ὅταν θεασώμεθα πῦρ, οὐδὲν ἄλλο βλέπομεν ἢ τὸ σχῆμα καὶ τὸ χρῶμα τοῦ πυρός· ἡ δὲ διάνοια συμπαρα‐
130λαμβάνει τοῖς ὁρωμένοις διὰ τῆς μνήμης καὶ τὴν θερμότητα. ὁ αὐτὸς λόγος κἀπὶ τοῦ μήλου. εἰ γὰρ οὐχ ὑπὸ μόνου τοῦ χρώματος καὶ σχήματος εἰδοποιεῖται τὸ μῆλον, ἀλλὰ καὶ τῆς ὀσμῆς καὶ τῆς κατὰ τὴν γεῦσιν ποιότητος, οὐχὶ καὶ τούτων ἡ ὄψις ἀντιλαμβανομένη οἶδεν ὅτι μῆλόν ἐστιν·
135ἀλλ’ ἡ ψυχὴ τὴν μνήμην ἀποσῴζει τὴν ἐκ τῆς ὀσφρήσεώς τε καὶ γεύσεως ἅμα τε τῷ θεάσασθαι συνεπινοεῖ καὶ ταῦτα τῷ σχήματι καὶ τῷ χρώματι. ὅταν οὖν κήρινον
μῆλον νομίσωμεν ἀληθινὸν εἶναι μῆλον οὐχ ἡ ὄψις ἐστὶν ἡ ἐξαπατωμένη ἀλλ’ ἡ δίανοια. ἡ γὰρ ὄψις ἐν τοῖς ἰδίοις186
140αἰσθητοῖς οὐ διεσφάλη· τό τε γὰρ χρῶμα καὶ τὸ σχῆμα συνεῖδεν.
αἱ μὲν οὖν τρεῖς τῶν αἰσθήσεων, ἥ τε ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις τῶν ἔξωθεν καὶ μὴ προσπελαζόντων ἀντιλαμβάνονται διὰ μέσου τοῦ ἀέρος· ἡ δὲ γεῦσις οὐκ
145ἄλλως αἰσθάνεται ἐὰν μὴ προσομιλήσῃ τῷ αἰσθητῷ· ἡ δὲ ἁφὴ ἐπαμφοτερίζει· καὶ γὰρ πλησιάζουσα τοῖς σώμασιν καὶ διὰ μόνης ἔσθ’ ὅτε ῥάβδου.
ποτὲ μὲν οὖν ἡ ὄψις τῆς ἐπιμαρτυρίας χρῄζει τῆς τῶν ἄλλων αἰσθήσεων, ὅταν ᾖ τὸ

7

(150)

φαινόμενον ἐπιτετεχνημένον πρὸς ἀπάτην, ὡς ἐπὶ τῆς γρα‐ φῆς· γραφικῆς γὰρ ἔργον ἀπατῆσαι τὴν ὄψιν ἐξοχαῖς οὐκ οὔσαις καὶ κοιλώμασιν, εἰ τὸ πρᾶγμα τοιαύτην ἔχει τὴν φύσιν· ἔνθα χρεία πρὸς διάγνωσιν μάλιστα μὲν τῆς ἁφῆς, ἔσθ’ ὅτε δὲ καὶ τῆς γεύσεως ἢ ὀσφρήσεως, ὡς ἐπὶ τοῦ
155κηρίνου μήλου· ποτὲ δὲ καθ’ ἑαυτὴν ἐναργῶς παρίστησι τὰ
φαινόμενα ὅταν μὴ πόρρωθεν ὁρᾷ· τὸν γοῦν πύργον, τὸν τετράγωνον στρογγύλον ὁρᾷ πόρρωθεν· σφάλλεται δὲ καὶ ὅταν δι’ ἀχλύος ἢ καπνοῦ βλέπωμεν ἤ τινος τῶν παραπλη‐ σίων τῶν ἐπιθολούντων τὴν ὄψιν. ὁμοίως καὶ ὅταν δι’ ὕδατος187
160κινουμένου· καὶ γὰρ ἐν τῇ θαλάσσῃ τὴν κώπην ὡς κεκλασμέ‐ νην ὁρᾷ· ὁμοίως καὶ ὅταν διά τινος διαφανοῦς ὕλης βλέπῃ, ὡς ἐπὶ τῶν ἐσόπτρων καὶ τῆς ὑάλου καὶ τῶν ἄλλων τῶν τοιουτοτρόπων· ἢ ὅταν ὀξέως κινῆται τὸ ὁρώμενον· συντα‐ ράσσει γὰρ τὴν ὄψιν ἡ ταχεῖα κίνησις, ὡς στρογγύλα τὰ
165μὴ στρογγύλα βλέπειν καὶ ὡς ἑστῶτα τὰ κινούμενα· ἢ ὅταν ἡ διάνοια πρὸς ἄλλοις ἀσχολῆται, ὡς ἐπὶ τοῦ προθε‐ μένου μὲν συντυχεῖν φίλῳ καὶ συντυχόντος μὲν παρελ‐ θόντος δὲ αὐτόν, τῷ τὴν διάνοιαν αὐτοῦ πρὸς ἑτέροις εἶναι. οὐκ ἔστιν δὲ οὐδὲ τοῦτο διαμάρτημα τῆς ὄψεως, ἀλλὰ τοῦ
170νοῦ. ἡ μὲν γὰρ εἶδεν καὶ ἀπήγγειλεν· ὁ δὲ νοῦς οὐ προσέσχε τοῖς ἀπαγγελθεῖσιν.
τεσσάρων δὲ μάλιστα πρὸς ἐναργῆ διά‐ γνωσιν ἡ ὄψις χρῄζει, ἀβλαβοῦς αἰσθητηρίου, συμμέτρου κινήσεως καὶ διαστήματος, ἀέρος καθαροῦ καὶ λαμπροῦ.
188
174

8

(1t)

περὶ ἁφῆς
2 Ἕκαστον μὲν τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ δημιουρ‐ γὸς κατεσκεύασεν καὶ τόπῳ τινὶ καὶ μορίῳ τοῦ σώματος περιέγραψεν· καὶ γὰρ ὀφθαλμοὺς δύο καὶ ὦτα δύο καὶ
5δύο πόρους τῆς αἰσθήσεως ἐν τῇ ῥινὶ πεποίηκεν καὶ γλώτ‐ τας δὲ δύο πᾶσι τοῖς ζῴοις ἐνέφυσεν· ἀλλὰ τοῖς μὲν διῃρη‐ μένας ὡς τοῖς ὄφεσι, τοῖς δὲ συνημμένας καὶ συνηνωμένας ὡς τοῖς ἀνθρώποις· διὰ τοῦτο καὶ δύο τὰς προσθίους κοιλίας
μόνας τοῦ ἐγκεφάλου πεποίηκεν, ἵνα ἐξ ἑκατέρας κοιλίας189
10τὰ αἰσθητικὰ νεῦρα καταπεμπόμενα, διπλᾶ ποιῇ τὰ αἰσθη‐ τήρια. διπλᾶ δὲ αὐτὰ πεποίηκεν δι’ ὑπερβάλλουσαν κηδε‐ μονίαν· ἵνα τοῦ ἑτέρου παθόντος τὸ περιλειπόμενον σῴζῃ τὴν αἴσθησιν. ἀλλὰ τῶν μὲν πλείστων αἰσθητηρίων διαφθει‐ ρομένων οὐδὲν εἰς αὐτὴν τὴν ζωὴν καταβλάπτεται τὸ ζῷον·
15ἁφῆς δὲ ἀπολλυμένης συναπόλλυται καὶ τὸ ζῷον. ἁφὴ γὰρ μόνη τῶν αἰσθήσεων κοινὴ πάντων ἐστὶ τῶν ζῴων. πᾶν γὰρ ζῷον ἁφὴν ἔχει· τὰς δὲ ἄλλας αἰσθήσεις οὐ πάντα πάσας, ἀλλ’ ἐνίας ἔνια· πάσας δὲ ἔχει τὰ τελειότερα. ἐπειδὴ τοίνυν ἐν τούτῳ τὸ ζῷον ἐκινδύνευε ζῷον εἶναι ἢ μὴ
20εἶναι, οὐχ ἓν μόριον ὁ δημιουργὸς ἀπεκλήρωσε τῇ ἁφῇ· ἀλλὰ πᾶν σχεδὸν τὸ σῶμα τοῦ ζῴου· πλὴν γὰρ ὀστῶν καὶ ὀνύχων καὶ κεράτων, συνδέσμων τε καὶ τριχῶν, καὶ ἄλλων τινῶν τοιούτων, πᾶν μόριον τοῦ σώματος τῆς ἁφῆς ἀντι‐ λαμβάνεται.
25συμβέβηκεν οὖν ἕκαστον τῶν αἰσθητηρίων δι‐
πλᾶς ἔχειν αἰσθήσεις τὴν μὲν τῶν ἰδίων αἰσθητῶν, τὴν δὲ τῆς ἁφῆς, ὡς ἡ ὄψις· καὶ γὰρ τὰ χρώματα διακρίνει καὶ τῶν θερμῶν καὶ ψυχρῶν ἀντιλαμβάνεται· ἀλλὰ τούτων μὲν ὡς σῶμα, τῶν δὲ χρωμάτων ὡς ὄψις. ὡσαύτως190
30δὲ καὶ γεῦσις καὶ ὄσφρησις καὶ ἀκοή.
πῶς οὖν παντός ἐστι τοῦ σώματος ἡ ἁφή, εἴπερ ἀπὸ τῶν προσθίων κοιλιῶν τοῦ ἐγκεφάλου λέγομεν εἶναι τὰς αἰσθήσεις; ἢ δῆλον ὅτι νεύρων καταπεμπομένων ἐξ ἐγκεφάλου καὶ διασπειρομένων
35εἰς πᾶν μόριον τοῦ σώματος ἡ τῆς ἁφῆς αἴσθησις προσγίνε‐ ται. ἐπειδὴ δὲ πολλάκις ὑπ’ ἀκάνθης πληγέντες τὸν πόδα τῆς κεφαλῆς εὐθέως τὰς τρίχας φρίττομεν ὠήθησάν τινες τὸ πάθος ἢ τὴν αἴσθησιν τοῦ πάθους εἰς τὸν ἐγκέφαλον
40ἀναπέμπεσθαι καὶ οὕτως αἰσθάνεσθαι. ἀλλ’ εἴπερ ἦν ἀληθὴς οὗτος ὁ λόγος οὐκ ἂν ἤλγει τὸ τεμνόμενον μόριον ἀλλ’ ὁ ἐγκέφαλος. βέλτιον οὖν λέγειν ὅτι τὸ νεῦρον ἐγκέ‐ φαλός ἐστιν. καὶ γὰρ μοῖρά τις ἐστὶν ἐγκεφάλου, διὰ παν‐
τὸς ἑαυτοῦ τὸ ψυχικὸν ἔχον πνεῦμα, ὡς ὁ πεπυρακτω‐191
45μένος σίδηρος ἔχει τὸ πῦρ· διά τοι τοῦτο ἔνθα ἂν νεῦρον αἰσθητικὸν ἐμφύηται ἐκεῖνο τὸ μέρος αἰσθήσεως ὑπ’ αὐτοῦ μεταλαμβάνει καὶ γίνεται αἰσθητικόν. οὐδὲν δὲ ἴσως ἄτοπον λέγειν ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων τὸν ἐγκέφαλον ἀναπέμ‐ πεσθαι οὐ τὸ πάθος ἀλλὰ συναίσθησίν τινα καὶ ἀπαγ‐

8

(50)

γελίαν τοῦ πάθους.
ἔστι δὲ ἴδιον αἰσθητὸν ἁφῆς τὸ θερμὸν καὶ ψυχρόν, τό τε μαλακὸν καὶ σκληρόν, καὶ γλίσχρον καὶ κραῦρον, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ τῆς ἁφῆς ταῦτα γνωρίζεται. κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε ὀξὺ
55καὶ ἀμβλὺ καὶ τὸ τραχὺ καὶ λεῖον, τό τε ξηρὸν καὶ
ὑγρόν, παχύ τε καὶ λεπτόν, ἄνω καὶ κάτω· καὶ γὰρ ὁ τόπος, τό τε μέγεθος ὅταν ᾖ τοιοῦτον ὡς κατὰ μίαν προσ‐ βολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι, καὶ τὸ πυκνὸν δὲ καὶ τὸ μανὸν καὶ τὸ στρογγύλον, ὅταν ᾖ μικρόν, ὡς καὶ ἄλλα192
60τινὰ σχήματα. ὁμοίως δὲ καὶ τῆς κινήσεως τοῦ πλησιάζον‐ τος αὐτῇ σώματος αἰσθάνεται σὺν τῇ μνήμῃ καὶ τῇ διανοίᾳ. ὡσαύτως δὲ καὶ ἀριθμοῦ· ἀλλὰ μέχρι δυοῖν ἢ τριῶν καὶ τούτων μικρῶν καὶ ῥᾳδίως περιλαμβανομένων· μᾶλλον δὲ τῆς ἁφῆς ἡ ὄψις τούτων ἀντιλαμβάνεται, ὥσπερ καὶ τοῦ
65ὁμαλοῦ καὶ τοῦ ἀνωμάλου. τοῦ γὰρ γένους ἐστὶ τοῦ λείου καὶ τραχέος σκληρότητι μὲν γὰρ ἀνωμαλία μιχθεῖσα τρα‐ χύτητα, ὁμαλότης δὲ πυκνότητι λειότητα ποιεῖ.
δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς πολλὴν κοινωνίαν αἱ αἰσθήσεις αὗται
70πρὸς ἀλλήλας ἔχουσι. καὶ γὰρ τὰ τῆς ἑτέρας διαμαρτήματα ἡ ἑτέρα διασαφεῖ. ἐπὶ γοῦν τῆς γραφῆς ἡ μὲν ὄψις ἐξοχάς
τινας ὁρᾷ ῥινός τε καὶ τῶν ἄλλων· ἡ δὲ ἁφὴ προσελθοῦσα διήλεγξεν αὐτῆς τὸ διαμάρτημα.
ὥσπερ δὲ ἡ ὄψις ἀεὶ καὶ
193
75πάντα διὰ μέσου τοῦ ἀέρος ὁρᾷ, οὕτω καὶ ἡ ἁφὴ διὰ μέσης τῆς βακτηρίας τῶν σκληρῶν καὶ μαλακῶν καὶ ὑγρῶν αἰσθά‐ νεται, ἀλλὰ συλλογιστικῶς καὶ μετὰ διανοίας· ἀκριβεστά‐ την γὰρ ἔχει ταύτην τὴν αἴσθησιν ὁ ἄνθρωπος. ταύτῃ γοῦν καὶ τῇ γεύσει πλέον ἔχει τῶν ἄλλων ζῴων, καίτοι ταῖς
80ἄλλαις τρισὶν ἡττώμενος. ἄλλο μὲν γὰρ ζῷον κατ’ ἄλλην αἴσθησιν τῶν τριῶν πλεονεκτεῖ τὸν ἄνθρωπον· ὁ δὲ κύων ἐν ταῖς τρισὶν ἅμα· ὀξύτερον γὰρ καὶ ἀκούει καὶ βλέπει καὶ ὀσφραίνεται, ὡς δῆλον ἐκ τῶν ἰχνευόντων κυνῶν.
καὶ
85πᾶν μὲν τὸ σῶμα τῆς ἁφῆς ἐστιν αἰσθητήριον, ὡς καὶ πρόσθεν εἴρηται· μάλιστα δὲ τῶν χειρῶν τὰ ἔσωθεν, καὶ τούτων ἔτι μᾶλλον τὰ ἄκρα τῶν δακτύλων· ταῦτα γὰρ ὥσπερ γνώ‐ μονας ἀκριβεῖς τῆς ἁφῆς ἔχομεν. οὐ γὰρ μόνον ἀντι‐ ληπτικὸν ὄργανον ὁ δημιουργὸς τὰς χεῖρας κατεσκεύασεν
90ἀλλὰ καὶ ἁπτικόν. διὰ τοῦτο καὶ τὸ δέρμα λεπτότερον ἔχουσι καὶ μῦς αὐταῖς ὅλαις ἔσωθεν ὑπέστρωται καὶ τρι‐
χῶν ἀμοιροῦσιν, ἵνα μᾶλλον τῶν ἁπτῶν ἀντιλαμβάνωνται. τοῦ δὲ τρίχας αὐτὰς μὴ φύειν ὁ ὑπεστορεσμένος μῦς γέ‐ γονεν αἴτιος.194
95
τῶν δὲ χειρῶν αἱ μὲν σκληρότεραι πρὸς ἀντί‐ ληψίν εἰσιν ἰσχυρότεραι· αἱ δὲ μαλακώτεραι πρὸς τὴν ἁφὴν ἀκριβέστεραι· ὥσπερ καὶ τῶν νεύρων τὰ μὲν σκληρὰ πρὸς κίνησιν, τὰ δὲ μαλακὰ πρὸς αἴσθησίν εἰσιν ἐπιτηδειότερα. ταῦτα γὰρ αὐτὰ τῆς ἁφῆς ἐστιν ὄργανα· διὰ τούτων γὰρ ἡ

8

(100)

τῆς ἁφῆς αἴσθησις γίνεται.

8

(100)

9

(1t)

περὶ γεύσεως
2 Τὴν μὲν ὄψιν ἐν τοῖς ἔμπροσθεν εἴπομεν κατ’ εὐθείας γραμμὰς ὁρᾶν· ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ οὐ κατ’ εὐθεῖαν μόνον ἀλλὰ πανταχόθεν. ἁφὴ δὲ καὶ γεῦσις οὔτε κατ’
5εὐθείας γραμμὰς οὔτε πανταχόθεν γνωρίζουσιν· ἀλλὰ τότε
μόνον ὅταν αὐτοῖς πλησιάσωσιν τοῖς ἰδίοις αἰσθητοῖς, πλὴν τῶν ἤδη διωρισμένων.
ἔστιν δὲ ἡ γεῦσις τῶν χυμῶν ἀντι‐ ληπτική· ὄργανα δὲ αὐτῆς ἡ γλῶσσα, καὶ ταύτης μᾶλλον
195
10τὸ ἄκρον, ἔτι τε σὺν τούτοις ἡ ὑπερῷα, ἐν οἷς ἔστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα πεπλατυσμένα καὶ ἀπαγγέλλοντα τὴν γενομένην ἀντίληψιν πρὸς τὸ ἡγεμονικόν.
τῶν δὲ χυμῶν αἱ γευστικαὶ καλούμεναι ποιότητές εἰσιν αὗται· γλυκύτης
15ὀξύτης δριμύτης στρυφνότης αὐστηρότης πικρότης ἁλ‐ μυρότης λιπαρότης. τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνω‐ στική. κατὰ ταύτας δὲ τὰς ποιότητας καὶ τὸ ὕδωρ ἄποιον λέγεται, τῷ μηδεμίαν τούτων ἐμφαίνειν ἐν τῇ γεύσει ποιό‐ τητα. κατὰ γὰρ τὰς ἄλλας, οἷον ψυχρότητα καὶ ὑγρότητα,
20σύμφυτον ἔχει τὴν ποιότητα. στρυφνότης δὲ καὶ αὐστηρό‐ της τῷ μᾶλλον καὶ ἧττον στύφειν ἀλλήλων διαφέρουσιν. αἱ μὲν οὖν ἁπλαῖ γευστικαὶ ποιότητες αὗται μόναι σχεδόν
εἰσιν· σύνθετοι δὲ μυρίαι. καθ’ ἕκαστον γὰρ εἶδος ζῴου καὶ φυτῶν ἰδιάζουσαι ποιότητές εἰσιν. ἄλλης γὰρ ἂν οὕτω196
25τύχῃ χοιρείου ποιότητος ἀντιλαμβανόμεθα καὶ ἄλλης αἰγείου. διὸ καὶ μὴ μαθόντες ὁποῖόν ἐστι τὸ προσενεχθὲν κρέας, ἐν τῇ γεύσει γνωρίζομεν· τοῦτο δὲ οὐκ ἂν ἦν εἰ μὴ διάφορος ἦν ἑκάστου τῶν γευστῶν ἡ ποιότης ὅθεν οὐκ ἄν τις αὐτὰς γενικῶς περιλάβοι, ἀπείρους οὔσας, καὶ πάντως
30ἀλλήλων διαφερούσας καὶ γὰρ ἐν οἷς ἐπικρατεῖ μία τις τῶν ἁπλῶν ποιοτήτων, καὶ ἐν τούτοις γνώριμος ἡ κατ’ εἶδος τῶν γευστῶν διαφορά. ἰσχάδος γοῦν καὶ ἀσταφίδος καὶ φοίνικος μία μὲν ἐπικρατεῖ ποιότης ἡ κατὰ γλυκύτητα, ἀλλ’ ἡ γεῦσις διακρίνει τῶν εἰδῶν τὸ διάφορον.
34

10

(1t)

περὶ ἀκοῆς
2Ἡ δὲ ἀκοὴ τῶν φωνῶν καὶ τῶν ψόφων ἐστὶν αἰσθητική·
διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα, λειό‐ τητά τε καὶ τραχύτητα καὶ μέγεθος.197
5
ὄργανα δὲ καὶ ταύ‐ της τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου τὰ μαλακὰ καὶ τῶν ὤτων ἡ κατασκευή, μάλιστα δὲ αὐτῶν τὸ χονδρῶδες γένος, πρὸς γὰρ ψόφους καὶ ἤχους ἐπιτήδειός ἐστιν ὁ χόνδρος. μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα, τῶν
10ἄλλων πάντων ζῴων τῶν ἐχόντων ὦτα κινούντων αὐτά.198

11

(1t)

περὶ ὀσφρήσεως
2 Ἡ δὲ ὄσφρησις γίνεται μὲν διὰ τῶν ῥινῶν, περαίνεται δὲ εἰς τὰ πέρατα τῶν προσθίων τοῦ ἐγκεφάλου κοιλιῶν. αὗται γὰρ ἀτμοειδέσταται τὴν φύσιν οὖσαι τῶν ἀτμῶν ῥᾳδίως
5ἀντιλαμβάνονται. λέλεκται γὰρ καὶ πρόσθεν ὡς ἕκαστον τῶν αἰσθητηρίων καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα τῶν ἰδίων αἰσθητῶν ἀντιλαμβάνεται. οὐ μὴν ὥσπερ τοῖς ἄλλοις αἰσθητηρίοις νεῦρον αἰσθητικὸν κατέπεμψεν ὁ ἐγκέφαλος οὕτω καὶ τῇ ὀσφρήσει· ἀλλὰ τοῖς πέρασιν ἑαυτοῦ τῶν νεύ‐
10ρων ἀναπληροῖ τὴν χρείαν καὶ τὴν τῶν ἀτμῶν ἀνάδοσιν δέχεται.
τῶν δὲ ἀτμῶν ἡ γενικωτάτη διαφορὰ εὐωδία τέ
ἐστι καὶ δυσωδία, καὶ τὸ μέσον τούτων, ὃ μήτε εὐῶδές ἐστι μήτε δυσῶδες. γίνεται δὲ εὐωδία τῶν ὑγρῶν τῶν ἐν τοῖς199
15σώμασιν ἀκριβῶς πεφθέντων· μέσως δὲ ἡ μέση διάθεσις· καταδεέστερον δὲ ἢ μηδ’ ὅλως ἡ δυσωδία.
16

12

(1t)

περὶ τοῦ διανοητικοῦ
2 Τοῦ μὲν οὖν φανταστικοῦ ἥ τε δύναμις καὶ τὰ ὄργανα καὶ τὰ μόρια καὶ τῶν μορίων ἡ κοινωνία τε καὶ διαφορὰ
τὸν ἐνδεχόμενον τρόπον ὡς ἐν βραχέσιν ἱκανῶς εἴρηται· τοῦ200
5δὲ διανοητικοῦ εἰσι γενικῶς μὲν αἵ τε κρίσεις καὶ αἱ συγκατα‐ θέσεις καὶ ἀποφυγαὶ καὶ ὁρμαί· εἰδικῶς δὲ αἵ τε νοήσεις τῶν ὄντων καὶ αἱ ἀρεταὶ καὶ ἐπιστῆμαι καὶ τῶν τεχνῶν οἱ λό‐ γοι καὶ τὸ βουλευτικὸν καὶ προαιρετικόν· τοῦτο δέ ἐστιν τὸ καὶ διὰ τῶν ὀνείρων θεσπίζον ἡμῖν τὸ μέλλον, ἥνπερ
10μόνην ἀληθῆ μαντείαν οἱ Πυθαγόρειοι λέγουσιν εἶναι, τοῖς Ἑβραίοις ἀκολουθήσαντες.
ὄργανον δὲ καὶ τούτου ἡ μέση κοιλία τοῦ ἐγκεφάλου καὶ τὸ ψυχικὸν πνεῦμα τὸ ἐν
αὐτῇ.201

13

(1t)

περὶ τοῦ μνημονευτικοῦ
2 Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον· ἔστι δὲ μνήμη ὡς μὲν Ὠριγένης φησὶν φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ’
5ἐνέργειαν φαινομένης· ὡς δὲ Πλάτων, σωτηρία αἰσθήσεώς τε καὶ νοήσεως. ἡ γὰρ ψυχὴ τῶν μὲν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων ἀντιλαμβάνεται καὶ γίνεται δόξα· τῶν δὲ νοη‐ τῶν διὰ τοῦ νοῦ, καὶ γίνεται νόησις. ὅταν οὖν τοὺς τύπους ὧν τε ἐδόξασεν ὧν τε ἐνόησεν διασῴζῃ μνημονεύειν λέγεται.
10ἔοικεν δὲ νόησιν λέγειν ὁ Πλάτων ἐν τούτοις οὐ τὴν κυρίως
νόησιν ἀλλὰ τὴν διανόησιν. τὰ μὲν γὰρ αἰσθητὰ μνημο‐ νεύεται καθ’ ἑαυτὰ τὰ δὲ νοητὰ κατὰ συμβεβηκός, ἐπειδὴ καὶ τῶν διανοητῶν ἡ μνήμη ἐκ προλαβούσης φαντασίας πε‐ ριγίνεται· τὰ δὲ κυρίως νοητὰ ὅτι μὲν ἐμάθομεν ἢ ἠκούσα‐202
15μεν μεμνήμεθα· τῆς δὲ οὐσίας αὐτῶν μνήμην οὐκ ἔχομεν· οὐ γὰρ ἐκ προηγησαμένης φαντασίας ἡ τῶν νοητῶν ἀνάληψις, ἀλλ’ ἐκ μαθήσεως ἢ φυσικῆς ἐννοίας. εἰ δὲ μνημονεύειν λεγόμεθα ἃ πρότερον εἴδομεν ἢ ἠκούσαμεν ἢ ἄλλως πως ἔγνωμεν· τὸ δὲ πρότερον τὴν ἀναφορὰν ἔχει πρὸς τὸν παρ‐
20ελθόντα χρόνον, δῆλον ὡς μνημονευτά ἐστι τὰ γινόμενα καὶ φθειρόμενα, τὰ ἐν χρόνῳ συνιστάμενα· καὶ ἔστι μὲν τῶν ἀπόντων ἡ μνήμη, οὐ μὴν ὑπὸ τῶν ἀπόντων γίνεται. ἀνάμνησις δὲ λέγεται ὅταν λήθη μεσολαβήσῃ τὴν μνήμην. ἔστι γὰρ ἀνάμνησις μνήμης ἐξιτήλου γενομένης ἀνάκτησις·
25γίνεται δὲ ἐξίτηλος ὑπὸ τῆς λήθης· λήθη δέ ἐστι μνήμης ἀποβολή· ἀλλ’ ἡ μὲν διηνεκὴς ἡ δὲ ἐπὶ ποσόν, ἧς ἐστιν ἡ ἀνάμνησις. ἑτέρα δέ ἐστιν ἀνάμνησις ἥτις οὐκ ἔστιν λήθη τῶν ἐξ αἰσθήσεως καὶ νοήσεως, ἀλλὰ τῶν φυσικῶν ἐννοιῶν·
φυσικὰς δὲ λέγομεν ἐννοίας τὰς ἀδιδάκτως πᾶσι προσούσας.203
30ὡς τὸ εἶναι Θεόν· ταύτην δὲ ὁ Πλάτων ἀνάμνησιν εἶναι λέγει τῶν ἰδεῶν· τί δέ ἐστιν ἡ ἰδέα ἐν τοῖς ἑξῆς ἐροῦμεν. τὸ μὲν οὖν φανταστικὸν παραδίδωσι τῷ διανοητικῷ τὰ φαι‐ νόμενα· τὸ δὲ διανοητικὸν ἢ διαλογιστικὸν παραλαβὸν καὶ κρῖναν παραπέμπει τῷ μνημονευτικῷ.
35
ὄργανον δὲ καὶ τού‐ του ἡ ὄπισθεν κοιλία τοῦ ἐγκεφάλου, ἣν καὶ παρεγκεφα‐ λίδα καὶ παρεγκρανίδα καλοῦσιν, καὶ τὸ ἐν αὐτῷ ψυχικὸν πνεῦμα.
ἐπειδὴ δὲ τῶν μὲν αἰσθήσεων ἀρχὰς καὶ ῥίζας
40τὰς ἔμπροσθεν εἶναι κοιλίας φαμὲν τοῦ ἐγκεφάλου, τοῦ δὲ διανοητικοῦ τὴν μέσην, τοῦ δὲ μνημονευτικοῦ τὴν ὄπισθεν, ἀναγκαῖόν ἐστιν ἐπιδεῖξαι εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἵνα μὴ δόξωμεν ἀλόγως πιστεύειν τοῖς λεγομέ‐ νοις. ἱκανωτάτη δὲ ἀπόδειξις ἡ ἐξ αὐτῆς τῆς τῶν μορίων
45ἐνεργείας λαμβανομένη. τῶν μὲν γὰρ προσθίων κοιλιῶν καθ’ ὅντινα δήποτε τρόπον βλαβεισῶν, αἱ μὲν αἰσθήσεις παραποδίζονται, τὸ δὲ διανοητικὸν ἔτι μένει σῳζόμενον· τῆς δὲ μέσης κοιλίας μόνης παθούσης, ἡ μὲν διάνοια σφάλλεται, τὰ δὲ αἰσθητήρια μένει φυλάττοντα τὴν κατὰ φύσιν αἴσθη‐204

13

(50)

σιν· ἐὰν δὲ καὶ αἱ πρόσθιοι καὶ ἡ μέση κοιλία πάθωσιν, ὁ λογισμὸς ἅμα ταῖς αἰσθήσεσι παρακόπτει· τῆς δὲ παρεγ‐ κεφαλίδος παθούσης, ἡ μνήμη μόνη παραπόλλυται, τῆς αἰσθήσεως καὶ τῆς διανοίας εἰς οὐδὲν βλαπτομένων [δῆλον δὲ ὡς οὐκ ἔστιν ἡμῖν ὁ λόγος νῦν περὶ τῆς καθ’ ὁρμὴν κινήσεως]· ἐὰν
55δὲ σὺν ταῖς προσθίοις καὶ ἡ μέση καὶ ἡ ὄπισθεν πάθῃ τι,
καὶ τὴν αἴσθησιν καὶ τὸν λογισμὸν καὶ τὴν μνήμην ὁμοῦ παραφθείρονται, πρὸς τῷ καὶ τὸ πᾶν κινδυνεύειν ἀπολέσθαι ζῷον. γίνεται δὲ τοῦτο δῆλον καὶ δι’ ἄλλων μὲν πολλῶν πα‐ θῶν τε καὶ συμπτωμάτων, μάλιστα δὲ ἐκ τῆς φρενίτιδος.205
60τῶν γὰρ φρενιτιζόντων οἱ μὲν τὰς αἰσθήσεις διασῴζουσι, τῆς διανοίας μόνης βλαβείσης. τοιοῦτον ἀναγράφει Γαληνὸς φρενιτίσαντα, ὃς ἐριουργοῦ τινος ἐργαζομένου παρ’ αὐτῷ διαναστὰς καὶ λαβὼν ὑαλᾶ σκεύη, ἐπί τε τὰς θυρίδας ὁρμή‐ σας, ἠρώτα τοὺς παριόντας, ἕκαστον τῶν σκευῶν ἐξ ὀνό‐
65ματος καλῶν, εἰ θέλουσιν αὐτὸ ῥιφῆναι κάτω· τῶν δὲ
παρεστώτων βούλεσθαι φησάντων, πρῶτον ἠκόντισε τῶν σκευῶν ἕκαστον· εἶτα ἤρετο τοὺς παρόντας εἰ καὶ τὸν ἐριουργὸν βούλοιντο ῥιφῆναι· τῶν δὲ παιδιὰν νομισάντων εἶναι τὸ πρᾶγμα καὶ διὰ τοῦτο θέλειν φησάντων, λαβὼν ὤθησεν206
70ἄνωθεν κάτω τὸν ἐριουργόν. οὗτος τὰς μὲν αἰσθήσεις ὑγί‐ αινεν· ᾔδει γὰρ ὅτι σκεύη ταῦτα καὶ ἐριουργὸς οὗτος· ἐνόσει δὲ τὴν διάνοιαν. ἄλλοι δὲ διάκενον ἕλκουσι φαντασίαν, ὁρᾶν οἰόμενοι τὰ μὴ ὁρώμενα· τὰ δ’ ἄλλα φρονοῦσι κατὰ λόγον· οὗτοι τὰς προσθίους μόνας κοιλίας ἐβλάβησαν, τῆς μέσης
75ἀπαθοῦς μεινάσης. ἐκ δὲ τῶν παθῶν τῶν παρακολουθούν‐ των ἑκάστῳ μορίῳ τὰ τῆς ἐνεργείας αὐτῶν ἐμποδίζεται· εἰς ἐκείνην γὰρ τὴν ἐνέργειαν καταβλάπτεται τὸ ζῷον ἣν πέφυκεν ἐνεργεῖν τὸ πεπονθὸς μόριον, ὡς καὶ τοῦ ποδὸς παθόντος, εἰς τὸ περιπατεῖν ἐμποδιζόμεθα. ταύτην γὰρ ὁ
80ποὺς ἔχει τὴν ἐνέργειαν.207

14

(1t)

περὶ τοῦ ἐνδιαθέτου
2tκαὶ προφορικοῦ λόγου
3 Αὕτη μὲν οὖν μία διαίρεσις τῆς ψυχικῆς δυνάμεως, ᾗ συνδιαιρεῖται μέρη τινὰ τοῦ σώματος· ἑτέρα δὲ διαίρεσις
5καθ’ ἕτερον τρόπον τοῦ λογικοῦ τῆς ψυχῆς, ὅ τε καλού‐ μενος ἐνδιάθετος λόγος καὶ ὁ προφορικός.
ἔστι δὲ ἐνδιάθε‐ τος μὲν λόγος τὸ κίνημα τῆς ψυχῆς τὸ ἐν τῷ διαλογι‐ στικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως. ὅθεν πολλάκις
10καὶ σιωπῶντες λόγον ὅλον παρ’ ἑαυτοῖς διεξερχόμεθα· καὶ ἐν τοῖς ὀνείροις διαλεγόμεθα· κατὰ τοῦτο δὲ μάλιστα λογι‐ κοὶ πάντες ἐσμέν. οὐ γὰρ οὕτω κατὰ τὸν προφορικὸν λόγον ὡς κατὰ τοῦτον. καὶ γὰρ οἱ ἐκ γενετῆς κωφοὶ καὶ οἱ διὰ πάθος ἢ νόσημα τὴν φωνὴν ἀποβαλόντες οὐδὲν ἧττον λογικοί208
15εἰσιν.
ὁ δὲ προφορικὸς λόγος ἐν τῇ φωνῇ καὶ ταῖς δια‐ λέκτοις τὴν ἐνέργειαν ἔχει.
ὄργανα δὲ τῆς φωνῆς πολλά. οἵ τε γὰρ ἐν τοῖς μεσοπλεύροις ἔσωθεν μύες καὶ ὁ θώραξ
20καὶ ὁ πνεύμων ἥ τε τραχεῖα ἀρτηρία καὶ ὁ λάρυγξ καὶ τού‐ των μάλιστα τὸ χονδρῶδες καὶ τὰ παλινδρομοῦντα νεῦρα καὶ ἡ γλωττὶς καὶ πάντες οἱ κινοῦντες ταῦτα τὰ μόρια
μύες τῆς ἐκφωνήσεώς εἰσιν ὄργανα. τῆς δὲ διαλέκτου τὸ στόμα. ἐν τούτῳ γὰρ διαπλάσσεται καὶ σχηματίζεται καὶ209
25οἱονεὶ μορφοῦται ἡ διάλεκτος· τῆς μὲν γλώσσης καὶ τοῦ γαργαρεῶνος πλήκτρου λόγον ἐπεχόντων· τῆς δὲ ὑπερῴας, ἠχείου· τῶν δὲ ὀδόντων καὶ τῆς ποιᾶς τοῦ στόματος διαν‐ οίξεως, ὡς ἐν λύρᾳ, τὴν τῶν χορδῶν ἀναπληρούντων χρείαν, συντελούσης τι καὶ τῆς ῥινὸς πρὸς εὐφωνίαν ἤτοι κακοφωνίαν,
30ὡς δῆλον ἐκ τῶν ᾀδόντων. Διαιροῦσι δὲ καὶ ἄλλως εἰς δυνάμεις ἢ εἴδη ἢ μέρη τὴν210
ψυχήν, εἴς τε τὸ φυτικόν, ὃ καὶ θρεπτικὸν καὶ παθητικὸν καλεῖται, καὶ εἰς τὸ αἰσθητικὸν καὶ εἰς τὸ λογικόν.
τῶν δὲ
211
35ὀργάνων ἑκάστου τούτων τὰ μὲν εἴρηται, τὰ δὲ ἐν τοῖς ἑξῆς ῥηθήσεται.
Ζήνων δὲ ὁ Στωϊκὸς ὀκταμερῆ φησιν εἶναι τὴν ψυχήν, διαιρῶν αὐτὴν εἴς τε τὸ ἡγεμονικόν, καὶ εἰς τὰς πέντε αἰσθήσεις, καὶ τὸ φωνητικὸν καὶ τὸ σπερ‐
40ματικόν.
Παναίτιος δὲ ὁ φιλόσοφος τὸ μὲν φωνητικὸν τῆς καθ’ ὁρμὴν κινήσεως μέρος εἶναι βούλεται, λέγων ὀρθότατα· τὸ δὲ σπερματικόν, οὐ τῆς ψυχῆς μέρος, ἀλλὰ τῆς φύσεως. Ἀριστοτέλης δὲ ἐν μὲν τοῖς Φυσικοῖς πέντε εἶναι λέγει τὰ
45μέρη τῆς ψυχῆς, τό τε φυτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ κινητικὸν κατὰ τόπον καὶ τὸ ὀρεκτικὸν καὶ τὸ διανοητικόν·
φυτικὸν λέγων τὸ τρέφον καὶ αὔξειν καὶ γεννᾶν ποιοῦν καὶ διαπλάσσον τὰ σώματα· καλεῖ δὲ τὸ φυτικὸν καὶ θρεπτι‐ κόν, τὸ πᾶν ἀπὸ τοῦ κρατίστου μέρους καλῶν, τοῦ τρέ‐212

14

(50)

φοντος, ἀφ’ οὗ καὶ τὰ ἄλλα μέρη τοῦ φυτικοῦ τὴν ὕπαρ‐ ξιν ἔχει. οὕτω μὲν ἐν τοῖς Φυσικοῖς· ἐν δὲ τοῖς Ἠθικοῖς εἰς δύο τὰ πρῶτα καὶ γενικώτατα διαιρεῖ τὴν ψυχήν, εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον· ὑποδιαιρεῖ δὲ τὸ ἄλογον εἴς τε τὸ ἐπιπειθὲς λόγῳ καὶ εἰς τὸ μὴ κατήκοον λόγου.
55 περὶ μὲν οὖν τοῦ λογικοῦ ἐν τοῖς προλαβοῦσιν εἴρηται· περὶ δὲ τοῦ ἀλόγου νῦν διαληψόμεθα.
56

15

(1t)

περὶ τοῦ ἀλόγου τῆς ψυχῆς
2tμέρους ἢ εἴδους ὃ καὶ παθητικὸν
3tκαὶ ὀρεκτικὸν καλεῖται
4Τινὲς καθ’ ἑαυτὴν εἶναι λέγουσι τὴν ἀλογίαν, ὡς ἄλο‐
5γον ψυχὴν οὖσαν, καὶ οὐ μέρος τῆς λογικῆς. πρῶτον μέν, ὅτι καὶ καθ’ ἑαυτὴν ἐν τοῖς ἀλόγοις ζῴοις εὑρίσκεται· ἐξ οὗ δῆλον ὅτι τελεία τίς ἐστι, καὶ οὐ μέρος ἄλλης· εἶθ’ ὅτι τῶν ἀτοπωτάτων ἐστὶ τῆς λογικῆς μέρος εἶναι τὸ ἄλο‐ γον.213
10
Ἀριστοτέλης δὲ καὶ μέρος εἶναι λέγει καὶ δύναμιν καὶ διαιρεῖ εἰς δύο, ὡς ἔφαμεν· καλεῖται δὲ ταῦτα κοινῶς καὶ ὀρεκτικόν· τούτου δέ ἐστιν καὶ ἡ καθ’ ὁρμὴν κίνησις. ἡ γὰρ ὄρεξις κινήσεώς ἐστιν ἀρχή. ὀρεχθέντα γὰρ τὰ ζῷα ἐπὶ τὴν
καθ’ ὁρμὴν ᾄττει κίνησιν. τοῦ δὲ ἀλόγου τὸ μὲν οὐ πείθεται214
15λόγῳ, τὸ δὲ ἐπιπειθές ἐστι λόγῳ· πάλιν δὲ τὸ ἐπιπειθὲς λόγῳ διαιρεῖται εἰς δύο εἴς τε τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.
ἔστιν δὲ ὄργανα τοῦ μὲν ἐπιθυμητικοῦ τοῦ δι’ αἰσθήσεως τὸ ἧπαρ· τοῦ δὲ θυμικοῦ ἡ καρδία, σκληρὸν
20μόριον καὶ κίνησιν εὔτονον ἐπιδεχόμενον, εἰς σκληρὰν ὑπη‐ ρεσίαν καὶ σύντονον ὁρμὴν τεταγμένον, ὥσπερ τὸ ἧπαρ, ἁπαλὸν σπλάγχνον, τῆς ἁπαλῆς ἐπιθυμίας ὄργανον γέγονεν. καλεῖται δὲ ταῦτα ἐπιπειθῆ λόγῳ ὅτι πέφυκε πείθεσθαι λόγῳ καὶ ὑποτάττεσθαι καὶ κινεῖσθαι ὡς ἂν ὁ λόγος κε‐
25λεύῃ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων ἀνθρώπων.
ἔστι δὲ καὶ ταῦτα τὰ πάθη συστατικὰ τῆς ζῳώδους οὐσίας. ἄνευ γὰρ τούτων οὐκ ἔστι συστῆναι τὴν ζωήν.
ἐπεὶ δὲ τὸ πάθος
30ὁμωνύμως λέγεται διασταλτέον πρότερον τὴν ὁμωνυμίαν.
λέγεται γὰρ πάθος καὶ τὸ σωματικόν, ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη· λέγεται πάθος καὶ τὸ ψυχικόν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. ἔστι δὲ κοινῶς μὲν καὶ γενικῶς ζῴου πάθος ᾧ ἕπεται ἡδονὴ ἢ λύπη. ἕπε‐215
35ται γὰρ τῷ πάθει λύπη καὶ οὐκ αὐτὸ τὸ πάθος ἐστὶ λύπη. εἰ γὰρ τοῦτο ἦν πᾶν τὸ πάσχον καὶ ἤλγει· νῦν δὲ τὰ ἀναίσθητα πάσχει μὲν οὐκ ἀλγεῖ δέ· οὐκ ἄρα τὸ πάθος ἐστὶ τὸ ἄλγημα, ἀλλ’ ἡ τοῦ πάθους αἴσθησις. δεῖ δὲ τοῦτο καὶ ἀξιόλογον εἶναι ἵνα τῇ αἰσθήσει ὑποπέσῃ. τῶν δὲ ψυχικῶν
40παθῶν ὅρος οὗτος· πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνά‐ μεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. καὶ ἄλλως· πάθος ἐστὶ κίνησις ἄλογος τῆς ψυχῆς δι’ ὑπόληψιν καλοῦ ἢ κακοῦ. τὸ δὲ γενικὸν πάθος οὕτως ὁρίζονται· πάθος ἐστὶ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. ἐνέργεια δέ ἐστι κίνησις δραστική·
45δραστικὸν δὲ λέγεται τὸ ἐξ ἑαυτοῦ κινούμε‐ νον. οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοει‐ δοῦς, πάθος δὲ τῶν δύο μερῶν τῆς ψυχῆς καὶ προσέτι
τοῦ σώματος ἡμῶν παντὸς ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις. ἐξ ἑτέρου γὰρ ἐν ἑτέρῳ γέγονεν216

15

(50)

ἡ κίνησις, ὅπερ ἐλέγομεν εἶναι πάθος. καὶ καθ’ ἕτερον δὲ τρόπον ἡ ἐνέργεια πάθος λέγεται ὅταν ᾖ παρὰ φύσιν. ἐνέργεια μὲν γάρ ἐστι κατὰ φύσιν κίνησις· πάθος δὲ παρὰ φύσιν. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον ἡ ἐνέργεια, ὅταν μὴ κατὰ φύσιν κινῆται, λέγεται πάθος, εἴτε ἐξ ἑαυτοῦ κινοῖτο
55εἴτε ἐξ ἑτέρου. τῆς γοῦν καρδίας ἡ μὲν κατὰ τοὺς σφυγμοὺς κίνησις ἐνέργειά ἐστιν· ἡ δὲ κατὰ τοὺς παλμοὺς πάθος. ἐξ αὐτῆς μὲν γάρ ἐστιν καὶ ἡ κατὰ τοὺς παλμοὺς κίνησις, ἀλλ’ οὐ κατὰ φύσιν· ἐξ αὐτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν, ἀλλὰ κατὰ φύσιν. οὐδὲν οὖν θαυμαστὸν ἓν καὶ ταὐτὸν
60πρᾶγμα καὶ πάθος καὶ ἐνέργειαν ὀνομάζεσθαι. καθ’ ὃ μὲν γὰρ κινήσεις εἰσὶν ἐξ αὐτοῦ τοῦ παθητικοῦ τῆς ψυχῆς, ἐνέρ‐
γειαί τινές εἰσι· καθ’ ὅσον δὲ ἄμετροι καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι ἀλλὰ πάθη. οὕτως οὖν ἡ κίνησις τοῦ ἀλόγου πάθος ἐστὶ κατ’ ἄμφω τὰ σημαινόμενα. οὐ πᾶσα δὲ κίνησις217
65τοῦ παθητικοῦ πάθος καλεῖται· ἀλλ’ αἱ σφοδρότεραι καὶ εἰς αἴσθησιν προβαίνουσαι. αἱ γὰρ μικραὶ καὶ ἀνεπαίσθητοι οὐδέπω πάθη. δεῖ γὰρ ἔχειν τὸ πάθος καὶ μέγεθος ἀξιό‐ λογον. διὸ πρόσκειται τῷ ὅρῳ τοῦ πάθους τὸ κίνησις αἰσθη‐ τή. αἱ γὰρ μικραὶ κινήσεις λανθάνουσαι τὴν αἴσθησιν οὐ
70ποιοῦσι πάθος, ὡς εἴρηται.
70

16

(1t)

περὶ τοῦ ἐπιθυμητικοῦ
2 Διαιρεῖται μὲν οὖν ὡς ἔφαμεν τὸ ἄλογον τῆς ψυχῆς τὸ ἐπιπειθὲς λόγῳ εἰς δύο, τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν· πάλιν δὲ τὸ ἐπιθυμητικὸν διαιρεῖται εἰς δύο, εἰς
5ἡδονὰς καὶ λύπας· ἐπιτυγχάνουσα μὲν γὰρ ἡ ἐπιθυμία ἡδονὴν ἐμποιεῖ· ἀποτυγχάνουσα δὲ λύπην.
πάλιν δὲ καθ’ ἕτερον τρόπον ἡ ἐπιθυμία διαιρουμένη τέσσαρα σὺν ἑαυτῇ
τὰ πάντα εἴδη ποιεῖ. ἐπεὶ γὰρ τῶν ὄντων τὰ μέν ἐστιν218
10ἀγαθά, τὰ δὲ φαῦλα· καὶ τὰ μὲν ἤδη πάρεστι, τὰ δὲ προσδοκᾶται· κατὰ τούτους τοὺς τρόπους τῶν δύο εἰς δύο πολυπλασιαζομένων τὰ τῆς ἐπιθυμίας εἰς τέσσαρα διαιρεῖ‐ ται. ἔστι γὰρ ἀγαθὸν καὶ κακόν· καὶ πάλιν παρὸν καὶ προσδοκώμενον. προσδοκώμενον μὲν ἀγαθὸν ἐπιθυμία ἐστίν·
15ἤδη δὲ παρόν, ἡδονή. πάλιν προσδοκώμενον μὲν κακόν, φό‐ βος· παρὸν δέ, λύπη. περὶ τὰ ἀγαθὰ μὲν γὰρ στρέφεται ἡδονὴ καὶ ἐπιθυμία· περὶ τὰ φαῦλα δὲ φόβος καὶ λύπη. διό τινες τὸ πάθος εἰς τέσσαρα διαιροῦσιν, ἐπιθυμίαν, ἡδο‐ νήν, φόβον, λύπην. ἀγαθὰ δὲ καὶ φαῦλα λέγομεν ἢ
20τὰ ὄντως ὄντα ἢ τὰ νομιζόμενα.
ἐγγίνεται δὲ τὰ φαῦλα πάθη τῇ ψυχῇ διὰ τριῶν τούτων· διὰ κακῆς ἀγωγῆς, ἐξ ἀμαθίας, ὑπὸ καχεξίας. μὴ ἀχθέντες γὰρ καλῶς ἐκ παί‐ δων ὡς δύνασθαι κρατεῖν τῶν παθῶν εἰς τὴν ἀμετρίαν
25αὐτῶν ἐκπίπτομεν· ἐκ δὲ τῆς ἀμαθίας φαῦλαι κρίσεις τῷ λογιστικῷ τῆς ψυχῆς ἐμφύονται ὡς οἴεσθαι τὰ φαῦλα
χρηστὰ εἶναι καὶ τὰ χρηστὰ φαῦλα· γίνεται δέ τινα καὶ ἐκ τῆς τοῦ σώματος καχεξίας. ὀργίλοι γάρ εἰσιν οἱ πικρό‐ χολοι καὶ καταφερεῖς οἱ θερμοὶ καὶ ὑγροὶ τὴν κρᾶσιν· θε‐219
30ραπευτέον δὲ τὸ μὲν κακὸν ἔθος ἔθει καλῷ, τὴν δὲ ἀμα‐ θίαν μαθήσει καὶ ἐπιστήμῃ, τὴν δὲ καχεξίαν ἰατέον σωμα‐ τικῶς μεθιστάντας αὐτὴν ὡς οἷόν τε εἰς τὴν μέσην κρᾶσιν ἁρμοζούσῃ διαίτῃ καὶ γυμνασίοις καὶ φαρμάκοις, ἐὰν καὶ τού‐ των δεηθῶμεν.
34

17

(1t)

περὶ ἡδονῶν
2 Τῶν ἡδονῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί. ψυχικαὶ μὲν αἱ τῆς ψυχῆς αὐτῆς καθ’ ἑαυτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν, αὗται γὰρ καὶ αἱ τοιαῦται
5μόνης εἰσὶ τῆς ψυχῆς· σωματικαὶ δέ εἰσιν αἱ μετὰ κοι‐
νωνίας τοῦ σώματος καὶ τῆς ψυχῆς γινόμεναι, καὶ διὰ τοῦτο σωματικαὶ καλούμεναι, ὡς αἱ περὶ τὰς τροφὰς καὶ τὰς συνουσίας. μόνου δὲ τοῦ σώματος οὐκ ἂν εὕροι τις ἰδίας ἡδονὰς ἀλλὰ πάθη, οἷον τομὰς καὶ ῥεύσεις καὶ τὰς κατὰ220
10κρᾶσιν ποιότητας. πᾶσα γὰρ ἡδονὴ μετ’ αἰσθήσεως· ψυ‐ χικὴν δὲ τὴν αἴσθησιν ἐδείξαμεν.
καὶ δῆλον ὡς τῶν πολ‐ λαχῶς λεγομένων ἐστὶν ἡ ἡδονή. ὑφ’ ἕτερον γὰρ καὶ ἕτερον γένος εἰσίν, ὡς αἱ σπουδαῖαι ἡδοναὶ καὶ αἱ φαῦλαι· καὶ αἱ
15μὲν ψευδεῖς, αἱ δὲ ἀληθεῖς· καὶ αἱ μὲν τῆς διανοίας μόνης κατ’ ἐπιστήμην· αἱ δὲ μετὰ σώματος κατ’ αἴσθησιν· καὶ αὐτῶν δὲ τῶν κατ’ αἴσθησιν αἱ μέν εἰσι φυσικαί· αἱ δὲ οὔ· καὶ τῇ μὲν ἡδονῇ τῇ ἐν τῷ πίνειν ἀντίκειται ἡ ἐν τῷ διψῆν λύπη· τῇ δὲ κατὰ θεωρίαν οὐδέν. ταῦτα οὖν
20πάντα δείκνυσι τὴν ἡδονὴν ὁμώνυμον.
τῶν δὲ σωματικῶν καλουμένων ἡδονῶν αἱ μέν εἰσιν ἀναγκαῖαι ἅμα καὶ φυσικαί, ὧν χωρὶς ζῆν ἀδύνατον· ὡς αἱ τροφαὶ αἱ τῆς ἐνδείας ἀνα‐ πληρωτικαὶ καὶ τὰ ἐνδύματα τὰ ἀναγκαῖα· αἱ δὲ φυσικαὶ
25μέν, οὐκ ἀναγκαῖαι δέ, ὡς αἱ κατὰ φύσιν καὶ κατὰ νόμον μίξεις. αὗται γὰρ εἰς μὲν τὴν διαμονὴν τοῦ παντὸς γένους
συντελοῦσιν· δυνατὸν δὲ καὶ χωρὶς αὐτῶν ἐν παρθενίᾳ ζῆν· αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαί, ὡς ἡ μέθη καὶ ἡ λαγνεία καὶ πλησμοναὶ τὴν χρείαν221
30ὑπερβαίνουσαι. οὔτε γὰρ εἰς διαδοχὴν τοῦ γένους ἡμῖν συμ‐ βάλλονται, ὡς ἡ κατὰ νόμον συνουσία, οὔτε εἰς σύστασιν τῆς ζωῆς ἀλλὰ καὶ προσβλάπτουσιν. τῷ τοίνυν κατὰ θεὸν ζῶντι μόνας μεταδιωκτέον τὰς ἀναγκαίας ἅμα καὶ φυσικὰς ἡδονάς· τῷ δὲ μετ’ ἐκεῖνον, ἐν δευτέρᾳ τάξει τῶν ἀρετῶν
35τεταγμένῳ, ταύτας τε καὶ τὰς φυσικὰς μέν, οὐκ ἀναγκαίας δὲ μετιτέον μετὰ τοῦ προσήκοντος καὶ τρόπου καὶ μέτρου καὶ καιροῦ καὶ τόπου· τὰς δὲ ἄλλας φευκτέον παντὶ τρό‐ πῳ. ἁπλῶς δὲ ἡγητέον ταύτας εἶναι καλὰς ἡδονὰς τὰς μὴ συμπεπλεγμένας λύπῃ μήτε μεταμέλειαν ἐμποιούσας
40μήτε βλάβης ἑτέρας γεννητικάς, μήτε τοῦ μετρίου πέρα χωρούσας, μήτε τῶν σπουδαίων ἡμᾶς ἔργων ἀφελκούσας ἐπὶ πολὺ ἢ καταδουλούσας.
κυρίως δέ εἰσιν ἡδοναὶ αἱ τῇ κατανοήσει τοῦ θείου καὶ ταῖς ἐπιστήμαις καὶ ταῖς ἀρεταῖς
45ἐπιγινόμεναί πως ἢ συμπεπλεγμέναι, ἅσπερ ἐν τοῖς κατὰ
πρῶτον λόγον περισπουδάστοις θετέον, οὐκ εἰς τὸ εἶναι ἁπλῶς, οὐδὲ εἰς τὴν διαμονὴν τοῦ γένους, ἀλλ’ εἰς τὸ εὖ εἶναι καὶ σπουδαίοις καὶ θεοφιλέσιν εἶναι συντελούσας, καὶ εἰς αὐτὴν τοῦ ἀνθρώπου τὴν κατὰ ψυχὴν καὶ τὸ νοερὸν222

17

(50)

τελειότητα, αἵπερ οὔτε θεραπεῖαί τινων παθῶν εἰσιν, ὡς αἱ τῆς ἐνδείας ἀναπληρωτικαί, οὔθ’ ὅλως λύπην ἔχουσι προηγουμένην ἢ ἑπομένην ἢ ἀντικειμένην, ἀλλ’ εἰσὶ καθαραὶ καὶ ἄμικτοι πάσης ὑλικῆς συμπλοκῆς, ψυχικαὶ μόνον οὖσαι. καὶ γὰρ κατὰ Πλάτωνα τῶν ἡδονῶν αἱ μέν εἰσι ψευδεῖς,
55αἱ δὲ ἀληθεῖς· ψευδεῖς μέν, ὅσαι μετ’ αἰσθήσεως γίνονται καὶ δόξης οὐκ ἀληθοῦς, καὶ λύπας ἔχουσι συμπεπλεγμένας· ἀληθεῖς δὲ ὅσαι τῆς ψυχῆς εἰσι μόνης αὐτῆς καθ’ ἑαυτὴν μετ’ ἐπιστήμης καὶ νοῦ καὶ φρονήσεως, καθαραὶ καὶ ἀνεπί‐ μικτοι λύπης, αἷς οὐδεμία μετάνοια παρακολουθεῖ ποτε.
60καλοῦσι δὲ τὰς ἐπακολουθούσας τῇ θεωρίᾳ καὶ ταῖς καλαῖς
πράξεσιν ἡδονὰς οὐ πάθη ἀλλὰ πείσεις. τινὲς δὲ κυρίως τὴν τοιαύτην ἡδονὴν χαρὰν λέγουσιν.
ὁρίζονται δὲ τὴν ἡδο‐ νὴν γένεσιν εἰς φύσιν αἰσθητήν. ἔοικεν δὲ οὗτος ὁ ὅρος
223
65τῆς σωματικῆς μόνης ἡδονῆς εἶναι. αὕτη γὰρ ἀναπλήρωσίς τίς ἐστι καὶ ἰατρεία τῆς σωματικῆς ἐνδείας, καὶ τῆς προσ‐ γενομένης διὰ τὴν ἔνδειαν λύπης. ῥιγοῦντες γὰρ ἢ διψῶν‐ τες τὴν ἐκ τοῦ ῥίγους καὶ τῆς δίψης θεραπεύοντες λύπην, ἐν τῷ θάλπεσθαι καὶ πίνειν ἡδόμεθα. κατὰ συμβεβηκὸς
70οὖν εἰσιν ἀγαθαὶ καὶ οὐ καθ’ ἑαυτὰς οὐδὲ φύσει. ὡς γὰρ τὸ ὑγιάζεσθαι κατὰ συμβεβηκός ἐστιν ἀγαθόν, τὸ δὲ ὑγιαίνειν φύσει καὶ καθ’ ἑαυτό· οὕτω καὶ αὗται κατὰ συμ‐ βεβηκός εἰσιν ἀγαθαί, ἰατρεῖαί τινες οὖσαι· αἱ δὲ τῆς θεω‐ ρίας ἡδοναὶ καθ’ ἑαυτάς εἰσιν ἀγαθαὶ καὶ φύσει. οὐ γὰρ
75ἐπ’ ἐνδείᾳ γίνονται. δῆλον οὖν ἐντεῦθεν ὡς οὐ πᾶσα ἡδονὴ τῆς ἐνδείας ἐστὶν ἀναπληρωτική. εἰ δὲ τοῦτο, οὐχ ὑγιὴς
ὁ ὅρος ὁ λέγων γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι τὴν ἡδονήν. οὐ γὰρ πάσας περιλαμβάνει τὰς ἡδονάς, ἀλλὰ παραλείπει τὴν ἐκ τῆς θεωρίας.224
80
καὶ Ἐπίκουρος δὲ τὴν ἡδονὴν ὁριζό‐ μενος παντὸς τοῦ λυποῦντος ὑπεξαίρεσιν τὸ αὐτό φησι τοῖς λέγουσι γένεσιν εἰς φύσιν αἰσθητήν. τὴν γὰρ ἀπαλ‐ λαγὴν τοῦ λυποῦντος ἡδονὴν εἶναί φησιν. ἐπειδὴ δὲ οὐδεμία γένεσις τοῖς οἰκείοις ἀποτελέσμασιν ὁμογενής ἐστιν ἢ συγγενής,
85οὐδὲ τὴν γένεσιν τῆς ἡδονῆς ἡδονὴν ἡγητέον, ἀλλὰ παρὰ τὴν ἡδονὴν ἄλλο τι· ἐν τῷ γίνεσθαι μὲν γὰρ ἡ γένεσίς ἐστιν· οὐδὲν δὲ τῶν γινομένων ἅμα γίνεται καὶ γέγονεν· ἀλλὰ δῆ‐ λον ὅτι κατὰ μέρος· τὸ δὲ ἡδόμενον ἀθρόως ἥσθη· οὐκ ἄρα γένεσις ἡ ἡδονή.
90
ἔτι πᾶσα γένεσις οὐκ ὄντος ἐστίν· ἡ δὲ ἡδονὴ τῶν ἤδη ὄντων· οὐκ ἔστιν ἄρα γένεσις ἡ ἡδονή. ἔτι γένεσις μὲν ταχεῖα καὶ βραδεῖα λέγεται· ἡδονὴ δὲ οὔ. ἔτι τῶν ἀγαθῶν τὰ μὲν ἕξις ἐστίν, τὰ δὲ ἐνέργεια,
95τὰ δὲ ὄργανα. ἕξις μὲν ὡς ἀρετή· ἐνέργεια δὲ ὡς ἡ κατ’ αὐτὴν πρᾶξις. καὶ πάλιν ἕξις μὲν ἡ ὁρατική· ἐνέργεια δὲ τὸ ὁρᾶν· ὄργανα δὲ δι’ ὧν ἐνεργοῦμεν, ὡς ὀφθαλμὸς
καὶ πλοῦτος καὶ τὰ τοιαῦτα. πᾶσαι δὲ αἱ περὶ τὰ ἀγαθὰ καὶ φαῦλα ψυχικαὶ δυνάμεις ἕξεών τινῶν εἰσι δυνάμεις· εἴπερ225

17

(100)

οὖν ἀγαθόν ἐστιν ἡδονὴ ἢ φαῦλον, ἐν τούτοις ἔσται μόνοις· ἀλλ’ ἕξις μὲν οὐκ ἔστιν. οὔτε γὰρ ὡς ἀρετή· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως μετέπιπτεν εἰς τὴν ἐναντίαν ἑαυτῇ λύπην· οὔτε ὡς ἡ ἀντικειμένη τῇ στερήσει· κατὰ ταὐτὸν γὰρ ἕξιν καὶ στέρησιν ἀδύνατον εἶναι· ἅμα δέ τινες ἥδονται καὶ λυποῦνται,
105ὡς οἱ κνώμενοι· οὐκ ἔστιν ἄρα ἕξις ἡ ἡδονή. ἀλλ’ οὐδὲ ὄρ‐ γανον. τὰ γὰρ ὄργανα καὶ δι’ ἄλλα, καὶ οὐ δι’ ἑαυτά· ἡ δὲ ἡδονὴ οὐ δι’ ἄλλο ἀλλὰ δι’ ἑαυτήν· οὐκ ἄρα οὐδὲ ὄργανον. λείπεται δὴ ἐνέργειαν αὐτὴν εἶναι. ὅθεν Ἀριστοτέλης αὐτὴν
ὁρίζεται ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστον.226
110τὰ γὰρ ἐμπόδια τῆς κατὰ φύσιν ἐνεργείας, λύπη· ἀλλὰ καὶ ἡ εὐδαιμονία, ἐνέργειά ἐστιν ἀνεμπόδιστος τῆς κατὰ φύσιν ἕξεως· συμβαίνει δὴ κατὰ τὸν ὅρον τοῦτον τὴν εὐδαιμονίαν ἡδονὴν εἶναι, καὶ διεσφάλθαι τὸν ὅρον· διορθούμενος οὖν ὡρίσατο τὴν ἡδονὴν τέλος εἶναι τῶν τοῦ ζῴου κατὰ φύσιν
115ἀνεμποδίστων ἐνεργειῶν, ὡς συμπεπλέχθαι καὶ συνυπάρ‐ χειν τῇ εὐδαιμονίᾳ τὴν ἡδονήν, ἀλλ’ οὐχ ἡδονὴν εἶναι τὴν εὐδαιμονίαν.
οὐ πᾶσα δὲ ἐνέργεια κίνησίς ἐστιν, ἀλλ’ ἔστι τις καὶ δι’ ἀκινησίας ἐνέργεια, καθ’ ἣν ὁ πρῶτος ἐνεργεῖ
120Θεός· τὸ γὰρ πρῶτον κινοῦν ἀκίνητον. τοιαύτη δὲ καὶ ἡ τοῦ θεωρεῖν ἐν ἀνθρώποις ἐνέργεια. διὰ γὰρ ἀκινησίας· καὶ γὰρ τὸ θεωρούμενον ἓν καὶ ταὐτὸν ἀεὶ καὶ ἡ διάνοια
τοῦ θεωροῦντος ἕστηκεν· περὶ ἓν γὰρ καὶ ταὐτὸν ἀεὶ κατα‐ γίνεται. εἰ δὲ τῆς θεωρίας ἡ ἡδονή, μεγίστη τε οὖσα καὶ227
125κυριωτάτη καὶ ἀληθής, δι’ ἀκινησίας γίνεται, δῆλον ὡς αἱ δι’ ἐλαττόνων κινήσεων γινόμεναι, ὅσῳ δι’ ἐλαττόνων, το‐ σούτῳ καὶ κρείσσους καὶ μείζους εἰσίν. συνδιαιροῦνται δὲ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ κατ’ εἶδος ὅσα γὰρ ἐνεργειῶν εἴδη, τοσαῦτα καὶ ἡδονῶν· καὶ τῶν μὲν καλῶν καλαί, τῶν δὲ
130φαύλων φαῦλαι· καὶ δῆλον ὡς καθ’ ἑκάστην αἴσθησιν ἕτε‐ ραι τῷ εἴδει καὶ ἡδοναί. ἕτεραι γὰρ ἁφῆς καὶ γεύσεως καὶ ἕτεραι τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῆς ὀσφρήσεως· καθα‐ ρώτεραι δέ εἰσι τῶν αἰσθήσεων ὅσαι μὴ προσπελάζουσαι τοῖς αἰσθητοῖς ἥδουσιν, ὡς ὄψις καὶ ἀκοὴ καὶ ὄσφρησις.
135 καὶ τῶν διανοητικῶν δὲ εἴδη δύο· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ θεωρητικόν. δῆλον οὖν ὅτι καὶ τῶν ἡδο‐ νῶν τῶν παρεπομένων ταῖς ἐνεργείαις ταύταις εἴδη δύο. καὶ τούτων δὲ καθαρώτερον τὸ θεωρητικὸν τοῦ πρακτικοῦ. τοῦ
δὲ ἀνθρώπου ἴδιαι, καθ’ ὃ ἄνθρωπος, αἱ διανοητικαί. κοιναὶ228
140γὰρ καθ’ ὃ ζῷον αἱ αἰσθητικαὶ καὶ πρὸς τὰ ἄλλα ζῷα. ἐπειδὴ δὲ τῶν αἰσθητικῶν ἡδονῶν οἱ μὲν ἄλλαις, οἱ δὲ ἄλ‐ λαις ἥδονται, οὐχ αἱ τοῖς φαύλοις ἀλλ’ αἱ τοῖς σπουδαίοις καλαὶ φαινόμεναι καὶ καθ’ ἑαυτάς εἰσι καλαί. κριτὴς γὰρ ὀρθὸς ἐπὶ παντὸς πράγματος οὐχ ὁ τυχών. ἀλλ’ ὁ ἐπιστή‐
145μων καὶ κατὰ φύσιν διακείμενος.
145

18

(1t)

περὶ λύπης.
2 Τῆς δὲ λύπης εἴδη τέσσαρα, ἄχος, ἄχθος, φθόνος, ἔλεος. ἔστι δὲ ἄχος λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος δὲ λύπη βαρύνουσα· φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς·
5ἔλεος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς. πᾶσα δὲ λύπη κακὸν τῇ ἑαυτῆς φύσει. εἰ γὰρ καὶ ὁ σπουδαῖος λυπηθήσεταί ποτε, χρηστῶν ἀνδρῶν διαφθειρομένων, ἢ τέκνων, ἢ πόλεως πορθουμένης· ἀλλ’ οὐ προηγουμένως, οὐδὲ κατὰ πρόθεσιν, ἀλλὰ κατὰ περίστασιν. καὶ ἐν τούτοις δὲ ὁ μὲν θεωρητικὸς
10ἀπαθὴς ἔσται παντάπασιν, ἀλλοτρίωσας ἑαυτὸν τῶν τῇδε καὶ συνάψας θεῷ· ὁ δὲ σπουδαῖος μετριοπαθὴς ἐν αὐταῖς καὶ οὐχ ὑπερβάλλων οὐδὲ αἰχμαλωτιζόμενος ὑπ’ αὐτῶν ἀλλὰ μᾶλλον κρατῶν αὐτῶν.
ἀντίκειται δὲ ἡ λύπη ὡς
229
15μὲν κακὸν καλῷ τῇ μετρίᾳ ἡδονῇ, ὡς δὲ κακὸν κακῷ τῇ ὑπερβαλλούσῃ ἡδονῇ. ἐν ταῖς σωματικαῖς δὲ μόναις ὑπερ‐ βολαὶ γίνονται· αἱ γὰρ θεωρητικαί, ἄκραι τινὲς οὖσαι καὶ τὸ τέλειον ἔχουσαι, τὴν ὑπερβολὴν οὐκ ἐπιδέχονται. οὐδὲ γὰρ ἀντίκειται αὐταῖς λύπη οὐδὲ ἐπὶ θεραπείᾳ προηγησα‐
20μένης λύπης γίνονται.230

19

(1t)

περὶ θυμοῦ
2 Θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος, ἐξ ἀνα‐ θυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. διὸ καὶ χολὴ λέγεται καὶ χόλος.
5
ἔστι δὲ ὅτε καὶ ὁ θυμός ἐστιν ὄρεξις ἀντιτιμωρήσεως. ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυ‐ μίας καὶ θυμοῦ.
εἴδη δὲ τοῦ θυμικοῦ τρία· ὀργή, ἣ καὶ
10χολὴ καὶ χόλος καλεῖται, μῆνις, κότος. θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων, ὀργὴ καὶ χολὴ καὶ χόλος
λέγεται· μῆνις δὲ χολὴ εἰς παλαίωσιν ἀγομένη· εἴρηται γὰρ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδεδόσθαι· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος231
15παρὰ τὸ κεῖσθαι.
ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ. ὅταν γὰρ οὗτος ἄξιον κρίνῃ τὸ γενόμενον ἀγα‐ νακτήσεως, τότε ὁ θυμὸς ἐπεξέρχεται, ἐὰν κατὰ φύσιν
τὴν οἰκείαν τάξιν φυλάττωσιν.232

20

(1t)

περὶ φόβου
2 Διαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ, εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν· ἔστι δὲ ὄκνος μὲν φόβος μελλούσης ἐνεργείας· κατάπληξις
5δὲ φόβος ἐκ μεγάλης φαντασίας· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος διαπτώσεως, τουτ‐ έστιν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν· αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλ‐
λιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπ’ αἰσχρῷ233
10πεπραγμένῳ. οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν· ταύτῃ δὲ διαφέρει αἰδὼς αἰσχύνης ὅτι ὁ μὲν αἰσχυνόμενος ἐφ’ οἷς ἔπραξε καταδύεται· ὁ δὲ αἰδούμενος φοβεῖται περιπε‐ σεῖν ἀδοξίᾳ τινί. καλοῦσι δὲ οἱ παλαιοὶ πολλάκις καὶ τὴν αἰδῶ αἰσχύνην, καὶ τὴν αἰσχύνην αἰδῶ, καταχρώμενοι τοῖς
15ὀνόμασιν.
γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν, τοῦ θερμοῦ παντὸς συντρέχοντος εἰς τὴν καρδίαν ἐπὶ τὸ ἀρχικόν, κα‐ θάπερ καὶ ὁ δῆμος ὅταν φοβῆται καταφεύγει πρὸς τοὺς ἄρχοντας.
20
τῆς δὲ λύπης ὄργανον τὸ στόμα τῆς κοιλίας. τοῦτο γάρ ἐστι τὸ τῆς δήξεως αἰσθανόμενον ἐν ταῖς λύπαις, ὡς ὁ Γαληνὸς ἐν τῷ τρίτῳ τῆς ἀποδεικτικῆς φησιν οὕτω πως· τοῖς λυπουμένοις οὐκ ὀλίγον εἰς τὴν γαστέρα καταῤῥεῖ
25ξανθῆς χολῆς, ὃ τὴν δῆξιν αὐτοῖς παρέχει, καὶ οὐ πρό‐ τερον παύονται λυπούμενοι καὶ δακνόμενοι πρὶν ἐξεμέσαι τὴν χολήν.
γίνεται γὰρ ἡ δῆξις αὐτοῖς ὑποκάτω τοῦ κατὰ
τὰ μέσα στέρνα χόνδρου, τοῦ ξιφοειδοῦς ὀνομαζομένου. πολὺ234
30δὲ ἀνωτέρω κεῖται ἡ καρδία· τοῦ γὰρ διαφράγματος ἡ μὲν γαστὴρ κατωτέρω ἐστίν· ἡ δὲ καρδία ἀνωτέρω. συνή‐ θως δὲ οἱ παλαιοὶ καρδίαν καὶ τὸ στόμα τῆς γαστρὸς κα‐ λοῦσιν, ὡς Ἱπποκράτης καὶ Θουκυδίδης ἐν τῷ λοιμῷ λέγων οὕτως·
35
ὁπότε εἰς τὴν καρδίαν στηρίξαι, ἀνέστρεφέν τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι, ὁπόσαι ἀπ’ ἰατρῶν ὠνομασμέναι εἰσίν, ἐπῄεσαν.
τὸ γὰρ ἀναστρεφόμενον τὸ στόμα τῆς γαστρός ἐστιν, ἀναγκαζόμενον ἐμεῖν, οὐ τὸ
40σπλάγχνον ἡ καρδία.235

21

(1t)

περὶ τοῦ ἀλόγου τοῦ μὴ
2tκατηκόου λόγου
3 Τὸ μὲν οὖν ἐπιπειθὲς, λόγῳ τοῦτον ἔχει τὸν τρόπον. τοῦ δὲ μὴ πειθομένου λόγῳ ἐστὶ τό τε θρεπτικὸν καὶ γεννη‐
5τικὸν καὶ σφυγμικόν. καλεῖται δὲ φυσικὸν μὲν τὸ θρεπτι‐ κὸν καὶ γεννητικόν, ζωτικὸν δὲ τὸ σφυγμικόν.
6

22

(1t)

περὶ τοῦ θρεπτικοῦ
2Τοῦ θρεπτικοῦ φυσικαὶ δυνάμεις εἰσὶ τέσσαρες, ἑλκτική,
καθεκτική, ἀλλοιωτική, ἀποκριτική· ἕκαστον γὰρ τῶν μορίων τοῦ ζῴου φυσικῶς ἕλκει πρὸς ἑαυτὸ τὴν οἰκείαν τροφὴν236
5καὶ ἑλκύσαν κατέχει καὶ κατασχὸν εἰς ἑαυτὸ μεταβάλλει καὶ οὕτως τὸ περιττὸν ἐξωθεῖ. καὶ αὗταί εἰσιν αἱ δυνάμεις αἱ τὴν τροφὴν τῶν μορίων τοῦ σώματος διοικοῦσαι, ἐξ ὧν ἡ αὔξησις, ἥ τε κατὰ μῆκος καὶ πλάτος, γίνεται.
ἐκκρίνε‐
10ται δὲ τὰ περιττὰ διὰ γαστρός, δι’ οὔρων, δι’ ἐμέτων, δι’ ἱδρώτων, διὰ στόματος, διὰ ῥινῶν, δι’ ὤτων, δι’ ὀφθαλ‐ μῶν, διὰ τῆς ἐκπνοῆς, διὰ τῶν ἀδήλων πόρων. αἱ μὲν οὖν ἄλλαι ἐκκρίσεις πρόδηλοι· δι’ ὤτων δὲ ἡ καλουμένη κυψέλη, ἥτις ἐστὶν ῥύπος τῶν ὤτων· διὰ δὲ τῶν ὀφθαλμῶν, δάκρυα
15καὶ λῆμαι· διὰ δὲ τῆς ἐκπνοῆς, τὸ λιγνυῶδες τῆς θερμό‐ τητος τῆς καρδίας. ἀδήλους δὲ πόρους φασὶ τὴν διαπνοὴν παντὸς τοῦ σώματος, καθ’ ἣν ἐκ τοῦ βάθους καὶ τῆς συ‐ στολῆς τῶν ἀρτηριῶν ἀτμοὶ πλεῖστοι διὰ τῆς μανότητος τοῦ δέρματος διεξέρχονται.
20
ὄργανα δὲ τοῦ θρεπτικοῦ τό τε στόμα καὶ ὁ στόμαχος καὶ ἡ γαστὴρ καὶ τὸ ἧπαρ, αἵ τε φλέβες πᾶσαι, τά τε ἔντερα καὶ αἱ χολαὶ ἀμφότεραι, καὶ οἱ νεφροί. τὸ γὰρ στόμα πρῶτον προκατασκευάζει τῇ γαστρὶ
τὴν τροφὴν εἰς λεπτὰ κατατέμνον αὐτὴν διὰ τῶν ὀδόντων237
25καὶ τῆς γλώττης. μεγίστην γὰρ καὶ ἡ γλῶττα χρείαν παρέ‐ χεται τῇ διαμασήσει, συνάγουσα τὴν τροφὴν καὶ τοῖς ὀδοῦσιν ὑποβάλλουσα, καθάπερ αἱ ἀλετρίδες διὰ τῆς χειρὸς τὸν σῖτον ταῖς μύλαις. τρόπον γάρ τινα καὶ ἡ γλῶττα χείρ ἐστι τῆς διαμασήσεως. οὕτω δὲ κατεργασθεῖσα ἡ τροφὴ
30παραπέμπεται τῇ κοιλίᾳ διὰ τοῦ στομάχου· ὁ γὰρ στόμα‐ χος οὐ μόνον αἰσθητήριόν ἐστι τῆς ἐνδείας ἀλλὰ καὶ δίο‐ δος τῶν σιτίων. ἀνατρέχει γὰρ ἐν τῇ καταπόσει καὶ ἐπισπᾶ‐ ται τὴν τροφὴν καὶ παραπέμπει τῇ κοιλίᾳ. ἡ δὲ κοιλία παραλαβοῦσα χωρίζει τὸ χρηστὸν καὶ τὸ τρόφιμον ἀπὸ τοῦ
35λιθώδους καὶ ξυλώδους καὶ ἀτρόφου· καὶ τὸ μὲν χρηστὸν εἰς χυμοὺς μεταβάλλουσα ἀναπέμπει τῷ ἥπατι διὰ τῶν φλεβῶν τῶν ἑλκουσῶν ἀπ’ αὐτῆς καὶ διοχετευουσῶν εἰς τὸ ἧπαρ, αἵτινες φλέβες ῥίζαις ἐοίκασι τοῦ ἥπατος, ἑλκούσαις ἀπὸ τῆς γαστρὸς τὴν τροφήν, ὡς ἀπὸ τῆς γῆς ἕλκουσιν αἱ
40τῶν φυτῶν ῥίζαι. ἔοικε γὰρ ἡ μὲν κοιλία τῇ γῇ τῇ παρε‐ χούσῃ τὴν τροφὴν τοῖς φυτοῖς· ῥίζαις δὲ αἱ φλέβες αἱ ἐπὶ τὰς πύλας καὶ τὰ σιμὰ τοῦ ἥπατος ἀνάγουσαι τὸν χυ‐
μὸν ἀπό τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων διὰ τοῦ μεσαραίου· πρέμνῳ δὲ τὸ ἧπαρ αὐτό· κλάδοις δὲ καὶ ἀκρέμοσιν αἱ238
45φλέβες αἱ κατασχιζόμεναι τῆς κοίλης φλεβὸς τῆς ἀποφυο‐ μένης ἐκ τῶν κυρτῶν τοῦ ἥπατος· τὸ γὰρ ἧπαρ δεξάμενον ἐκ τῆς κοιλίας τὸν χυμὸν συμπέσσει τε καὶ ἐξομοιοῖ ἑαυτῷ. ὁμοιοτάτην δὲ ἔχον τὴν σάρκα τῷ αἵματι, εἰκότως εἰς αἷμα μεταβάλλει τὸν χυμόν. τὸ δὲ αἷμα καθαίρεται διά τε τοῦ

22

(50)

σπληνὸς καὶ τῆς χοληδόχου κύστεως καὶ τῶν νεφρῶν· τοῦ μὲν σπληνὸς τὸ τρυγῶδες ἕλκοντος καὶ τροφὴν οἰκείαν ποιου‐ μένου· τῆς δὲ χοληδόχου κύστεως τὸ δριμὺ τὸ ἐναπομεῖναν τοῖς χυμοῖς ἐκ τῆς τροφῆς· τῶν δὲ νεφρῶν τὸ ὀῤῥῶδες
μετὰ τοῦ περιλειπομένου δριμέος, ὡς καθαρὸν λοιπὸν καὶ239
55χρηστὸν τὸ αἷμα γενόμενον, εἰς τροφὴν διανέμεσθαι τοῖς ἄλλοις πᾶσι μορίοις τοῦ σώματος διὰ τῶν κατασπειρομένων εἰς αὐτὰ φλεβῶν· καὶ οὕτως ἕκαστον τῶν μορίων ἕλκον τὸ αἷμα καὶ κατέχον καὶ μεταβάλλον εἰς τὴν ἰδίαν φύσιν, τὸ περιττὸν παραπέμπει τοῖς γειτνιῶσι μορίοις τροφὴν ἐπιτή‐
60δειον ἐκείνοις γενόμενον. καὶ τοῦτον τὸν τρόπον πάντα τὰ μόρια ἐξ αἵματος τρέφεται καὶ αὔξει καὶ διαμένει, χορη‐ γοῦντος αὐτὸ τοῦ ἥπατος. λέγεται δὲ τοῦτο τὸ μέρος τοῦ ἀλόγου μὴ πείθεσθαι λόγῳ ἐπειδήπερ οὐ κατὰ γνώμην ἡμῶν οὐδὲ κατὰ προαίρεσιν ἀλλὰ φυσικῶς τὸ ἴδιον ἔργον
65ἀποτελεῖ.
65

23

(1t)

περὶ σφυγμῶν
2 Ἡ δὲ σφυγμικὴ κίνησις καλεῖται μὲν καὶ ζωτικὴ δύναμις. ἔχουσα δὲ τὴν καρδίαν ἀρχὴν καὶ μάλιστα τὴν ἀριστερὰν αὐτῆς κοιλίαν, τὴν πνευματικὴν καλουμένην, τὴν ἔμφυτον240
5καὶ ζωτικὴν θερμότητα διανέμει παντὶ μορίῳ τοῦ σώματος διὰ τῶν ἀρτηριῶν, καθάπερ τὸ ἧπαρ διὰ τῶν φλεβῶν τὴν τροφήν. θερμαινομένης γοῦν τῆς καρδίας παρὰ φύσιν, εὐθέως καὶ τὸ ζῷον ὅλον παρὰ φύσιν θερμαίνεται, καὶ ψυχομένης ψύχεται. τὸ γὰρ ζωτικὸν πνεῦμα παρ’ αὐτῆς
10διὰ τῶν ἀρτηριῶν εἰς πᾶν τὸ σῶμα κατασπείρεται.
συγ‐ κατασχίζεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀλλήλοις τὰ τρία ταῦτα, φλέψ, ἀρτηρία, νεῦρον, ἐκ τῶν τριῶν ἀρχῶν τῶν διοικου‐ σῶν τὸ ζῷον· ἐξ ἐγκεφάλου μὲν ἀρχῆς ὄντος κινήσεώς τε
15καὶ αἰσθήσεως τὸ νεῦρον· ἐξ ἥπατος δὲ ἀρχῆς ὄντος αἵμα‐ τός τε καὶ τοῦ θρεπτικοῦ ἡ φλέψ, τὸ ἀγγεῖον τοῦ αἵ‐ ματος· ἐκ δὲ τῆς καρδίας ἀρχῆς οὔσης τοῦ ζωτικοῦ ἡ ἀρ‐ τηρία, τὸ ἀγγεῖον τοῦ πνεύματος· συνόντα δὲ ἀλλήλοις τὰς
παρ’ ἀλλήλων ὠφελείας καρποῦνται. ἡ μὲν γὰρ φλὲψ241
20τροφὴν χορηγεῖ τῷ νεύρῳ καὶ τῇ ἀρτηρίᾳ, ἡ δὲ ἀρτηρία με‐ ταδίδωσι τῇ φλεβὶ θερμασίας φυσικῆς καὶ πνεύματος ζωτικοῦ· ὅθεν οὔτε ἀρτηρίαν ἐστὶν εὑρεῖν χωρὶς αἵματος λεπτοῦ οὔτε φλέβα χωρὶς πνεύματος ἀτμώδους. διαστέλλεται δὲ σφοδρῶς καὶ συστέλλεται ἡ
25ἀρτηρία κατὰ ἁρμονίαν τινὰ καὶ λόγον, τὴν ἀρχὴν ἔχουσα τῆς κινήσεως ἐκ τῆς καρδίας· ἀλλὰ διαστελλομένη μὲν ἐκ τῶν παρακειμένων φλεβῶν ἕλκει τῇ βίᾳ τὸ λεπτὸν αἷμα· ὅπερ ἀναθυμιώμενον τροφὴ γίνεται τῷ ζωτικῷ πνεύματι· συστελλομένη δὲ τὸ αἰθαλῶδες τὸ ἐν αὐτῇ κενοῖ διὰ παντὸς
30τοῦ σώματος καὶ τῶν ἀδήλων πόρων, ὡς διὰ τοῦ στόματος καὶ τῆς ῥινὸς ἡ καρδία τὸ λιγνυῶδες ἐν ταῖς ἐκπνοαῖς ἀνω‐
θεῖται.242

24

(1t)

περὶ τοῦ γεννητικοῦ ἢ
2tσπερματικοῦ.
3 Καὶ τὸ γεννητικὸν δὲ τοῦ μέρους ἐστὶ τοῦ μὴ κατηκόου λόγῳ· ἀβουλήτως γὰρ ἐν ταῖς ὀνειρώξεσιν προΐεμεν τὴν γονήν,
5καὶ ἡ ἐπιθυμία δὲ τῆς συνουσίας φυσική. ἄκοντες γὰρ ἐπ’ αὐτὴν κινούμεθα. ἡ δὲ πρᾶξις ὁμολογουμένως ἐφ’ ἡμῖν καὶ ψυχική. καὶ γὰρ διὰ τῶν καθ’ ὁρμὴν ὀργάνων συντελεῖται, καὶ ἀποσχέσθαι καὶ κρατῆσαι τῆς ὁρμῆς ἐφ’ ἡμῖν ἐστιν. ὄργανα δὲ τῆς σπερματικῆς δυνάμεως πρῶτον μὲν αἱ φλέβες
10καὶ αἱ ἀρτηρίαι. ἐν ταύταις γὰρ τὸ θορῶδες πρῶτον ὑγρὸν τίκτεται, μεταβληθέντος τοῦ αἵματος, καθάπερ ἐν τοῖς τιτθοῖς τὸ γάλα. τροφὴ γὰρ τῶν ἀγγείων τούτων ἐστὶν ὁ χυμὸς οὗτος. καὶ γὰρ τὴν ἀρχὴν ἐκ σπέρματος ἡ γένεσις αὐτοῖς ἐστιν. ἐκπέσσουσι μὲν οὖν αἱ ἀρτηρίαι καὶ αἱ φλέ‐243
15βες τὸ αἷμα εἰς τὸ θορῶδες ὑγρόν, ἵνα τρέφωνται· τὸ δὲ περιττεῦον τῆς τροφῆς αὐτῶν γίνεται γονή. ἀναφέρεται γὰρ πρῶτον μὲν διὰ περιόδου πολλῆς εἰς τὴν κεφαλήν· πάλιν δὲ ἀπὸ τῆς κεφαλῆς καταφέρεται διὰ δύο φλεβῶν καὶ δύο
ἀρτηριῶν. ὅθεν ἐάν τις ἐκτέμῃ τὰς φλέβας τὰς παρὰ τὰ244
20ὦτα καὶ τὰς παρὰ τὰς καρωτίδας ἄγονον ποιεῖ τὸ ζῷον. αὗται δὲ αἱ φλέβες καὶ ἀρτηρίαι γίνονται τὸ ἑλικοειδὲς καὶ κιρσοειδὲς πλέγμα παρὰ τὸν ὀσχεόν, ἔνθα θορῶδες ὑγρὸν ἐμπίπτει εἰς ἑκάτερον τῶν διδύμων, μία ἀρτηρία καὶ μία
φλέψ, πλήρεις σπέρματος· ἐν τούτοις δὲ τελέως ἀποσπερ‐245
25ματοῦται, καὶ διὰ τοῦ κιρσοειδοῦς παραστάτου τοῦ μετὰ τοὺς διδύμους ἐκκρίνεται μετὰ πνεύματος, διότι καὶ ἀρτη‐ ρία ἐστὶν ἡ πέμπουσα. ὅτι δὲ καὶ ἀπὸ φλεβὸς φέρε‐ ται δῆλόν ἐστιν ἐκ τῆς λαγνείας. ὅταν γὰρ ἐπὶ πολὺ συνου‐ σιάσωσιν καὶ καταναλώσωσι τὸν σπερματικὸν καὶ θορώδη
30χυμόν, τότε ὑπὸ τῆς βιαίας ὁλκῆς αἷμα καθαρὸν ἐκκρίνουσιν.
καὶ αἱ γυναῖκες δὲ πάντα τὰ αὐτὰ τοῖς ἀνδράσιν ἔχουσι μόρια, ἀλλ’ ἔνδον καὶ οὐκ ἔξω. Ἀριστοτέλης μὲν οὖν καὶ Δημόκριτος οὐδὲν βούλονται συντελεῖν τὸ τῆς γυναικὸς σπέρμα πρὸς γένεσιν τέκνων. τὸ γὰρ προϊέμενον ἐκ τῶν246
35γυναικῶν ἱδρῶτα τοῦ μορίου μᾶλλον ἢ γονὴν εἶναι βούλονται· Γαληνὸς δὲ καταγινώσκων Ἀριστοτέλους λέγει σπερμαίνειν μὲν τὰς γυναῖκας καὶ τὴν μῖξιν ἀμφοτέρων τῶν σπερμάτων ποιεῖν τὸ κύημα· διὸ καὶ τὴν συνουσίαν μίξιν λέγεσθαι· οὐ μὴν τελείαν γονήν, ὡς τὴν τοῦ ἀνδρός, ἀλλ’ ἔτι ἄπεπτον
40καὶ ὑγροτέραν. τοιαύτη δὲ οὖσα τῆς γυναικὸς ἡ γονὴ τροφὴ
γίνεται τῇ τοῦ ἀνδρός. ἐξ αὐτῆς δὲ καὶ μέρος τι τοῦ χορίου τοῦ περὶ τὰς κεραίας τῆς μήτρας συμπήγνυται, καὶ ὁ κα‐ λούμενος ἀλλαντοειδής, δοχεῖον ὢν τῶν περιττωμάτων τοῦ ἐμβρύου.247
45
καθ’ ἕκαστον δὲ γένος ζῴου τότε προσίεται ἡ θήλεια τὸν ἄρρενα ὅταν δύνηται κυΐσκεσθαι. τὰ τοίνυν ἀεὶ δυνάμενα κυΐσκεσθαι ἀεὶ προσίεται τὴν συνουσίαν, ὡς ἀλεκτο‐ ρίδες καὶ περιστεραὶ καὶ ἄνθρωπος. ἀλλὰ τὰ μὲν ἄλλα κύοντα τὴν σύνοδον ἀποφεύγει· γυνὴ δὲ ἀεὶ προσδέχεται.

24

(50)

αἱ γὰρ ἀλεκτορίδες τῷ καθ’ ἑκάστην σχεδὸν ἡμέραν τίκτειν καθ’ ἑκάστην προσίενται τὴν συνουσίαν· αἱ δὲ γυναῖ‐ κες ὡς ἐν τοῖς ἄλλοις τὸ αὐτεξούσιον ἔχουσιν οὕτω καὶ ἐν τῇ συνουσίᾳ τῇ μετὰ τὴν σύλληψιν. τὰ γὰρ ἄλογα τῶν ζῴων οὐκ ἀφ’ ἑαυτῶν ἀλλ’ ὑπὸ τῆς φύσεως κανονίζεται,
55καὶ μέτρα καὶ καιρὸν ὡρισμένον δέχεται.248

25

(1t)

ἄλλη διαίρεσις τῶν διοι‐
2tκουσῶν δυνάμεων τὸ ζῷον
3 Διαιροῦσι δὲ καὶ ἄλλως τὰς κατὰ τὸ ζῷον δυνάμεις, καὶ τὰς μὲν λέγουσι ψυχικάς, τὰς δὲ φυσικάς, τὰς δὲ ζωτι‐
5κάς· ψυχικὰς μὲν τὰς κατὰ προαίρεσιν, φυσικὰς δὲ καὶ ζωτικὰς τὰς ἀπροαιρέτους. καὶ εἰσὶ ψυχικαὶ μὲν δύο, ἥ τε καθ’ ὁρμὴν κίνησις καὶ ἡ αἴσθησις, τῆς δὲ καθ’ ὁρμὴν κινήσεως εἴδη τό τε μεταβατικὸν καὶ κινητικὸν τοῦ σώματος παντὸς καὶ φωνητικὸν καὶ ἀναπνευστικόν,
10ἐν ἡμῖν γὰρ ταῦτα καὶ ποιεῖν καὶ μὴ ποιεῖν. φυσικαὶ δὲ καὶ ζωτικαὶ αἱ οὐκ ἐφ’ ἡμῖν, ἀλλὰ καὶ ἑκόντων καὶ ἀκόν‐
των γινόμεναι, ὡς ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ σπερματική, φυσικαὶ οὖσαι· καὶ ἡ σφυγμική, ζωτικὴ οὖσα.
τὰ δὲ ὄρ‐
249
15γανα τῶν μὲν ἄλλων ἔμπροσθεν εἴρηται· τῆς δὲ κατὰ προ‐ αίρεσιν κινήσεως νῦν ἐροῦμεν.
16

26

(1t)

περὶ τῆς καθ’ ὁρμὴν ἢ κατὰ
2tπροαίρεσιν κινήσεως, ἥτις ἐστὶ
3tτοῦ ὀρεκτικοῦ
4Ἔστιν οὖν τῆς κατὰ προαίρεσιν ἢ καθ’ ὁρμὴν κινήσεως
5ἀρχὴ μὲν ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελός, ἐγκεφάλου μέρος ὢν καὶ αὐτός· ὄργανα δὲ τὰ ἐκ τούτων πεφυκότα νεῦρα καὶ οἱ σύνδεσμοι καὶ οἱ μύες. οἱ δὲ μύες συνεστή‐ κασιν ἔκ τε σαρκῶν καὶ νευρωδῶν ἰνῶν καὶ τενόντων, συμ‐
πεπλεγμένων ταῖς τῶν νεύρων ἴνεσιν. ὅθεν τινὲς ᾠήθησαν250
10αὐτοὺς αἰσθητικοὺς εἶναι, διὰ τὴν γινομένην ἐκ τῶν συμπε‐ πλεγμένων αὐτοῖς νεύρων αἴσθησιν. ἔστιν οὖν ὁ τένων σύν‐ θετος ἔκ τε συνδέσμου καὶ νεύρων λεπτῶν. διαφέρει δὲ νεύρου τένων ὅτι πᾶν μὲν νεῦρον αἰσθητικόν ἐστι καὶ στρογγύλον καὶ ἁπαλώτερον καὶ ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν
15ἔχει· ὁ δὲ τένων καὶ σκληρότερος καὶ ἐξ ὀστέου καὶ ἀναίσθη‐ τος καθ’ ἑαυτόν, καὶ ἔσθ’ ὅτε πλατύς.
εἰσὶ δὲ αἱ μὲν χεῖρες ἀντιληπτικὸν ὄργανον καὶ πρὸς τὰς τέχνας ἐπιτηδειό‐ τατον. ἐὰν γάρ τις ἀφέλῃ τὰς χεῖρας, ἢ τῶν χειρῶν μό‐
20νους τοὺς δακτύλους, εἰς πάσας σχεδὸν τὰς τέχνας ἀχρη‐ στότατον ποιεῖ τὸν ἄνθρωπον. διὸ καὶ μόνος ἄνθρωπος, ἐπειδὴ λογικός ἐστι καὶ τεχνῶν δεκτικός, χεῖρας ἔσχε παρὰ τοῦ δημιουργοῦ.
οἱ δὲ πόδες μεταβατικὸν ὄργανον. τὴν γὰρ
25κατὰ τόπον κίνησιν διὰ τούτων ποιούμεθα. μόνος δὲ ἄνθρω‐ πος καθέζεται, μηδενὸς ἐρείσματος δεόμενος. μόνος γὰρ πρὸς δύο γωνίας ὀρθὰς κάμπτει τὰ σκέλη, κατά τε τὸ
ἰσχίον καὶ τὴν ἰγνύν· τὴν μὲν ἐπὶ τὰ ἔνδον, τὴν δὲ ἐπὶ τὰ ἔξω.251
30
ὅσα τοίνυν διὰ νεύρων καὶ μυῶν κινεῖται, ταῦτα πάντα ψυχικά τε ἐστὶ καὶ κατὰ προαίρεσιν ἀποτελεῖται. τούτων δὲ καὶ τὰς αἰσθήσεις καὶ τὴν φωνὴν ἐδείξαμεν εἶναι. αὕτη μὲν οὖν ἐστιν ἡ κατὰ λόγον τῶν τε ψυχικῶν καὶ φυσικῶν ἔργων διάγνωσις.
35
ὁ δὲ δημιουργὸς κατὰ τὴν ἄκραν ἑαυτοῦ προμήθειαν συνέπλεξε τοῖς φυσικοῖς τὰ ψυχικὰ καὶ ἀνά‐ παλιν. ἐπειδὴ γὰρ ἡ ἔκκρισις τῶν περιττωμάτων τῆς ἀπο‐ κριτικῆς ἐστι δυνάμεως, ἥτις μία τῶν φυσικῶν ἐστι δυνά‐ μεων, ἵνα μὴ ἀπροαιρέτως ἀσχημονῶμεν, ἔνθα οὐ δεῖ καὶ
40ὅτε οὐ δεῖ καὶ ἐφ’ ὧν οὐ δεῖ προϊέμενοι, πυλωρούς τινας ἐπέστησε ταῖς ἐκκρίσεσι τοὺς μῦς, καὶ οὕτως ἐποίησε τὰ τῆς φύσεως ἔργα ψυχικά. τὰς γοῦν ἐκκρίσεις ἐπέχειν διὰ τοῦτο δυνάμεθα καὶ πολλάκις καὶ ἐπὶ πολύ.
καταπέμ‐
45πεται δὲ τὰ μὲν αἰσθητικὰ καὶ μαλακὰ νεῦρα ἀπό τε τῆς μέσης καὶ τῶν ἔμπροσθεν κοιλιῶν τοῦ ἐγκεφάλου· τὰ δὲ σκληρότερα καὶ κινητικὰ ἀπὸ τῆς ὄπισθεν κοιλίας καὶ τοῦ
νωτιαίου μυελοῦ· σκληρότερα δὲ μᾶλλόν ἐστι τὰ ἐκ τοῦ νωτιαίου, καὶ τούτων δὲ ἔτι μᾶλλον τὰ ἐκ τῶν κάτωθεν252

26

(50)

μερῶν τοῦ νωτιαίου. ὅσῳ γὰρ πλέον ἀποχωρεῖ τοῦ ἐγκε‐ φάλου ὁ νωτιαῖος, τοσούτῳ πλέον αὐτός τε σκληρότερος γίνεται καὶ τὰ νεῦρα τὰ ἐξ αὐτοῦ φυόμενα. ὥσπερ δὲ τὰς αἰσθήσεις διπλᾶς ἐλάβομεν, οὕτω καὶ τὰς ἐκφύσεις τῶν νεύρων διπλᾶς ἔχομεν. ἕκαστος γὰρ σφόνδυλος τοῦ νωτιαίου
55συζυγίαν ἐκπέμπει νεύρων, ἧς τὸ μὲν ἐπὶ τὰ δεξιὰ μέρη τοῦ σώματος χωρεῖ, θάτερον δὲ ἐπὶ τὰ ἀριστερά. σχεδὸν γὰρ ὅλον ἡμῶν τὸ σῶμα εἰς δύο μεμέρισται, εἰς δεξιὰ καὶ ἀριστερά. οὕτω καὶ πόδες καὶ χεῖρες καὶ τῶν ἄλλων ἕκα‐ στον, ὡς καὶ τῶν αἰσθητηρίων.
59

27

(1t)

περὶ ἀναπνοῆς
2Καὶ ἡ ἀναπνοὴ δὲ τῶν ψυχικῶν ἐστιν ἔργων. καὶ γὰρ
μύες εἰσὶν οἱ διαστέλλοντες τὸν θώρακα, τὸ κυριώτατον τῆς ἀναπνοῆς ὄργανον, καὶ ἡ ἀθρόα καὶ στεναγματώδης ἀναπνοή,253
5ἐπὶ ταῖς μεγάλαις λύπαις γινομένη, ψυχικὴν δείκνυσι τὴν ἐνέργειαν· ἐφ’ ἡμῖν δὲ καὶ αἱ κατὰ τὴν χρείαν τῆς ἀναπνοῆς μεταβολαί. ἀλγοῦντες γάρ τι τῶν ἀναπνευστικῶν μορίων ἢ τῶν συγκινουμένων αὐτοῖς, οἷον τοῦ διαφράγματος ἢ τοῦ ἥπατος ἢ σπληνὸς ἢ τῆς κοιλίας καὶ τῶν λεπτῶν
10ἐντέρων καὶ τοῦ κόλου, μικρὸν καὶ πυκνὸν ἀναπνέομεν· μικρὸν μὲν ἵνα μὴ σφοδρότερον πλήττωμεν τὸ ἀλγοῦν μό‐ ριον, πυκνὸν δὲ ἵνα τὸ λεῖψαν κατὰ τὸ μέγεθος ἡ πυκνό‐ της ἀναπληρώσῃ. καὶ γὰρ ὅταν ἀλγῶμεν τὸ σκέλος ἐπ’ ὀλίγον ἐκτείνομεν αὐτὸ βαδίζοντες, διὰ τὴν αὐτὴν αἰτίαν
15δι’ ἣν καὶ τὴν ἀναπνοήν. ὥσπερ οὖν καὶ τὸ βαδίζειν ψυ‐ χικόν, οὕτω καὶ τὸ τῆς ἀναπνοῆς. ἀλλ’ ἡσυχάζοντες μὲν καὶ μὴ βαδίζοντες ἐπὶ πλεῖστον χρόνον ζῆν δυνάμεθα· τὴν δὲ ἀναπνοὴν οὐδὲ δέκατον ὥρας ἐπισχεῖν οἷόν τε. κα‐ ταπνιγόμενον γὰρ τὸ ἐν ἡμῖν θερμὸν ἐκ τῆς αἰθάλης κατα‐254
20σβέννυται καὶ παραχρῆμα θάνατον ἐπάγει. καὶ γὰρ εἰ φλόγα τις σκεπάσειεν ἐν ἀγγείῳ τινὶ διαπνοὴν οὐκ ἔχοντι ἀποσβέσειεν ἂν αὐτὴν καταπνιγεῖσαν ἀπὸ τῆς λιγνύος. διὰ ταύτην οὖν τὴν ἀνάγκην καὶ κοιμωμένων ἡμῶν οὐδὲν ἧττον ἐνεργεῖ κατὰ τοῦτο τὸ μέρος ἡ ψυχή, εἰδυῖα ὡς εἰ τὸ
25βραχύτατον ῥαθυμήσειε διαφθείρεται τὸ ζῷον. πάλιν οὖν ἐνταῦθα τῷ ψυχικῷ συνεπλάκη τὸ φυσικόν. δι’ ἀρτηρίας γὰρ ποιεῖται τὴν ἐνέργειαν τῆς ἀναπνοῆς, ὀργάνου φυσικοῦ καὶ ἀεὶ κινουμένου, ἵνα μηδέποτε ἐπιλίπῃ τὸ ἔργον αὐτῆς, ὡς οὐδὲ τῶν ἄλλων ἀρτηριῶν. ὅθεν τινὲς οὐ συνιέντες
30φυσικὴν ἐνόμισαν εἶναι τὴν ἀναπνοήν.
τρία δὲ τῆς ἀναπνοῆς
ἐστιν αἴτια, χρεία, δύναμις, ὄργανα. χρεία μὲν διττή, φυλακή τε τῆς ἐμφύτου θερμασίας, καὶ θρέψις τοῦ ψυ‐ χικοῦ πνεύματος· ἀλλ’ ἡ μὲν φυλακὴ τῆς κατὰ φύσιν θερ‐255
35μότητος διά τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς συνίσταται· τῆς μὲν εἰσπνοῆς ψυχούσης καὶ μετρίως ἀναῤῥιπιζούσης τὸ θερμόν· τῆς δὲ ἐκπνοῆς τὸ λιγνυῶδες τῆς καρδίας ἐκχεού‐ σης. ἡ δὲ θρέψις τοῦ ψυχικοῦ πνεύματος διὰ μόνης τῆς ἀναπνοῆς. ἕλκεται γάρ τις ἀέρος μοῖρα κατὰ τὰς διαστο‐
40λὰς τῆς καρδίας εἰς αὐτήν. δύναμις δὲ ἡ ψυχική. αὕτη γάρ ἐστιν ἡ κινοῦσα τὰ ὄργανα τῆς ἀναπνοῆς διὰ τῶν μυῶν καὶ πρῶτον τὸν θώρακα. τούτῳ δὲ συγκινεῖται ὁ πνεύμων καὶ αἱ τραχεῖαι ἀρτηρίαι, μέρος οὖσαι τοῦ πνεύμονος. τῆς γὰρ τραχείας ἀρτηρίας τὸ μὲν χονδρῶδες τῆς φωνῆς ἐστιν
45ὄργανον, οἱ δὲ ὑμενώδεις αὐτῆς δεσμοὶ τῆς ἀναπνοῆς, τὸ δὲ ἐξ ἀμφοτέρων τούτων, αὐτὴ ἡ ἀρτηρία, φωνητικόν τε ἅμα καὶ ἀναπνευστικὸν ὄργανον. ἔστιν οὖν ὁ πνεύμων πλέγμα συγκείμενον ἐκ τεσσάρων, ἔκ τε τῆς τραχείας ἀρτηρίας καὶ τῆς λείας καὶ φλεβὸς καὶ τῆς ἀφρώδους σαρκὸς αὐτοῦ

27

(50)

τοῦ πνεύμονος, ἥτις σὰρξ ἀναπληροῖ δίκην στοιβῆς τὰς μεταξὺ χώρας τοῦ πλέγματος, τῶν τε δύο ἀρτηριῶν καὶ τῆς φλεβός, ὥστε τούτων ἕδραν αὐτὴν καὶ δεσμὸν γενέσθαι. συμπέσσει δὲ ἡ σὰρξ τοῦ πνεύμονος φυσικῶς τὸ πνεῦμα καθάπερ τὸ ἧπαρ τὸν ἐκ τῆς κοιλίας χυμόν· καὶ διὰ τοῦτο256
55ὥσπερ τὸ ἧπαρ ἄκροις τοῖς λοβοῖς ἑαυτοῦ περιέχει τὴν γα‐ στέρα θερμασίας δεομένην οὕτω καὶ ὁ πνεύμων μέσην πε‐ ριλαμβάνει τὴν καρδίαν δεομένην τῆς ἐκ τῆς ἀναπνοῆς περι‐
ψύξεως. συνάπτεται δὲ τῇ τραχείᾳ ἀρτηρίᾳ κατὰ τὸ συν‐ εχὲς ὁ βρόγχος, συγκείμενος ἐκ μεγάλων τριῶν χόνδρων·257
60τούτῳ δὲ ἡ φάρυγξ· εἶτα τὸ στόμα καὶ ἡ ῥίς. δι’ ἀμφοτέρων γὰρ ἕλκομεν ἔξωθεν τὸν ἀέρα· χωρεῖ δὲ ἐντεῦθεν διὰ τοῦ ἠθμοειδοῦς ἢ σπογγοειδοῦς ὀστοῦ, ὅπερ κατετρήθη ἵνα ἐν ταῖς ὑπερβολαῖς ταῖς κατὰ ποιότητα τοῦ ἀέρος μηδὲν ὁ ἐγκέφαλος βλάπτηται, ἀθρόου τοῦ πνεύματος ἐμπίπτοντος
65εἰς αὐτόν. συνεχρήσατο δὲ καὶ ἐνταῦθα τῇ ῥινὶ πρός τε τὴν ἀναπνοὴν καὶ τὴν ὄσφρησιν ὁ δημιουργός, ὡς τῇ γλώττῃ πρός τε τὴν φωνὴν καὶ τὴν γεῦσιν καὶ τὴν διαμάσησιν. τὰ μὲν οὖν
καιριώτατα μόρια πρός τε τὴν ὕπαρξιν αὐτὴν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ταῖς ψυχικαῖς συνδιῄρηται δυνά‐258
70μεσιν. εἰ δέ τι καὶ παραλέλειπται ἐκ τῶν ἤδη λεχθέντων εὐσύνοπτον ἔσται.
ὥσπερ δὲ πάντων τῶν γενομένων τὰ μὲν δι’ ἑαυτὰ γέγονε, τὰ δὲ καὶ δι’ ἑαυτὰ καὶ δι’ ἕτερα, τὰ δὲ δι’ ἕτερα μόνον, τὰ δὲ κατὰ συμβεβηκὸς παρυπέστη, οὕτω
75κἀπὶ τῶν μορίων τοῦ ζῴου τὴν αὐτὴν εὑρήσεις ἀκολουθίαν. τὰ μὲν γὰρ εἰρημένα πάντα τῶν τριῶν ἀρχῶν ὄργανα τῶν διοι‐ κουσῶν τὸ ζῷον δι’ ἑαυτὰ γέγονεν· ταῦτα γὰρ προηγουμένως καὶ κατὰ πρῶτον λόγον κατεσκεύασται, ἃ καὶ κατὰ φύσιν
κυρίως λέγεται, καὶ ἐν τῇ μήτρᾳ ἐκ αὐτοῦ τοῦ σπέρματος259
80λαμβάνει τὴν γένεσιν ὡς καὶ τὰ ὀστέα. ἡ δὲ ξανθὴ χολὴ καὶ δι’ ἑαυτὴν καὶ δι’ ἄλλο. καὶ γὰρ πρὸς πέψιν συντελεῖ καὶ κινεῖ τὴν ἔκκρισιν, καὶ γίνεται κατὰ ταῦτα τρόπον τινὰ τῶν θρεπτικῶν ἕν τι μόριον· οὐ μὴν ἀλλὰ καὶ θερμασίαν τινὰ παρέχει τῷ σώματι, καθάπερ ἡ ζωτικὴ δύναμις.
85τούτων μὲν οὖν ἕνεκα δι’ ἑαυτὴν δοκεῖ γεγονέναι· τῷ δὲ καθαίρειν τὸ αἷμα, διὰ τοῦτό πως δοκεῖ γεγονέναι. καὶ ὁ σπλὴν δὲ οὐ μικρὰ πρὸς πέψιν συμβάλλεται. ὀξώδης γὰρ ὢν καὶ στρυφνὸς τὴν φύσιν καὶ τὴν ἔκκρισιν τοῦ περιττεύον‐ τος χυμοῦ τοῦ μέλανος εἰς τὴν γαστέρα προχέων, στύφει
90τε αὐτὴν καὶ τονοῖ καὶ πρὸς τὰς πέψεις διεγείρει. πρὸς τούτοις δὲ καὶ καθαίρει τὸ ἧπαρ. διὸ καὶ αὐτὸς δοκεῖ πως διὰ τὸ αἷμα γεγονέναι. καὶ οἱ νεφροὶ δὲ τοῦ τε αἵματος καθάρσιόν εἰσι καὶ τῆς ὀρέξεως τῆς κατὰ τὴν συνουσίαν
αἴτιοι. αἱ γὰρ φλέβες ἃς λέγομεν ἐμπίπτειν εἰς τοὺς260
95διδύμους, διὰ τῶν νεφρῶν διεξέρχονται· κἀκεῖθεν ἀρύονται δριμύτητά τινα τὴν ἐρεθίζουσαν τὴν ὄρεξιν, ὥσπερ καὶ τὸν κνησμὸν ἡ δριμύτης ὑπὸ τὸ δέρμα γινομένη ποιεῖ. ὅσῳ δὲ τῶν διδύμων ἡ σὰρξ ἁπαλωτέρα τοῦ δέρματός ἐστι, τοσού‐ τῳ πλέον ὑπὸ τῆς δριμύτητος δακνόμενοι ἐμμανῆ ποιοῦσι

27

(100)

τῆς ἐκκρίσεως τῆς γονῆς τὴν ἐπιθυμίαν. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τρόπον τινὰ καὶ δι’ ἑαυτὰ καὶ δι’ ἄλλα γέγονεν. οἱ δὲ ἀδένες καὶ ἡ σὰρξ δι’ ἄλλα μόνον. οἱ μὲν γὰρ ἀδένες ὄχημα καὶ στήριγμα τῶν ἀγγείων εἰσίν, ἵνα μὴ διαρραγῇ μετέωρα φερόμενα ἐν ταῖς βιαίοις κινήσεσιν. ἡ δὲ σὰρξ
105σκέπασμα γέγονε τῶν ἄλλων μορίων ἵνα καὶ θέρους ἀνα‐ ψύχῃ τὸ ζῷον νοτίαν ἔσωθεν ἐκπέμπουσα καὶ χειμῶνος τὴν τῶν πιλητῶν ἐρίων αὐτοῖς παρέχῃ χρείαν. καὶ τὸ δέρ‐ μα δὲ σκέπασμα γέγονε καὶ τῆς ἁπαλῆς σαρκὸς καὶ τῶν ἄλλων πάντων τῶν ἔντοσθεν· ἔστιν δὲ τὴν φύσιν σὰρξ
110ὑπό τε τοῦ περιέχοντος καὶ τῶν προσομιλούντων σωμάτων τυλωθεῖσα. τὰ δὲ ὀστᾶ στήριγμα τοῦ παντὸς σώματός ἐστι, καὶ μάλιστα ἡ ῥάχις, ἣν καὶ τρόπιν τοῦ ζῴου φασὶν εἶναι. οἱ ὄνυχες δὲ καὶ κοινῇ μὲν πᾶσι τοῖς ἔχουσι παρέ‐ χονται χρείαν τὴν τοῦ κνήθεσθαι καὶ ἰδίαν δὲ παρὰ ταύ‐261
115την ἄλλην ἄλλῳ. πολλοῖς μὲν γὰρ τῶν ζῴων ἀμυντήριον ἐδόθησαν, ὡς τοῖς γαμψώνυξιν· καὶ εἰσὶν ὥσπερ ὄργανον τοῦ θυμικοῦ, πολλοῖς δὲ ἀμυντήριόν τε ἅμα καὶ στήριγμα τῆς βάσεως, ὡς τοῖς ἵπποις καὶ παντὶ μονώνυχι· καὶ ἀνθρώ‐ ποις δὲ οὐ μόνον πρὸς τὸ κνήθεσθαι καὶ διαφορεῖν τὴν
120δριμύτητα τοῦ δέρματος ἀλλὰ καὶ πρὸς τὴν τῶν λεπτῶν ἀντίληψιν· τὰ γὰρ πάνυ λεπτὰ δι’ αὐτῶν ἐπαίρομεν· καὶ τοῖς ἄκροις δὲ τῶν δακτύλων ὄπισθεν ἀντιβαίνοντες στηρί‐
ζουσι τὴν λαβὴν αὐτῶν. αἱ δὲ τρίχες κατὰ συμβεβηκὸς παρ‐ υπέστησαν. τῶν γὰρ ἀτμῶν τῶν καπνωδεστάτων τῶν262
125ἀναπεμπομένων ἐκ τοῦ σώματος πῆξίν τινα λαμβανόντων κατὰ συμβεβηκὸς συνίστανται. οὐδὲ ταύτας δὲ παντάπα‐ σιν ἀχρήστους ἐποίησεν ὁ δημιουργός· ἀλλὰ καίτοι κατὰ συμβεβηκὸς γενομένας εἰς σκέπην τε καὶ κάλλος συντελεῖν τοῖς ζῴοις παρεσκεύασεν· σκέπην μὲν αἰξὶν καὶ προβάτοις,
130κόσμον δὲ τοῖς ἀνθρώποις· τισὶ δὲ ζῴοις κόσμον τε ἅμα καὶ σκέπην ὡς τῷ λέοντι.
131

28

(1t)

περὶ ἑκουσίου καὶ ἀκουσίου
2 Ἐπειδὴ πολλάκις ἐμνημονεύσαμεν ἑκουσίου καὶ ἀκουσίου ἀνάγκη καὶ περὶ τούτων διαλαβεῖν ἵνα τῆς ἀκριβοῦς αὐτῶν
γνώσεως μὴ διασφαλλώμεθα. δεῖ δὲ τὸν μέλλοντα περὶ263
5ἀκουσίου καὶ ἑκουσίου λέγειν πρότερον ἐκθέσθαι κανόνας τινὰς καὶ γνώμονας δι’ ὧν γνώριμον ἔσται εἴτε ἑκούσιον εἴτε ἀκούσιόν ἐστι τὸ γινόμενον.
ἐπεὶ τοίνυν πᾶν ἑκούσιον ἐν πράξει τινί ἐστι, καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον καὶ αὐτὸ
10ἐν πράξει ἐστί (δειχθήσεται τοῦτο μετ’ οὐ πολύ· τινὲς δὲ καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχειν ἀλλὰ καὶ ἐν τῷ πράττειν τίθενται), ὁριστέον πρὸ τῶν ἄλλων τί ἐστι πρᾶξις. πρᾶξίς ἐστιν ἐνέργεια λογική. ταῖς δὲ πρά‐ ξεσιν ἔπαινος ἢ ψόγος ἕπεται, καὶ αἱ μὲν αὐτῶν μεθ’ ἡδο‐
15νῆς αἱ δὲ μετὰ λύπης πράττονται, καὶ αἱ μέν εἰσιν αἱρε‐ ταὶ τῷ πράττοντι αἱ δὲ φευκταί, καὶ τῶν αἱρετῶν αἱ μὲν ἀεὶ αἱρεταὶ αἱ δὲ κατά τινα χρόνον· ὁμοίως δὲ καὶ τῶν φευκτῶν. καὶ πάλιν αἱ μὲν τῶν πράξεων ἐλεοῦνται καὶ συγγνώμης ἀξιοῦνται αἱ δὲ μισοῦνται καὶ κολάζονται.
20 ἔστωσαν οὖν γνώμονες τοῦ μὲν ἑκουσίου τὸ πάντως ἐπα‐ κολουθεῖν ἔπαινον ἢ ψόγον, καὶ τὸ μεθ’ ἡδονῆς πράττεσθαι, καὶ τὸ αἱρετὰς εἶναι τὰς πράξεις τοῖς πράττουσιν ἢ ἀεὶ ἢ τότε ὅτε πράττονται. τοῦ δὲ ἀκουσίου γνώμονες τὸ συγ‐ γνώμης ἢ ἐλέους ἀξιοῦσθαι, καὶ τὸ μετὰ λύπης πράττεσθαι,264
25καὶ τὸ μὴ εἶναι αἱρετάς. τούτων οὕτω διορισθέντων λέγω‐ μεν πρότερον περὶ τοῦ ἀκουσίου.
26

29

(1t)

περὶ ἀκουσίου
2 Τοῦ ἀκουσίου τὸ μὲν κατὰ βίαν τὸ δὲ δι’ ἄγνοιάν ἐστι, τῶν τοίνυν κατὰ βίαν ἀκουσίων ἡ ποιητικὴ ἀρχὴ ἔξωθέν ἐστιν, ἄλλο γάρ τι τῆς βίας αἴτιόν ἐστι καὶ οὐχ ἡμεῖς.
5ὅρος τοίνυν τοῦ κατὰ βίαν ἀκουσίου ἐστὶν οὗ ἡ ἀρχὴ ἔξω‐ θεν, μηδὲν συμβαλλομένου κατ’ οἰκείαν ὁρμὴν τοῦ βιασθέν‐ τος. ἀρχὴ δὲ εἴρηται ἐνταῦθα ἡ ποιητικὴ αἰτία.
ζητεῖται δὲ εἰ καὶ ταῦτα ἀκούσιά ἐστιν, οἷον αἱ ἀποβολαὶ τῶν φορ‐
10τίων ἃς ποιοῦνται οἱ ναῦται χειμῶνι περιπεσόντες, ἢ ὅταν τις αἰσχρὸν πρᾶγμα καταδέξηται παθεῖν ἢ πρᾶξαι ὑπὲρ
τοῦ σῶσαι φίλους ἢ πατρίδα. ἐοίκασι δὲ μᾶλλον εἶναι ἑκού‐ σιοι. διὰ τοῦτο γὰρ πρόσκειται τῷ ὅρῳ τὸ μηδὲν συμ‐ βαλλομένου κατ’ οἰκείαν ὁρμὴν τοῦ βιασθέντος, ἐπὶ γὰρ265
15τοῖς τοιούτοις ἑκόντες αὐτοὶ δι’ ἑαυτῶν κινοῦσι τὰ ὀργανικὰ μόρια καὶ οὕτω ῥίπτουσιν εἰς τὴν θάλασσαν τὰ φορτία. ὁμοίως δὲ καὶ οἱ αἰσχρὸν ἢ δεινόν τι ὑπομένοντες διὰ μεῖζον καλόν, ὡς Ζήνων ὁ ἀποφαγὼν ἑαυτοῦ τὴν γλῶτταν καὶ ἀποπτύσας Διονυσίῳ τῷ τυράννῳ ὑπὲρ τοῦ μηδ’ ὅλως αὐτῷ
20ἐξειπεῖν τὰ ἀπόρρητα, ὁμοίως καὶ Ἀνάξαρχος ὁ φιλό‐ σοφος ὑπομείνας πτίσσεσθαι ὑπὸ Νικοκρέοντος τοῦ τυράννου
ὑπὲρ τοῦ μὴ προδοῦναι τοὺς φίλους. καθόλου οὖν ὅταν ἢ διὰ φόβον μειζόνων κακῶν ἕληταί τις τὸ ἔλαττον κακόν, ἢ δι’ ἐλπίδα μείζονος καλοῦ καταδέξηταί τις ἔλαττον κα‐266
25κόν, ὃ οὐκ ἔστιν ἄλλως κατορθῶσαι, οὐκ ἀκούσιον ὑπομένει πρᾶξιν ἢ πάθος· ποιεῖ γὰρ κατὰ προαίρεσιν καὶ κατ’ ἐκλο‐ γήν, καὶ τότε εἰσὶν αἱρεταὶ ὅταν πράττωνται, καθ’ ἑαυ‐ τὰς οὐκ οὖσαι αἱρεταί. εἰσὶν οὖν μικταὶ ἐξ ἀκουσίου καὶ ἑκουσίου· ἀκουσίου μὲν καθ’ ἑαυτάς, ἑκουσίου δὲ τότε
30διὰ περίστασιν. ἄνευ γὰρ περιστάσεως οὐδεὶς ἂν ἕλοιτο ταῦτα πρᾶξαι. δηλοῖ δὲ καὶ ὁ ἐπὶ ταῖς τοιαύταις πράξεσι
γινόμενος ἔπαινος ἢ ψόγος ὅτι ἑκούσιαί εἰσιν. ἀκουσίων γὰρ ἔργων οὐδεὶς ἔπαινος ἢ ψόγος ἔσται.
οὐκ ἔστι δὲ ῥᾴ‐
267
35διον διακρῖναι ποῖον ἀντὶ ποίου αἱρετέον. δεῖ δὲ ὡς ἐπὶ τὸ πολὺ πρὸ τῶν αἰσχρῶν αἱρεῖσθαι τὰ λυπηρά, ὡς Σω‐ σάννα καὶ Ἰωσὴφ ἐποίησαν, οὐκ ἀεὶ μέντοι· Ὡριγένης γοῦν διὰ τὸ μὴ περιπεσεῖν τῇ αἰσχύνῃ τῇ τῶν Αἰθιόπων ἐπι‐ θύσας τοῦ παντὸς ἐξέπεσεν· οὕτως οὐκ ἔστιν εὔκολος ἡ
40τῶν τοιούτων διάγνωσις. ἔτι δὲ καὶ τούτου χαλεπώτερόν ἐστι τὸ ἐμμεῖναι τοῖς δόξασιν. οὐ γὰρ ὁμοίως ἐκπλήσσει τὰ δεινὰ προσδοκώμενα καὶ ἐπαγόμενα, ἀλλ’ ἐνίοτε κρίναν‐
τες ἐξιστάμεθα τῆς κρίσεως ἐν τοῖς δεινοῖς γενόμενοι, ὡς ἐπί τινων συμβέβηκεν ἐν τῷ μαρτυρεῖν· τὴν ἀρχὴν γὰρ268
45καρτερήσαντες περὶ τὸ τέλος ἐνέδωκαν ἐν τῇ πείρᾳ τῶν χαλεπῶν ἀπομαλακισθέντες.
μηδεὶς δὲ νομίσῃ τῆς ἀκολα‐ σίας τὴν ἐπιθυμίαν ἢ τὸν θυμὸν τῶν ἀκουσίων εἶναι πλημ‐ μελημάτων, ἐπειδὴ καὶ ταῦτα τὴν ἀρχὴν ἔξωθεν ἔχει τὴν

29

(50)

ποιητικήν· τό τε γὰρ κάλλος τῆς πόρνης ἐξοίστρησεν ἐπὶ τὴν ἀκολασίαν τὸν ἑωρακότα, καὶ ὁ παροξύνας ἐκίνησε τὸν θυμόν. εἰ γὰρ καὶ τὴν ἀρχὴν ἔξωθεν ἔχουσιν, ἀλλ’ αὐτοὶ δι’ ἑαυτῶν καὶ τῶν ὀργανικῶν μορίων ἐνεργοῦσιν, καὶ οὐχ ὑποπίπτουσι τῷ ὅρῳ τοῦ ἀκουσίου, ὁπότε καὶ τῆς ἀρχῆς
55τὴν αἰτίαν ἑαυτοῖς παρέχονται διὰ φαύλην ἀγωγὴν ὑπὸ τῶν παθῶν ῥᾳδίως αἰχμαλωτιζόμενοι. ψέγονται γοῦν οἱ ταῦτα πράττοντες ὡς ἑκούσιον κακὸν ὑπομένοντες. ὅτι δὲ ἑκούσιόν ἐστι, δῆλον, ἥδονται γὰρ ἐπὶ τῇ πράξει· τὸ δὲ ἀκούσιον λυπηρὸν ἐδείχθη.
60περὶ μὲν οὖν τοῦ ἀκουσίου τοῦ
βίᾳ ταῦτα, περὶ δὲ τοῦ δι’ ἄγνοιαν εἰπεῖν ὑπολέλειπται.269

30

(1t)

περὶ τοῦ δι’ ἄγνοιαν ἀκουσίου
2 Πολλὰ πράττομεν δι’ ἄγνοιαν ἐφ’ οἷς μετὰ τὴν πρᾶξιν χαίρομεν, ὡς ὅταν τις ἄκων μὲν ἐχθρὸν φονεύσῃ, χαίρῃ δὲ ἐπὶ τῷ φόνῳ. ταῦτ’ οὖν καὶ τὰ τοιαῦτα καλοῦσιν οὐχ
5ἑκούσια, οὐ μέντοι καὶ ἀκούσια. καὶ πάλιν πράττομέν τινα δι’ ἄγνοιαν καὶ ἐπὶ τοῖς γενομένοις λυπούμεθα. ταῦτα ἐκάλεσαν ἀκούσια, ὅσοις πραχθεῖσιν ἐπακολουθεῖ λύπη. τῶν οὖν δι’ ἄγνοιαν δύο ἐστὶν εἴδη, ἓν μὲν τὸ οὐχ ἑκού‐ σιον ἕτερον δὲ τὸ ἀκούσιον. πρόκειται δὲ νῦν εἰπεῖν περὶ
10μόνου τοῦ ἀκουσίου, τὸ γὰρ οὐχ ἑκούσιον τοῖς ἑκουσίοις μᾶλ‐ λον ὑπάγεται, μικτὸν ὑπάρχον· τὴν μὲν γὰρ ἀρχὴν ἀκού‐ σιον ἔχει, τὸ δὲ τέλος ἑκούσιον, ἐξ ἀποβάσεως γὰρ ἑκού‐ σιον γέγονε τὸ ἀκούσιον. διὸ καὶ οὕτως ὁρίζονται τὸ ἀκούσιον·
ἀκούσιόν ἐστι τὸ πρὸς τῷ μὴ ἑκούσιον εἶναι ἐπίλυπον καὶ270
15ἐν μεταμελείᾳ.
πάλιν ἄλλο μέν ἐστι δι’ ἄγνοιάν τι ποιεῖν, ἄλλο δὲ ἀγνοοῦντα. ἐὰν γὰρ ἐφ’ ἡμῖν ᾖ τῆς ἀγνοίας τὸ αἴτιον, ἀγνοοῦντες μὲν ποιοῦμεν, οὐ δι’ ἄγνοιαν δέ. ὁ γὰρ μεθύων καὶ θυμούμενος καὶ ποιῶν τι φαῦλον, ὁ μὲν τὴν
20μέθην, ὁ δὲ τὴν ὀργὴν αἰτίαν ἔχει τῶν ὑπ’ αὐτοῦ γινομένων, ἅπερ ἦν ἑκούσια· ἐξῆν γὰρ αὐτῷ μὴ μεθυσθῆναι. αὐτὸς οὖν ἑαυτῷ γέγονε τῆς ἀγνοίας αἴτιος. ταῦτα οὖν οὐ δι’ ἄγνοιαν λέγεται ποιεῖν, ἀλλ’ ἀγνοοῦντα πράττειν, ἅπερ οὐκ
ἔστιν ἀκούσια ἀλλ’ ἑκούσια. διὸ καὶ ψέγονται παρὰ τῶν271
25χρηστῶν οἱ ταῦτα πράττοντες. εἰ γὰρ μὴ ἐμεθύσθη οὐκ ἂν ἐποίησεν· ἑκὼν δὲ ἐμεθύσθη, ἑκὼν ἄρα καὶ ταῦτα ἐποίησεν.
δι’ ἄγνοιαν δὲ ταῦτα πράττομεν ὅταν μὴ αὐτοὶ παρέχωμεν τὴν αἰτίαν τῆς ἀγνοίας, ἀλλ’ οὕτω συνέβη·
30οἷον ἐν τῷ τόπῳ τις τῷ συνήθει τοξεύων τὸν πατέρα παριόντα κατὰ τύχην βαλὼν ἀπέκτεινεν. ἐκ τῶν εἰρημέ‐ νων οὖν ἀποδείκνυται ὅτι οὐχ ὁ ἀγνοῶν τὰ συμφέροντα οὐδ’ ὁ νομίζων εἶναι τὰ φαῦλα χρηστὰ πάθος ἀκούσιον ὑπομένει· τῆς γὰρ αὐτοῦ μοχθηρίας ἐστὶν ἡ ἄγνοια, ψέ‐
35γεται γοῦν καὶ οὗτος, τῶν δὲ ἑκουσίων ὁ ψόγος. οὐκ ἄρα τῶν καθόλου καὶ γενικῶν ἢ τῶν κατὰ προαίρεσιν ἀκού‐ σιός ἐστιν ἡ ἄγνοια, ἀλλὰ τῶν ἐν μέρει· τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄκοντες, τὰ δὲ καθόλου ἑκόντες ἀγνοοῦμεν.
τούτων
40οὕτω διωρισμένων ἑξῆς ῥητέον ποῖά ἐστι τὰ καθ’ ἕκαστα.
ταῦτα δέ ἐστιν ἃ καλεῖται παρὰ τοῖς ῥήτορσιν περιστατικὰ μόρια· τίς, τίνα, τί, τίνι, ποῦ, πότε, πῶς, διὰ τί. οἷον πρόσωπον, πρᾶγμα, ὄργανον, τόπος, χρόνος, τρόπος, αἰ‐ τία. πρόσωπον μὲν τὸ ποιοῦν, ἢ περὶ τίνα ἡ πρᾶξις·272
45οἷον εἰ πατέρα υἱὸς ἐτύπτησεν ἀγνοῶν· πρᾶγμα δὲ αὐτὸ τὸ πραχθέν, εἰ ῥαπίσαι θέλων ἐτύφλωσεν· ὄργανον δὲ εἰ λίθον ἠκόντισεν νομίσας εἶναι κίσηριν· τόπος δὲ εἰ ἐν τῷ περικλᾶν στενωπὸν ἔκρουσεν ἀγνοῶν τὸν ἀπαντήσαντα· χρόνος δὲ εἰ ἐν νυκτὶ νομίσας πολέμιον τὸν φίλον ἐφό‐

30

(50)

νευσεν· τρόπος δὲ εἰ πλήξας ἠρέμα καὶ μὴ ῥαγδαίως
ἐφόνευσεν. ἠγνόησε γὰρ εἰ πληγεὶς ἠρέμα τελευτήσει· αἰτία δὲ εἰ ὁ μὲν ἔδωκε φάρμακον ὡς ὑγιάζον, ἀπέθανεν δὲ ὁ λαβὼν τῷ τὸ φάρμακον εὑρεθῆναι δηλητήριον. ἀλλὰ ταῦτα μὲν ἅμα πάντα οὐδ’ ἂν μαινόμενός τις ἀγνοήσειεν· ὁ273
55δὲ τὰ πλεῖστα τούτων ἢ τὰ κυριώτερα ἀγνοήσας, οὗτος δι’ ἄγνοιαν πεποίηκεν. κυριώτατα δέ ἐστιν ἐν τούτοις τὸ οὗ ἕνεκα καὶ τί τὸ πραττόμενον, τουτέστιν, ἡ αἰτία καὶ τὸ πρᾶγμα.
58

31

(1t)

περὶ ἑκουσίου
2 Τοῦ ἀκουσίου ὄντος διττοῦ, τοῦ τε δι’ ἄγνοιαν καὶ τοῦ κατὰ βίαν, τὸ ἑκούσιον ἀμφοτέροις ἀντίκειται. ἔστι γὰρ τὸ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν γινόμενον. καὶ ἔστιν οὐ
5βίᾳ μὲν οὗ ἡ ἀρχὴ ἐν αὐτοῖς, οὐ δι’ ἄγνοιαν δὲ εἰ μὴ τῶν καθ’ ἕκαστά τι εἴη ἀγνοούμενον δι’ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. συνθέντες οὖν ἑκάτερον ὁριζόμεθα τὸ ἑκούσιον οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις. ζητεῖται δὲ εἰ τὰ φύσει γινόμενα ἑκούσιά ἐστιν, οἷον ἡ274
10πέψις καὶ ἡ αὔξησις. δείκνυται δὲ ταῦτα μήτε ἑκούσια μήτε ἀκούσια· τὸ γὰρ ἑκούσιον καὶ ἀκούσιον ἐν τοῖς ἐφ’ ἡμῖν ἐστιν, ἡ δὲ πέψις καὶ ἡ αὔξησις οὐκ ἐφ’ ἡμῖν. ὅθεν εἰ καὶ τὰ καθ’ ἕκαστα μὴ ἀγνοοῦμεν, τῷ μὴ ἐφ’ ἡμῖν αὐτὰ εἶναι οὔτε ἑκούσιά ἐστιν οὔτε ἀκούσια.
15
τὰ δὲ διὰ θυμὸν καὶ ἐπιθυμίαν ἐδείχθη ἑκούσια· καὶ γὰρ κατορθούμενα ἐπαινεῖται, καὶ ἁμαρτανόμενα ψέγεται ἢ μισεῖται, καὶ ἡδονὴ
καὶ λύπη αὐτοῖς ἐπακολουθεῖ, καὶ ἡ ἀρχὴ ἐν αὐτοῖς ἐστιν. ἐν αὐτοῖς γὰρ ἦν τὸ μὴ ὑπὸ τῶν παθῶν ῥᾳδίως ἁλίσκεσθαι,275
20διὰ γὰρ τῶν ἐθῶν τὰ τοιαῦτα κατορθοῦται. ἄλλως τε εἰ ταῦτα ἀκούσια οὐδὲν τῶν ἀλόγων ζῴων ἑκουσίως τι πράτ‐ τει, ἀλλ’ οὐδὲ τὰ παιδία. νῦν δὲ οὐχ οὕτως ἔχει, ὁρῶμεν γὰρ ἑκουσίως αὐτὰ ἐπὶ τὴν τροφὴν ἐρχόμενα, καὶ οὔτε βίᾳ· αὐτὰ γάρ ἐστι τὰ δι’ ἑαυτῶν ὁρμῶντα, οὔτε
25ἀγνοοῦντα· τὴν γὰρ τροφὴν οὐκ ἀγνοεῖ, θεωρήσαντα γοῦν τροφὴν ἥδεται καὶ ὡς ἐπὶ πρᾶγμα γνώριμον ὁρμᾷ καὶ ἀποτυγχάνοντα λυπεῖται. ἑκουσίου δὲ γνώμονες ἐπιτυγ‐ χάνοντος μὲν ἡδονή, ἀποτυγχάνοντος δὲ λύπη· ἐξ ὧν δῆλον ὡς ἑκούσιον ἔχει τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν (καὶ
30γὰρ ὁ θυμὸς μεθ’ ἡδονῆς γίνεται). καὶ ἄλλως ἐάν τις τὰ διὰ θυμὸν καὶ ἐπιθυμίαν ἑκούσια μὴ λέγῃ ἀναιρεῖ τὰς ἠθι‐ κὰς ἀρετάς· ἐν μεσότητι γὰρ αὗται τῶν παθῶν εἰσιν, εἰ δὲ ἀκούσια τὰ πάθη, ἀκούσιοι καὶ αἱ πράξεις αἱ κατὰ τὰς ἀρετάς, καὶ γὰρ αὗται κατὰ πάθος γίνονται. οὐδεὶς
35δὲ τὸ κατὰ λογισμὸν καὶ προαίρεσιν καὶ κατ’ οἰκείαν ὁρμὴν
καὶ ἔφεσιν μετὰ τοῦ γνωρίζειν τὰ καθ’ ἕκαστα ἀκούσιον λέγει. ἐδείχθη δὲ καὶ ἡ ἀρχὴ ἐν αὐτοῖς· ἑκούσια ἄρα. ἐπειδὴ δὲ πολλαχοῦ τῆς προαιρέσεως ἐμνημονεύσαμεν καὶ τοῦ ἐφ’ ἡμῖν διαληπτέον καὶ περὶ προαιρέσεως.276
39

32

(1t)

περὶ προαιρέσεως
2 Τί ἄρα ἐστὶν ἡ προαίρεσις; ἆρα τὸ ἑκούσιον, ἐπειδὴ πᾶν τὸ κατὰ προαίρεσιν καὶ ἑκούσιόν ἐστιν; ἀλλ’ οὐκ ἀντιστρέ‐ φει, ὅπερ ἐγένετο ἂν εἰ ταὐτὸν ἦν ἑκούσιον καὶ προαίρεσις·
5νῦν δὲ ἐπὶ πλέον εὑρίσκομεν τὸ ἑκούσιον. πᾶσα μὲν γὰρ προαίρεσις ἑκούσιος· οὐ πᾶν δὲ τὸ ἑκούσιον ἐν προαιρέσει.
καὶ γὰρ τὰ παιδία καὶ τὰ ἄλογα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν καὶ προαιρούμενα. καὶ ὅσα δὲ διὰ θυμὸν πράττομεν μὴ προβουλευσάμενοι ταῦτα ἑκουσίως μὲν ποιοῦμεν, οὐ μὴν277
10καὶ κατὰ προαίρεσιν. ἀλλὰ καὶ ὁ φίλος ἡμῖν ἐξαίφνης ἐπέστη· ἑκουσίως μὲν ὡς ἥδεσθαι, οὐ μὴν προῃρημέ‐ νοις. καὶ ὁ θησαυρὸν ἀπροσδοκήτως εὑρὼν ἑκουσίως μὲν ἑρμαίῳ περιέτυχεν, οὐ προαιρούμενος δέ. ἐκ πάντων οὖν συνάγεται τὸ μὴ ταὐτὸν εἶναι τὸ ἑκούσιον τῇ προαιρέσει.
15 ἆρ’ οὖν ὄρεξίς ἐστιν ἡ προαίρεσις; ἀλλ’ οὐδὲ τοῦτο. διαι‐ ρεῖται γὰρ ἡ ὄρεξις εἰς τρία, εἰς ἐπιθυμίαν καὶ θυμὸν καὶ βούλησιν. ἀλλ’ ὅτι μὲν οὔτε θυμὸς οὔτε ἐπιθυμία ἐστὶν ἡ προαίρεσις φανερὸν ἐκ τοῦ μὴ εἶναι κοινωνίαν τοῖς ἀνθρώ‐ ποις πρὸς τὰ ἄλογα κατὰ προαίρεσιν, ἀλλὰ κατ’ ἐπιθυμίαν
20καὶ θυμόν. εἰ γὰρ κατὰ ταῦτα μὲν κοινωνοῦμεν, κατὰ προαίρεσιν δὲ διαφέρομεν, δῆλον ὡς ἄλλο μέν τι προαίρε‐
σις, ἄλλο δὲ θυμὸς καὶ ἐπιθυμία. δείκνυσι δὲ καὶ ὁ ἀκρα‐ τής, κρατούμενος μὲν ὑπὸ τῆς ἐπιθυμίας καὶ πράττων κατ’ αὐτήν, μὴ μέντοι καὶ κατὰ προαίρεσιν· ἀντιβαίνει γὰρ278
25ἐπ’ αὐτοῦ ἡ προαίρεσις τῇ ἐπιθυμίᾳ. εἰ δὲ ταὐτὸν ἦσαν οὐκ ἐμάχοντο. καὶ ὁ ἐγκρατὴς δὲ πράττων κατὰ προαί‐ ρεσιν οὐ πράττει κατ’ ἐπιθυμίαν.
ὅτι δὲ οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις δῆλον ἐντεῦθεν. οὐ πᾶσιν οἷς ἁρμόζει
30τὸ προαιρεῖσθαι, τούτοις ἁρμόζει καὶ τὸ βούλεσθαι. φα‐ μὲν γὰρ βούλεσθαι ὑγιαίνειν, προαιρεῖσθαι δὲ ὑγιαίνειν οὐδεὶς ἂν εἴποι· καὶ βούλεσθαι πλουτεῖν, οὐκέτι δὲ καὶ προαι‐ ρεῖσθαι πλουτεῖν λέγεται. ἔτι τὸ μὲν βούλεσθαι καὶ ἐπὶ τῶν ἀδυνάτων τάττεται, τὸ δὲ προαιρεῖσθαι ἐπὶ μόνων
35τῶν ἐφ’ ἡμῖν· οὕτω γοῦν φαμεν βούλομαι ἀθάνατος γε‐ νέσθαι· προαιροῦμαι δὲ ἀθάνατος γενέσθαι οὐ φαμέν. ἡ μὲν γὰρ βούλησις τοῦ τέλους ἐστιν, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος, κατὰ τὴν αὐτὴν ἀναλογίαν ἣν ἔχει τὸ βου‐ λητὸν πρὸς τὸ βουλευτόν. βουλητὸν μὲν γὰρ τὸ τέλος,
40βουλευτὰ δὲ τὰ πρὸς τὸ τέλος. ἔτι ταῦτα μόνα προαι‐
ρούμεθα ἃ δι’ ἡμῶν οἰόμεθα δύνασθαι γενέσθαι· βουλό‐ μεθα δὲ καὶ τὰ μὴ δι’ ἡμῶν οἷά τε γενέσθαι, ὡς τὸ νικῆσαί τινα στρατηγόν.
ὅτι μὲν οὔτε θυμὸς οὔτε ἐπιθυμία
279
45οὔτε βούλησίς ἐστιν ἡ προαίρεσις αὐτάρκως ἀποδέδεικται· ὅτι δὲ οὐδὲ δόξα δῆλον γίνεται καὶ διὰ τῶν αὐτῶν ἀπο‐ δείξεων καὶ δι’ ἑτέρων. ἡ γὰρ δόξα οὐ μόνον τῶν ἐφ’ ἡμῖν ἀλλὰ καὶ τῶν ἀϊδίων. ἔτι δόξαν μὲν ἀληθῆ λέγομεν καὶ ψευδῆ· προαίρεσιν δὲ οὐ λέγομεν ἀληθῆ καὶ

32

(50)

ψευδῆ. καὶ ἡ μὲν δόξα τῶν καθόλου, ἡ δὲ προαίρεσις τῶν καθ’ ἕκαστα· περὶ γὰρ τῶν πρακτῶν ἡ προαίρεσις, ταῦτα δὲ τὰ καθ’ ἕκαστα.
ἀλλ’ οὐδὲ βούλευσίς ἐστιν ἡ
προαίρεσις, οἷον βουλή. βούλευσις μὲν γάρ ἐστι ζήτησις280
55περὶ τῶν αὐτῷ πρακτῶν. προαιρετὸν δὲ τὸ ἐκ τῆς βου‐ λῆς προκριθέν. δῆλον οὖν ὅτι ἡ μὲν βούλευσις ἐπὶ τοῖς ἔτι ζητουμένοις· ἡ δὲ προαίρεσις ἐπὶ τοῖς ἤδη προκε‐ κριμένοις. τί μὲν οὖν οὐκ ἔστιν ἡ προαίρεσις εἴρηται· τί δέ ἐστιν εἴπωμεν.
60
ἔστιν οὖν μικτόν τι ἐκ βουλῆς καὶ κρίσεως καὶ ὀρέξεως· καὶ οὔτε ὄρεξις καθ’ ἑαυτήν, οὔτε κρίσις, οὔτε βουλὴ μόνη, ἀλλ’ ἐκ τούτων τι συγκείμενον. ὡς γὰρ λέγομεν τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, μήτε δὲ σῶμα εἶναι καθ’ ἑαυτὸ τὸ ζῷον, μήτε ψυχὴν μό‐
65νην, ἀλλὰ τὸ συναμφότερον, οὕτω καὶ τὴν προαίρεσιν. ὅτι μὲν οὖν βουλή τίς ἐστι καὶ βούλευσις μετ’ ἐπικρίσεως, εἰ καὶ μὴ αὐτὸ βουλή, φανερὸν καὶ ἐκ τῆς ἐτυμολογίας· προ‐ αιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ ἑτέρου αἱρετόν. οὐδεὶς
δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ αἱρεῖται μὴ κρί‐281
70νας. ἐπειδὴ δὲ οὐ πάντα τὰ δόξαντα ἡμῖν εὖ ἔχειν εἰς ἔργον ἀγαγεῖν προθυμούμεθα, τότε προαίρεσις καὶ προαιρε‐ τὸν γίνεται τὸ προκριθὲν ἐκ τῆς βουλῆς, ὅταν προσλάβῃ τὴν ὄρεξιν. ἀναγκαίως οὖν ἡ προαίρεσις περὶ ταὐτά ἐστιν περὶ ἃ καὶ ἡ βουλή. συνάγεται δὲ ἐκ τούτων προαίρεσιν
75εἶναι ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν, ἢ βούλευσιν ὀρεκτι‐ κὴν τῶν ἐφ’ ἡμῖν, τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι.
ἐπειδὴ δὲ τὴν προαίρεσιν ἔφαμεν περὶ ταὐτὰ εἶναι περὶ ἃ καὶ ἡ βουλή, διασαφήσωμεν
80περὶ τίνα καταγίνεται ἡ βουλή, καὶ περὶ τίνων βουλευό‐
μεθα.282

33

(1t)

περὶ τίνων βουλευόμεθα
2 Πρὶν εἰπεῖν περὶ τίνων βουλευόμεθα βέλτιον διορίσαι τίνι διαφέρει βουλὴ ζητήσεως· οὐ γὰρ ταὐτόν ἐστι βουλὴ καὶ ζήτησις, εἰ καὶ ὁ βουλευόμενος ζητῶν τι βουλεύεται,
5ἀλλὰ πολὺ διαφέρει. ζητοῦμεν γὰρ εἰ μείζων ἐστὶ τῆς γῆς ὁ ἥλιος· οὐδεὶς δὲ λέγει “βουλεύομαι εἰ μείζων ἐστὶ τῆς γῆς ὁ ἥλιος.” ἔστι γὰρ ἡ ζήτησις γένος τῆς βουλῆς· καὶ γὰρ ἐπὶ πλέον λέγεται. πᾶσα μὲν γὰρ βουλὴ ζήτη‐
σίς ἐστιν· οὐ πᾶσα δὲ ζήτησις βουλή. δέδεικται δέ283
10τοῦτο· τὸ δὲ σκέπτεσθαι ποτὲ μὲν ἐπὶ τοῦ βουλεύεσθαι λέγομεν, ὡς “σκέπτομαι εἰ δεῖ πλεῦσαι,” ποτὲ δὲ ἐπὶ τοῦ κατανοεῖν, ὡς “σκέπτομαι τὰ μαθήματα,” οὐ “βουλεύομαι τὰ μαθήματα.” ταρασσόμεθα δὲ πολλάκις ἀδιακρίτως ἀκού‐ οντες τῶν ὀνομάτων, νομίζοντες ταὐτὸν τὸ μὴ ταὐτόν.
15
τῆς οὖν διαφορᾶς τούτων φανερᾶς γενομένης ῥητέον λοιπὸν περὶ τίνων βουλευόμεθα. βουλευόμεθα οὖν περὶ τῶν ἐφ’ ἡμῖν καὶ δι’ ἡμῶν δυναμένων γενέσθαι καὶ ἄδηλον ἐχόντων τὸ τέλος, τουτέστι δυναμένων καὶ οὕτως καὶ ἄλλως γε‐
20νέσθαι. τὸ μὲν οὖν “ἐφ’ ἡμῖν” εἴρηται ἐπειδὴ περὶ τῶν πρακτῶν μόνον βουλευόμεθα, ταῦτα γὰρ ἐφ’ ἡμῖν. οὐ γὰρ περὶ τῆς θεωρητικῆς καλουμένης φιλοσοφίας βουλευό‐ μεθα (οὔτε γὰρ περὶ θεοῦ)· οὔτε περὶ τῶν ἐξ ἀνάγκης γινομένων (ἐξ ἀνάγκης δὲ λέγω τὰ ἀεὶ ὡσαύτως γινόμενα),
25οἷον τοῦ κύκλου τοῦ ἐνιαυτοῦ· οὔτε περὶ τῶν οὐκ ἀεὶ μὲν
ὄντων, ἀεὶ δὲ ὁμοίως γινομένων, οἷον δύσεως καὶ ἀνατο‐ λῆς ἡλίου· οὔτε περὶ τῶν φύσει μέν, οὐκ ἀεὶ δὲ ὁμοίως γινομένων ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, οἷον περὶ τοῦ πολι‐ οῦσθαι τὸν ἑξηκοντούτην ἢ γενειάσκειν τὸν εἰκοσαετῆ· ἀλλ’284
30οὐδὲ περὶ τῶν φύσει μέν, ἄλλοτε δὲ ἄλλως ἀορίστως γινο‐ μένων, οἷον περὶ ὄμβρων ἢ αὐχμῶν ἢ χαλάζης· ἀλλ’ οὐδὲ περὶ τῶν ἀπὸ τύχης γίνεσθαι λεγομένων, ἅπερ ἐστὶ τῶν ἐπ’ ἔλαττον ἐνδεχομένων. διὰ ταῦτα μὲν οὖν τὸ “ἐφ’ ἡμῖν” εἴρηται· τὸ δὲ “δι’ ἡμῶν” ἐπειδήπερ οὐ περὶ πάντων
35ἀνθρώπων οὐδὲ περὶ παντὸς πράγματος βουλευόμεθα· οὐ γὰρ βουλευόμεθα πῶς οἱ πολέμιοι ἢ οἱ μακρὰν ἡμῶν ἀπῳκισμένοι κα‐
λῶς πολιτεύοιντο, καίτοι τοῦτο παρ’ ἐκείνοις βουλευτόν ἐστιν. ἀλλ’ οὐδὲ περὶ πάντων τῶν δι’ ἡμῶν γινομένων καὶ ἐφ’ ἡμῖν ὄντων βουλευόμεθα, ἀλλὰ δεῖ προσκεῖσθαι καὶ τὸ285
40“ἄδηλον ἐχόντων τὸ τέλος,” ἐὰν γὰρ ᾖ φανερὸν καὶ ὁμολο‐ γούμενον οὐκέτι βουλευόμεθα· οὐδὲ γὰρ περὶ τῶν κατ’ ἐπιστήμην ἢ τέχνην ἔργων ἢ πράξεων ἡ βουλή· ὡρισμένοι γὰρ τούτων οἱ λόγοι πλὴν ὀλίγων τεχνῶν τῶν καλουμένων στοχαστικῶν, οἷον ἰατρικῆς καὶ γυμναστικῆς καὶ κυβερ‐
45νητικῆς. οὐ περὶ τούτων γὰρ βουλευόμεθα μόνον ἀλλὰ περὶ τῶν ἐφ’ ἡμῖν μὲν καὶ δι’ ἡμῶν, ἄδηλον δὲ τὸ τέλος ἐχόντων καὶ δυναμένων καὶ οὕτως καὶ ἄλλως πραχθῆναι. ἐδείχθη δὲ ὡς οὐδὲ περὶ τοῦ τέλους ἀλλὰ περὶ τῶν πρὸς τὸ τέλος ἡ βουλή. βουλευόμεθα γὰρ οὐ πλουτῆσαι ἀλλ’

33

(50)

ὅπως καὶ δι’ ὧν πλουτήσομεν· συνελόντι δὲ εἰπεῖν περὶ
τούτων μόνων βουλευόμεθα περὶ τῶν ἐπίσης ἐνδεχομένων. καὶ περὶ τούτου δεῖ διαλαβεῖν, ἵνα μηδὲν ἐλλείπῃ τῷ λόγῳ πρὸς σαφήνειαν.
δυνάμεις λέγονται καθ’ ἃς δυνάμεθά
286
55τι ποιεῖν· παντὸς γὰρ οὗ ποιοῦμεν δύναμιν ἔχομεν, ὧν δὲ δύναμιν οὐκ ἔχομεν, τούτων οὐδὲ τὰς πράξεις. ἔχεται οὖν ἡ μὲν πρᾶξις δυνάμεως, ἡ δὲ δύναμις οὐσίας· ἥ τε γὰρ πρᾶξις ἀπὸ δυνάμεως καὶ ἡ δύναμις ἀπὸ τῆς οὐσίας καὶ ἐν οὐσίᾳ. τρία οὖν ταῦτά ἐστιν, ὡς ἔφαμεν, ἀλλήλων
60ἐχόμενα· δυνάμενον, δύναμις, δυνατόν. δυνάμενον μὲν ἡ οὐσία· δύναμις δὲ ἀφ’ ἧς ἔχομεν τὸ δύνασθαι· δυνατὸν δὲ τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι.
τῶν δὲ δυνατῶν τὰ μέν ἐστιν ἀναγκαῖα, τὰ δὲ ἐνδεχόμενα. ἀναγκαῖα μὲν
65ἅπερ ἀδύνατον κωλυθῆναι, ἢ ὧν καὶ τὸ ἀντικείμενον ἀδύνα‐ τόν ἐστιν· ἐνδεχόμενον δὲ τὸ δυνάμενον κωλυθῆναι, ἢ οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. οἷον ἀναγκαῖόν ἐστιν ἀναπνεῖν ἄνθρωπον ζῶντα· τούτου καὶ τὸ ἀντικείμενον ἀδύ‐
νατόν ἐστι, τὸ μὴ ἀναπνεῖν ζῶντα· ἐνδεχόμενον δὲ τὸ σή‐287
70μερον ὄμβρον γενέσθαι· ἀλλὰ καὶ τὸ ἀντικείμενον αὐτῷ δυ‐ νατόν, τὸ μὴ γενέσθαι σήμερον ὄμβρον.
πάλιν δὲ τοῦ ἐνδεχομένου τὰ μὲν ὡς ἐπὶ πολὺ λέγεται, τὰ δὲ ὡς ἐπ’ ἔλαττον, τὰ δὲ ὡς ἐπίσης. ἐπὶ πολὺ μὲν ὡς τὸν ἑξη‐
75κοντούτην πολιοῦσθαι· ἐπ’ ἔλαττον δὲ ὥς τινα ἑξηκονταετῆ μὴ πολιοῦσθαι· ἐπίσης δὲ τὸ περιπατῆσαι καὶ μὴ πε‐ ριπατῆσαι καὶ ἁπλῶς πρᾶξαί τι καὶ μὴ πρᾶξαι.
περὶ τούτων οὖν, τῶν ἐπίσης ἐνδεχομένων, μόνων βουλευόμεθα.
80ἔστι δὲ ἐπίσης ἐνδεχόμενον ὃ αὐτό τε δυνάμεθα καὶ τὸ ἀντικείμενον αὐτῷ· εἰ γὰρ μὴ ἀμφότερα ἐδυνάμεθα, αὐτό τε καὶ τὸ ἀντικείμενον οὐκ ἂν ἐβουλευόμεθα· οὔτε γὰρ περὶ τῶν ὁμολογουμένων, οὔτε περὶ τῶν ἀδυνάτων τις βου‐ λεύεται. εἰ δὲ τὸ ἕτερον μόνον τῶν ἀντικειμένων ἐδυνά‐
85μεθα, τοῦτο μὲν ἦν ὁμολογούμενον καὶ οὐδαμῶς ἀμφίβο‐
λον, τὸ δὲ ἀντικείμενον, ἀδύνατον.288

34

(1t)

περὶ εἱμαρμένης
2 Οἱ τῇ περιφορᾷ τῶν ἄστρων τὴν αἰτίαν τῶν γινομένων πάντων ἐπιγράφοντες οὐ μόνον ταῖς κοιναῖς ἐννοίαις ἀπο‐ μάχονται· ἀλλὰ καὶ πᾶσαν πολιτείαν ἄχρηστον ἀποφαίνου‐
5σιν. ἄτοποι μὲν γὰρ οἱ νόμοι, περιττὰ δὲ τὰ δικαστήρια κολάζοντα τοὺς μηδὲν αἰτίους, παράλογοι δὲ οἱ ψόγοι καὶ οἱ ἔπαινοι· ἀνόνητοι δὲ καὶ αἱ εὐχαί, πάντων καθ’ εἱμαρ‐ μένην γινομένων· ἐξορίζεται δὲ καὶ πρόνοια μετὰ τῆς εὐσε‐ βείας, πρὸς τῷ καὶ τὸν ἄνθρωπον ὄργανον μόνον εὑρίσκεσθαι
10τῆς ἄνωθεν περιφορᾶς· ὑπὸ ταύτης γὰρ κινεῖσθαι πρὸς τὰς πράξεις οὐ μόνον τὰ μέρη τοῦ σώματος ἀλλὰ καὶ τὰ τῆς ψυχῆς διανοήματα· καὶ ὅλως οἱ ταῦτα λέγοντες τῷ ἐφ’ ἡμῖν συναναιροῦσι καὶ τὴν τοῦ ἐνδεχομένου φύσιν· καὶ οὕτως οὐδὲν ἄλλο ἢ τῷ παντὶ λυμαίνονται. ἄδικοι δὲ καὶ289
15αὐτοὶ οἱ ἀστέρες τοὺς μὲν μοιχούς, τοὺς δὲ φονέας ἀπερ‐ γαζόμενοι· καὶ πρό γε τούτων ὁ δημιουργὸς αὐτῶν Θεὸς τὴν αἰτίαν ἀποφέρεται, εἰ τοιαῦτα κατεσκεύασεν ἃ τῶν κακῶν ἡμῖν τὴν ἐπιφορὰν ἐξ ἀνάγκης ἐπιτίθησιν· ὡς μὴ μόνον ἐπὶ τῆς πολιτείας ἵστασθαι τὴν τούτων ἀτοπίαν,
20ἀλλὰ καὶ τῶν μεγίστων κακῶν αἴτιον ἀποφαίνειν τὸν Θεόν, πρὸς τῷ καὶ ἀδύνατον ἀποδείκνυσθαι τὴν ὑπόθεσιν αὐτῶν. ἀλλὰ ταῦτα μὲν οὐδὲ ἀκούειν ἀναγκαῖον, πρόδηλον ἔχοντα τὴν βλασφημίαν καὶ τὴν ἀτοπίαν.
οἱ δὲ λέγοντες ὅτι290
25καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ καθ’ εἱμαρμένην σῴζεται (ἑκάστῳ γὰρ τῶν γενομένων δεδόσθαι τι καθ’ εἱμαρμένην, ὡς τῷ ὕδατι τὸ ψύχειν καὶ ἑκάστῳ τῶν φυτῶν τὸ τοιόνδε καρ‐ πὸν φέρειν καὶ τῷ λίθῳ τὸ κατωφερὲς καὶ τῷ πυρὶ τὸ ἀνωφερές, οὕτω καὶ τῷ ζῴῳ τὸ συγκατατίθεσθαι καὶ ὁρ‐
30μᾶν· ὅταν δὲ ταύτῃ τῇ ὁρμῇ μηδὲν ἀντιπέσῃ τῶν ἔξωθεν καὶ καθ’ εἱμαρμένην, τότε τὸ περιπατεῖν τέλεον ἐφ’ ἡμῖν εἶναι καὶ πάντως περιπατήσομεν)· οἱ ταῦτα λέγοντες, εἰσὶ δὲ τῶν Στωϊκῶν Χρύσιππός τε καὶ Φιλοπάτωρ καὶ
ἄλλοι πολλοὶ καὶ λαμπροί, οὐδὲν ἕτερον ἀποδεικνύουσιν ἢ291
35πάντα καθ’ εἱμαρμένην γίνεσθαι. εἰ γὰρ καὶ τὰς ὁρμὰς παρὰ τῆς εἱμαρμένης φασὶν ἡμῖν δεδόσθαι, καὶ ταύτας ποτὲ μὲν ἀπὸ τῆς εἱμαρμένης ἐμποδίζεσθαι, ποτὲ δὲ μή· δῆλον ὡς πάντα καθ’ εἱμαρμένην γίνεται καὶ τὰ δοκοῦντα ἐφ’ ἡμῖν εἶναι. καὶ πάλιν τοῖς αὐτοῖς λόγοις χρησόμεθα πρὸς
40αὐτούς, δεικνύντες τῆς δόξης τὴν ἀτοπίαν. εἰ γὰρ τῶν αὐτῶν αἰτίων περιεστηκότων, ὥς φασιν αὐτοί, πᾶσα ἀνάγ‐ κη τὰ αὐτὰ γίνεσθαι καὶ οὐχ οἷόν τε ποτὲ μὲν οὕτως ποτὲ δὲ ἄλλως γενέσθαι, διὰ τὸ ἐξ αἰῶνος οὕτως ἀποκε‐ κληρῶσθαι αὐτά· ἀνάγκη καὶ τὴν ὁρμὴν τὴν τοῦ ζῴου πάντῃ
45καὶ πάντως τῶν αὐτῶν αἰτίων περιεστηκότων οὕτω γενέσθαι· εἰ δὲ καὶ ἡ ὁρμὴ ἐξ ἀνάγκης ἐπακολουθεῖ, ποῦ λοιπὸν τὸ ἐφ’ ἡμῖν; ἐλεύθερον γὰρ εἶναι δεῖ τὸ ἐφ’ ἡμῖν· ἦν δ’ ἂν ἐλεύθερον εἰ τῶν αὐτῶν περιεστηκότων ἐφ’ ἡμῖν ἦν τὸ ποτὲ μὲν ὁρμᾶν, ποτὲ δὲ μὴ ὁρμᾶν. εἰ δὲ ἐξ ἀνάγκης292

34

(50)

ἐπακολουθεῖ καὶ τὸ ὁρμᾶν, δῆλον ὡς καθ’ εἱμαρμένην καὶ τὰ τῆς ὁρμῆς γενήσεται, εἰ καὶ ὑφ’ ἡμῶν γίνεται καὶ κατὰ τὴν ἡμετέραν φύσιν καὶ ὁρμὴν καὶ κρίσιν. εἰ γὰρ οἷόν τε ἦν αὐτὴν καὶ μὴ γενέσθαι, ψευδὴς ἂν ἦν ἡ πρότασις ἡ λέ‐ γουσα ὅτι τῶν αὐτῶν περιεστηκότων αἰτίων ἀνάγκη τὰ
55αὐτὰ ἕπεσθαι.
οὕτω δὲ καὶ ἐπὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀψύχοις εὑρεθήσεται. εἰ γὰρ τὴν ὁρμὴν ἐφ’ ἡμῖν τάττου‐ σιν ὅτι φύσει ταύτην ἔχομεν, τί κωλύει καὶ ἐπὶ τῷ πυρὶ λέγειν εἶναι τὸ καίειν, ἐπειδὴ φύσει καίει τὸ πῦρ; ὥς
60που καὶ παρεμφαίνειν ἔοικεν ὁ Φιλοπάτωρ ἐν τῷ Περὶ εἱμαρ‐ μένης.
οὐκ ἄρα τὸ δι’ ἡμῶν ὑπὸ τῆς εἱμαρμένης γινόμενον
ἐφ’ ἡμῖν ἐστι. τῷ γὰρ αὐτῷ λόγῳ καὶ ἐπὶ λύρᾳ καὶ αὐλοῖς καὶ τοῖς ἄλλοις ὀργάνοις καὶ πᾶσιν ἀλόγοις τε καὶ293
65ἀψύχοις ἔσται τι, ὅταν τινὲς δι’ αὐτῶν ἐνεργῶσι. τοῦτο δὲ ἄτοπον.
66

35

(1t)

περὶ τῆς διὰ τῶν ἄστρων
2tεἱμαρμένης
3 Πρὸς δὲ τοὺς σοφοὺς τῶν Αἰγυπτίων, λέγοντας ἀλη‐ θεύεσθαι μὲν τὴν διὰ τῶν ἄστρων εἱμαρμένην, τρέπεσθαι
5δὲ αὐτὴν εὐχαῖς καὶ ἀποτροπιασμοῖς (εἶναι γάρ τινας καὶ τούτων αὐτῶν τῶν ἀστέρων θεραπείας, τὰς ἐκμειλισ‐ σομένας αὐτοὺς καὶ ἄλλας τινὰς ὑπερκειμένας δυνάμεις τὰς
τρέπειν αὐτὴν δυναμένας, καὶ διὰ τοῦτο τὰς εὐχὰς καὶ τὰς θεραπείας τῶν θεῶν καὶ τοὺς ἀποτροπιασμοὺς ἐπινε‐294
10νοῆσθαι)· ἐροῦμεν ὅτι τῶν ἐνδεχομένων καὶ οὐχὶ τῶν ἀναγκαίων ποιοῦσι τὴν εἱμαρμένην· τὸ δὲ ἐνδεχόμενον ἀόριστον· τὸ δὲ ἀόριστον ἄγνωστον. ἀναιρεῖται οὖν διὰ τούτου πᾶσα μὲν μαντεία, μάλιστα δὲ ἡ τῶν καλουμένων γενεθλιαλόγων, ἣν αὐτοὶ πρὸ τῶν ἄλλων πρεσβεύουσιν, ὡς
15ἰσχυρόν τι καὶ ἀληθὲς πρᾶγμα. ἐὰν δὲ λέγωσιν ὅτι τὰ τῶν σχημάτων ἀποτελέσματα πρόδηλα, καὶ τοῖς ἐπιστήμοσι γνωρίζεται· ὅταν δὲ τὸ σχῆμα μὴ κατὰ τὴν ἰδίαν δύναμιν ἀποβαίνῃ, θεὸς ἐκώλυσεν· ἐροῦμεν ὡς καὶ τοῦτο ἄτοπον. πρῶτον ὅτι τὴν εὐχὴν μόνην ἐφ’ ἡμῖν τίθενται καὶ τὴν
20θεραπείαν τῶν θεῶν, ἄλλο δὲ οὐδέν. εἶτα διαμφισβητή‐
σομεν πρὸς αὐτούς, πῶς τῶν ἄλλων πασῶν ἀνθρωπίνων πράξεών τε καὶ προαιρέσεων ἐν τῇ ποιᾷ σχέσει τῶν ἄστρων κειμένων τὸ τῆς εὐχῆς μόνης ἐφ’ ἡμῖν ἐστιν. ἄπορον γὰρ διὰ ποίαν αἰτίαν οὕτως ἔχει τοῦτο, καὶ τίς ἡ ἀνάγκη.295
25ἔπειτα εἰ τέχνη τίς ἐστι καὶ μέθοδος τῶν ἀποτροπιασμῶν ἡ κωλύουσα τὰ παρὰ τῆς εἱμαρμένης, πότερον πᾶσιν ἀν‐ θρώποις ἡ μέθοδός ἐστιν ἐφικτή, ἢ τισὶ μέν, τισὶ δὲ οὔ. εἰ γὰρ πᾶσιν οὐδὲν κωλύει τῷ λόγῳ παντάπασιν ἀνατρα‐ πῆναι τὴν εἱμαρμένην, πάντων μαθόντων τὴν τέχνην τὴν
30κωλύουσαν αὐτῆς τὰ ἀποτελέσματα· εἰ δὲ τισὶ μέν ἐστιν ἐφικτή, τισὶ δὲ οὔ, ποίοις ἄρα καὶ τίς ὁ τοῦτο διορίζων; εἰ μὲν γὰρ αὐτὴ ἡ εἱμαρμένη τοὺς μὲν ποιεῖ θεραπευτὰς τοῦ θείου, τοὺς δὲ οὐ ποιεῖ, εὑρεθήσεται πάντα πάλιν καθ’ εἱμαρμένην. τὸ γὰρ τῆς εὐχῆς καὶ τῆς θερα‐
35πείας, ὃ μόνον ἐφ’ ἡμῖν, ἔλαττον νῦν ἀνεφάνη τῆς εἱμαρμένης· ἀλλὰ καὶ μεῖζον. εἰ δὲ μὴ εἱμαρμένη ἀλλ’ ἕτερόν τι τούτων αἴτιόν ἐστιν, ἐκεῖνο μᾶλλον εἱμαρμένη φανήσεται. ἐν γὰρ τῷ δύνασθαι δι’ εὐχῆς κατορθοῦν ἢ μὴ δύνασθαι τὸ πᾶν τῆς εἱμαρμένης περιέχεται κράτος.296
40τοῖς μὲν γὰρ δυναμένοις οὐδὲν ἡ εἱμαρμένη· τοῖς δὲ μὴ δυναμένοις πάντα καθ’ εἱμαρμένην. καὶ εὑρεθήσεται τισὶ μὲν ἀνθρώποις πάντα καθ’ εἱμαρμένην, τισὶ δὲ οὐδὲν καθ’ εἱμαρμένην· καὶ δῆλον ὅτι ὁ τοῦτο ὁρίζων αὐτός ἐστιν
ἡ κυριωτάτη εἱμαρμένη, καὶ οὕτω πάλιν πάντα καθ’ εἱμαρ‐297
45μένην εὑρεθήσεται, πρὸς τῷ καὶ ἄδικον εἶναι τὸν διανέμον‐ τα, εἴτε δαίμων τις εἴη, εἴτε καὶ ἄλλη τις εἱμαρμένη. οὐ γὰρ πρὸς ἀξίαν νέμει τοῖς ἀνθρώποις τὴν τῆς θεραπείας τῶν θεῶν μέθοδον. τί γὰρ μᾶλλον οὗτος ἄξιος ἢ ἐκεῖνος, πάντων ὀργάνων ὄντων τῆς εἱμαρμένης καὶ μηδὲν μηδενὸς

35

(50)

ἐξ οἰκείας προθέσεως πράττοντος, μᾶλλον δὲ μὴ προαι‐ ρουμένου; ἐν γὰρ τοῖς οὕτω γινομένοις οὐδεὶς οὔτε δίκαιος οὔτε ἄδικος, οὐκοῦν οὔτε ἄξιος οὔτε ἀνάξιος χάριτος· ὁ
δὲ τοῖς ἴσοις ἄνισα νέμων ἄδικος.298

36

(1t)

περὶ τῶν λεγόντων αἵρεσιν
2tτῶν πρακτῶν ἐφ’ ἡμῖν εἶναι
3 Οἱ δὲ λέγοντες τὴν μὲν αἵρεσιν τῶν πρακτῶν ἐφ’ ἡμῖν εἶναι, τὴν δὲ τῶν αἱρεθέντων ἀπόβασιν ἐπὶ τῇ εἱμαρμένῃ
5(εἰσὶ δὲ τῶν Ἑλλήνων οἱ σοφώτατοι) τὸ μέν τι κατορ‐ θοῦσι τὸ δὲ σφάλλονται. τὸ μὲν γὰρ ἐφ’ ἡμῖν τιθέναι τὰς αἱρέσεις τῶν πρακτῶν, μὴ πάντως δὲ καὶ τὰς ἀπο‐ βάσεις, ὀρθότατα λέγουσιν· τὸ δὲ τῇ εἱμαρμένῃ περιάπτειν ταύτας οὐκ ὀρθῶς. ἐλεγχθήσονται γὰρ πρῶτον μὲν
10ἀτελῆ ποιοῦντες τὴν εἱμαρμένην, εἰ τὸ μὲν ἔχει, τὸ δὲ οὐκ ἔχει· ἔπειτα παρακολούθημα ποιοῦντες αὐτὴν τῆς ἡμετέρας γνώμης· ταύτῃ γὰρ ἀκολουθεῖν φασι τὰ τῆς εἱμαρμένης ἔργα· καὶ οὕτως εὑρεθήσεται κινουμένη μᾶλλον ὑφ’ ἡμῶν ἢ κινοῦσα ἡμᾶς· καὶ κυριώτερος ὁ ἄνθρωπος τῆς εἱμαρμέ‐299
15νης, ὁ τυπῶν αὐτὴν διὰ τῆς αἱρέσεως αὐτοῦ· δέον πρόνοιαν λέγειν αἰτίαν τῆς ἐκβάσεως τῶν πραγμάτων· προνοίας γὰρ τοῦτο μᾶλλον ἔργον ἢ εἱμαρμένης. τῆς γὰρ προνοίας ἴδιον
τὸ ἑκάστῳ νέμειν κατὰ τὸ συμφέρον ἑκάστῳ· καὶ διὰ τοῦτο τῶν αἱρεθέντων ἡ ἔκβασις κατὰ τὸ συμφέρον ποτὲ300
20μὲν ἔσται, ποτὲ δὲ οὐκ ἔσται. ἡ δὲ εἱμαρμένη, εἱρμός τις οὖσα αἰτιῶν ἀπαράβατος (οὕτω γὰρ αὐτὴν οἱ Στωϊκοὶ ὁρίζονται, τουτέστι τάξιν καὶ ἐπισύνδεσιν ἀπαράβατον), οὐ κατὰ τὸ συμφέρον ἀλλὰ κατὰ τὴν οἰκείαν κίνησιν καὶ ἀνάγκην ἐπάγει τὰ τέλη. τί δ’ ἂν εἴποιεν ἐπὶ τῶν παν‐
25τελῶς ἠλιθίων καὶ μωρῶν καὶ διὰ τοῦτο ἀπροαιρέτων;
πότερον καθ’ εἱμαρμένην αὐτοῖς τὸ τοιούτοις εἶναι πρόσεστιν ἢ οὔ. εἰ γὰρ μὴ καθ’ εἱμαρμένην ἔξω πεσοῦνται τῆς εἱμαρ‐ μένης· εἰ δὲ καθ’ εἱμαρμένην ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ μηδὲ τὴν προαίρεσιν ἐφ’ ἡμῖν εἶναι. εἰ γὰρ τὸ ἀπροαίρε‐301
30τον ὑπὸ τὴν εἱμαρμένην, ἐξ ἀνάγκης καὶ τὸ προαιρετόν· καὶ οὕτως ἀναδραμοῦνται πρὸς τοὺς πρώτους, τοὺς λέγον‐ τας πάντα καθ’ εἱμαρμένην εἶναι.
περιττὴ δὲ καὶ ἡ μάχη τοῦ λογισμοῦ καὶ τῆς ἐπιθυμίας ἐπὶ τοῦ ἐγκρατοῦς καὶ
35ἀκρατοῦς. εἰ γὰρ ἐξ ἀνάγκης ὥρισται τὸν μὲν πρᾶξαι τὸν δὲ μὴ πρᾶξαι, τίς ἡ χρεία τῆς ἐν αὐτῷ στάσεως καὶ φιλονεικίας; —ἀλλὰ καὶ τοῦτο συγκαθείμαρται, μὴ μόνον
πρᾶξαι, ἀλλὰ καὶ τοιῶσδε πρᾶξαι. —τί δ’ ἄλλό φησιν ὁ τοῦτο λέγων ἢ ὅτι καὶ ἡ προαίρεσις τῶν πεπρωμένων ἐστίν; ἡ302
40γὰρ προαίρεσίς ἐστιν ἡ μαχομένη τῇ ἐπιθυμίᾳ καὶ νικῶσα μὲν ἐπὶ τῶν ἐγκρατῶν, ἡττωμένη δὲ ἐπὶ τῶν ἀκρατῶν. οὐκοῦν ἀνῄρηται τὰ τῆς ἐξ ἀρχῆς αὐτοῖς ὑποθέσεως· οὐκ‐ έτι γὰρ ἡ προαίρεσις ἐφ’ ἡμῖν.

37

(1t)

περὶ τοῦ πῶς λέγει Πλάτων
2tτὴν εἱμαρμένην
3 Πλάτων δὲ διχῶς λέγει τὴν εἱμαρμένην, τὴν μὲν κατ’ οὐσίαν, τὴν δὲ κατ’ ἐνέργειαν· κατ’ οὐσίαν μὲν τὴν τοῦ
5παντὸς ψυχήν, κατ’ ἐνέργειαν δὲ θεῖον νόμον ἀπαράβα‐ τον δι’ αἰτίαν ἀναπόδραστον, καλεῖ δὲ τοῦτον θεσμὸν
Ἀδραστείας· τοῦτον δὲ τὸν νόμον δεδόσθαι παρὰ τοῦ πρώ‐ του καὶ ἀνωτάτου θεοῦ τῇ τοῦ παντὸς ψυχῇ εἰς δια‐ κόσμησιν τῶν ὅλων, καθ’ ὃν διεξάγεται τὰ γινόμενα· ταύ‐303
10την δὲ τὴν κατ’ ἐνέργειαν εἱμαρμένην καὶ κατὰ πρόνοιαν λέγει. ἀπὸ γὰρ τῆς προνοίας ἐμπεριέχεσθαι τὴν εἱμαρμέ‐ νην, πᾶν γὰρ τὸ καθ’ εἱμαρμένην καὶ κατὰ πρόνοιαν γί‐ νεσθαι· οὐ μὴν πᾶν τὸ κατὰ πρόνοιαν καὶ καθ’ εἱμαρμένην εἶναι. αὐτὸς δὲ ὁ θεῖος νόμος, ὅν φησιν εἶναι πρόνοιαν
15ὁμοῦ καὶ εἱμαρμένην, πάντα ἐν ἑαυτῷ περιέχει, τὰ μὲν καθ’ ὑπόθεσιν, τὰ δὲ ἐξ ὑποθέσεως. τὰς μὲν γὰρ προη‐ γουμένας αἰτίας ὥσπερ τινὰς ἀρχὰς καθ’ ὑπόθεσιν περίεχει, ἅπερ ἐστὶν ἐφ’ ἡμῖν, συγκαταθέσεις καὶ κρίσεις
καὶ ὁρμαί· τὰ δὲ ἐξ ἀνάγκης ταύταις ἑπόμενα ἐξ ὑποθέ‐304
20σεως. καὶ ἔστιν ἡ μὲν ἐφ’ ἡμῖν αἵρεσις τῶν πρακτῶν καθ’ ὑπόθεσιν. ὑποκειμένων δὲ τῶν ἐφ’ ἡμῖν, ἐξ αὐτῶν τούτων, ὥσπερ ἐξ ὑποθέσεως, ἀκολουθεῖν τὰ τῆς εἱμαρμένης. οἷον ἐφ’ ἡμῖν κεῖται τὸ πλεῦσαι· τοῦτο καθ’ ὑπόθεσίν ἐστιν· ὑποκειμένου τοίνυν τοῦ πλεῖν ἡμᾶς, ἐπακολουθεῖ τὰ ἐκ ταύ‐
25της τῆς ὑποθέσεως, τὸ ναυαγῆσαι ἢ μή. διὸ ἐξ ὑπο‐ θέσεως καλεῖ τὰ παρακολουθοῦντα καὶ ἑπόμενα ταῖς ἐφ’ ἡμῖν ὑποθέσεσιν, τουτέστιν ἀρχαῖς καὶ πράξεσιν· ὡς εἶναι τὰ μὲν ἡγούμενα καὶ ἐφ’ ἡμῖν καθ’ ὑπόθεσιν· τὰ δὲ ἑπόμενα ἐξ ὑποθέσεως καὶ οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐξ ἀνάγ‐
30κης· μὴ γὰρ ἐξ ἀϊδίου ὡρίσθαι τὸ καθ’ εἱμαρμένην, ἀλλ’
ἐπισυμβαίνειν, προηγησαμένοις τοῖς ἐφ’ ἡμῖν. τούτῳ δὲ συμφωνεῖ καὶ τὸ αἰτία ἑλομένου, θεὸς ἀναίτιος, καὶ τὸ ἀδέσποτον εἶναι τὴν ἀρετήν, καὶ τὸ εἶναι μαντείας. συν‐ τείναι δὲ αὐτῷ πᾶς ὁ λόγος εἰς τὸ τὰς προαιρέσεις καί τινας305
35τῶν κατὰ προαίρεσιν πράξεων ἐφ’ ἡμῖν εἶναι, τὰ δὲ ἐπακο‐ λουθοῦντα ταύταις καὶ τὰ τέλη ἐπὶ τῇ εἱμαρμένῃ ἐξ ἀνάγ‐ κης. τοῦτο δὲ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη μὴ καλῶς ἔχειν. καθ’ ὃ μὲν οὖν καλεῖ θεοῦ διάταξιν καὶ βούλησιν τὴν εἱμαρ‐ μένην καὶ καθ’ ὃ τὴν εἱμαρμένην ὑπάγει τῇ προνοίᾳ, μι‐
40κρόν τι διαλλάττει πρὸς τὰ θεῖα λόγια τὰ λέγοντα πρό‐ νοιαν μόνην διοικεῖν τὰ πάντα· κατὰ πολὺ δὲ διαφέρεται φάσκων ἐξ ἀνάγκης τοῖς ἐφ’ ἡμῖν ἕπεσθαι τὰ τέλη. ἡμεῖς γὰρ οὐ κατ’ ἀνάγκην ἐπάγεσθαι τὰ τῆς προνοίας φαμὲν ἀλλ’ ἐνδεχομένως. εἰ γὰρ κατ’ ἀνάγκην, πρῶτον μὲν τὸ
45πολὺ τῆς εὐχῆς μέρος περικέκοπται· περὶ μόνων γὰρ τῶν
ἀρχῶν τῶν πράξεων τὰ τῆς εὐχῆς ἔσται κατ’ αὐτόν, ὥστε τὰ κρείττω ἑλέσθαι· μετὰ δὲ τὸ προελέσθαι μάταια λοι‐ πὸν τὰ τῆς εὐχῆς, τῶν ἑπομένων πάντως ἐξ ἀνάγκης ἐπα‐ γομένων. ἡμεῖς δὲ καὶ ἐπὶ τούτοις δύνασθαι τὴν306

37

(50)

εὐχὴν διοριζόμεθα. ἐπὶ τῇ προνοίᾳ γὰρ εἶναι τὸ ναυαγῆ‐ σαι τὸν πλέοντα καὶ μή, οὐκ ἐξ ἀνάγκης μέντοι τὸ ἕτερον αὐτῶν, ἀλλ’ ἐνδεχομένως. οὐ γὰρ ὑπ’ ἀνάγκην ὁ θεός, οὐδὲ τὴν βούλησιν αὐτοῦ δουλεύειν ἀνάγκῃ θεμιτὸν εἰπεῖν· καὶ γὰρ τῆς ἀνάγκης δημιουργός ἐστιν. ἀνάγκην μὲν γὰρ
55ἐπέθηκεν τοῖς ἄστροις ὥστε ἀεὶ κατὰ τὰ αὐτὰ κινεῖσθαι, καὶ τὴν θάλασσαν περιώρισεν, καὶ τοῖς καθόλου καὶ γενικοῖς ὅρον ἀναγκαῖον ἔθηκεν, ὃν εἰ βούλονται καλεῖν εἱμαρμένην διὰ τὸ πάντῃ καὶ πάντως οὕτω γίνεσθαι κατ’ ἀνάγκην,
ὡς πάντα τὰ κατὰ διαδοχὴν ἐν γενέσει φθείρεσθαι, λό‐307
60γος οὐδείς· περὶ γὰρ ὀνομάτων οὐκ ἀμφισβητοῦμεν πρὸς αὐτούς· αὐτὸς δὲ πάσης ἀνάγκης οὐ μόνον ἐκτὸς καθέστη‐ κεν ἀλλὰ καὶ κύριος καὶ ποιητής ἐστιν. ἐξουσία γὰρ ὢν καὶ φύσις ἐξουσιαστική, οὐδὲν οὔτε φύσεως ἀνάγκῃ οὔτε θεσμῷ νόμου ποιεῖ, πάντα δέ ἐστιν αὐτῷ ἐνδεχόμενα καὶ
65τὰ ἀναγκαῖα. καὶ ἵνα τοῦτο δειχθῇ ἔστησέ ποτε τὸν δρόμον ἡλίου καὶ σελήνης, τῶν ἀνάγκῃ φερομένων καὶ ἀεὶ ὡσαύτως ἐχόντων, ἵνα δείξῃ μηδὲν αὐτῷ κατ’ ἀνάγκην γίνεσθαι ἀλλὰ πάντα κατ’ ἐξουσίαν ἐνδεχομένως. ἅπαξ δὲ τοιαύτην ἡμέραν ἐποίησεν, ὡς ἐπεσημήνατο καὶ ἡ γραφή,
70ἵνα μόνον ἐνδείξηται καὶ μὴ διαλύσῃ τὸν θεσμὸν τὸν ἐξ ἀρχῆς αὐτῷ τεθέντα τῆς ἀναγκαίας τῶν ἄστρων φορᾶς. οὕτω καί τινας τῶν ἀνθρώπων ἐν τῇ ζωῇ διαφυλάττει, ὡς τὸν Ἠλίαν καὶ τὸν Ἑνώχ, θνητοὺς ὄντας καὶ ὑποκειμένους φθορᾷ, ἵνα διὰ πάντων τούτων τὴν ἐξουσίαν αὐτοῦ καὶ308
75τὴν ἀκατανάγκαστον βούλησιν κατανοήσωμεν.
οἱ δὲ Στωϊκοί φασιν ἀποκαθισταμένους τοὺς πλανήτας εἰς τὸ αὐτὸ ση‐ μεῖον κατά τε μῆκος καὶ πλάτος ἔνθα τὴν ἀρχὴν ἕκαστος ἦν ὅτε τὸ πρῶτον ὁ κόσμος συνέστη, ἐν ῥηταῖς χρόνων
80περιόδοις ἐκπύρωσιν καὶ φθορὰν τῶν ὄντων ἀπεργάζεσθαι,
καὶ πάλιν ἐξ ὑπαρχῆς εἰς τὸ αὐτὸ τὸν κόσμον ἀποκαθί‐ στασθαι, καὶ τῶν ἀστέρων ὁμοίως πάλιν φερομένων ἕκα‐ στα τῶν ἐν τῇ προτέρᾳ περιόδῳ γενομένων ἀπαραλλάκτως ἀποτελεῖσθαι. ἔσεσθαι γὰρ πάλιν Σωκράτην καὶ Πλά‐309
85τωνα καὶ ἕκαστον τῶν ἀνθρώπων σὺν τοῖς αὐτοῖς καὶ φίλοις καὶ πολίταις, καὶ τὰ αὐτὰ πείσεσθαι, καὶ τοῖς αὐτοῖς συν‐ τεύξεσθαι καὶ τὰ αὐτὰ μεταχειριεῖσθαι, καὶ πᾶσαν πόλιν καὶ κώμην καὶ ἀγρὸν ὁμοίως ἀποκαθίστασθαι· γίνεσθαι δὲ τὴν ἀποκατάστασιν τοῦ παντὸς οὐχ ἅπαξ ἀλλὰ πολλάκις·
90μᾶλλον δὲ εἰς ἄπειρον, καὶ ἀτελευτήτως τὰ αὐτὰ ἀποκα‐ θίστασθαι· τοὺς δὲ θεοὺς τοὺς μὴ ὑποκειμένους τῇ φθορᾷ ταύτῃ, παρακολουθήσαντας μιᾷ περιόδῳ γινώσκειν ἐκ ταύ‐
της πάντα τὰ μέλλοντα ἔσεσθαι ἐν ταῖς ἑξῆς περιόδοις· οὐδὲν γὰρ ξένον ἔσεσθαι παρὰ τὰ γενόμενα πρότερον, ἀλλὰ310
95πάντα ὡσαύτως ἀπαραλλάκτως ἄχρι καὶ τῶν ἐλαχίστων. καὶ διὰ ταύτην τὴν ἀποκατάστασιν φασί τινες τοὺς Χρι‐ στιανοὺς τὴν ἀνάστασιν φαντάζεσθαι, πολὺ πλανηθέντες. εἰς ἅπαξ γὰρ τὰ τῆς ἀναστάσεως, καὶ οὐ κατὰ περίοδον ἔσεσθαι τὰ τοῦ Χριστοῦ δοξάζει λόγια.
99

38

(1t)

περὶ τοῦ ἐφ’ ἡμῖν ὅ
2tἐστι περὶ τοῦ αὐτεξουσίου
3 Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος, τουτέστι τοῦ ἐφ’ ἡμῖν, πρώτην μὲν ἔχει ζήτησιν εἰ ἔστι τι ἐφ’ ἡμῖν· πολλοὶ γὰρ
5οἱ πρὸς τοῦτο ἀντιβαίνοντες· δευτέραν δὲ τίνα ἐστὶ τὰ ἐφ’ ἡμῖν, καὶ τίνων ἐξουσίαν ἔχομεν· τρίτην τὴν αἰτίαν ἐξετάσαι δι’ ἣν ὁ ποιήσας ἡμᾶς Θεὸς αὐτεξουσίους ἐποίησεν. ἀναλαβόντες οὖν περὶ τοῦ πρώτου πρῶτον εἴπωμεν, ἀπο‐ δεικνύντες ὅτι ἔστι τι ἐφ’ ἡμῖν ἐκ τῶν καὶ παρ’ ἐκείνοις311
10ὁμολογουμένων.
τῶν γινομένων πάντων ἢ θεόν φασιν αἴτιον εἶναι ἢ ἀνάγκην ἢ εἱμαρμένην ἢ φύσιν ἢ τύχην ἢ τὸ αὐτόματον. ἀλλὰ τοῦ μὲν θεοῦ ἔργον οὐσία καὶ πρόνοια· τῆς δὲ ἀνάγκης τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἡ κίνησις· τῆς
15δὲ εἱμαρμένης τὸ ἐξ ἀνάγκης τὰ δι’ αὐτῆς ἐπιτελεῖσθαι (καὶ γὰρ αὐτὴ τῆς ἀνάγκης ἐστί)· τῆς δὲ φύσεως γένεσις,
αὔξησις, φθορά, φυτὰ καὶ ζῷα· τῆς δὲ τύχης τὰ σπάνια καὶ ἀπροσδόκητα (ὁρίζονται γὰρ τὴν τύχην σύμπτωσιν καὶ συνδρομὴν δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων312
20ἄλλο τι παρ’ ὃ πέφυκεν ἀποτελούντων, ὡς τάφρον ὀρύσσοντα θησαυρὸν εὑρεῖν. οὔτε γὰρ ὁ θεὶς οὕτω τέθει‐ κεν ὡς τοῦτον εὑρεῖν, οὔτε ὁ εὑρὼν οὕτως ὤρυξεν ὡς εὑρεῖν θησαυρόν· ἀλλ’ ὁ μὲν ἵν’ ὅταν θέλῃ ἀνέληται, ὁ δὲ ἵνα τάφρον ὀρύξῃ, συνέπεσεν δὲ ἄλλο τι παρ’ ὃ
25προῄρηντο ἀμφότεροι)· τοῦ δὲ αὐτομάτου τὰ τῶν ἀψύχων ἢ ἀλόγων συμπτώματα, ἄνευ φύσεως καὶ τέχνης. τίνι
τοίνυν τούτων ὑπάγαγωμεν τὰ διὰ τῶν ἀνθρώπων, εἴπερ ὁ ἄνθρωπος οὐκ ἔστιν αἴτιος καὶ ἀρχὴ πράξεων; ἀλλ’ οὔτε θεῷ θεμιτὸν ἐπιγράφειν αἰσχρὰς ἔσθ’ ὅτε πράξεις313
30καὶ ἀδίκους· οὔτε ἀνάγκῃ (οὐ γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόν‐ των εἰσίν)· οὔτε εἱμαρμένῃ (οὐ γὰρ τῶν ἐνδεχομένων ἀλλὰ τῶν ἀναγκαίων τὰ τῆς εἱμαρμένης)· οὔτε φύσει (φύσεως γὰρ ἔργα ζῷα καὶ φυτά)· οὔτε τύχῃ (οὐ γὰρ σπάνιοι καὶ ἀπροσδόκητοι τῶν ἀνθρώπων αἱ πράξεις)· οὔτε τῷ αὐτομάτῳ
35(ἀψύχων γάρ ἐστιν ἢ ἀλόγων συμπτώματα). λείπεται δὴ αὐτὸν τὸν πράττοντα καὶ ποιοῦντα ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων ἔργων καὶ αὐτεξούσιον.
ἔτι εἰ μηδεμιᾶς ἐστιν ἀρχὴ πράξεως ὁ ἄνθρωπος, περιττῶς ἔχει τὸ βου‐
40λεύεσθαι. εἰς τί γὰρ χρήσεται τῇ βουλῇ, μηδεμιᾶς ὢν κύριος πράξεως; τὸ δὲ κάλλιστον καὶ τιμιώτατον ἐν ἀνθρώπῳ περιττὸν ἀποφαίνειν τῶν ἀτοπωτάτων ἂν εἴη. εἰ τοίνυν βουλεύεται, πράξεως ἕνεκα βουλεύεται· πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν.
45ἔτι ὧν αἱ
ἐνέργειαι ἐφ’ ἡμῖν, τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν, ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν δὲ αἱ κατὰ τὰς ἀρετὰς ἐνέρ‐ γειαι· ἐφ’ ἡμῖν ἄρα καὶ αἱ ἀρεταί. ὅτι δὲ ἐφ’ ἡμῖν αἱ κατ’ ἀρετὴν ἐνέργειαι δηλοῖ καὶ τὸ καλῶς ὑπὸ Ἀριστοτέ‐314

38

(50)

λους λεχθὲν ἐπὶ τῶν ἠθικῶν ἀρετῶν· ἃ γὰρ ποιοῦντες μαν‐ θάνομεν, ταῦτα μαθόντες ποιοῦμεν· κρατεῖν γὰρ ἡδονῶν μανθάνοντες σώφρονες γινόμεθα· καὶ γενόμενοι σώφρονες κρατοῦμεν ἡδονῶν.
ἔστιν δὲ καὶ οὕτως εἰπεῖν. τὸ μελετᾶν
55καὶ γυμνάζεσθαι παρὰ πᾶσιν ὁμολογεῖται ἐφ’ ἡμῖν εἶναι· αἱ δὲ μελέται τῶν ἕξεών εἰσι κύριαι (τὸ γὰρ ἔθος φύσις ἐπίκτητος)· εἰ δὲ κυρία τῆς ἕξεώς ἐστιν ἡ μελέτη, ἐφ’ ἡμῖν δὲ ἡ μελέτη, ἐφ’ ἡμῖν καὶ ἡ ἕξις· ὧν δὲ ἐφ’ ἡμῖν αἱ ἕξεις, τούτων ἐφ’ ἡμῖν καὶ αἱ πράξεις αἱ κατὰ τὰς ἕξεις, ταῖς
60γὰρ ἕξεσιν αἱ πράξεις πρόσφοροι. ὁ ἄρα δικαίαν ἕξιν ἔχων δίκαια πράξει· καὶ ὁ ἄδικον ἄδικα· ἐφ’ ἡμῖν ἄρα τὸ δικαίους εἶναι ἢ ἀδίκους.
ὅτι δὲ ἐφ’ ἡμῖν ἐστί τινα δη‐
λοῦσιν αἱ προτροπαὶ καὶ αἱ παραινέσεις· οὐδεὶς γὰρ ἀνθρώ‐315
65πων προτρέπει μὴ πεινῆν μηδὲ διψῆν, οὐδὲ μὴ ἵπτασθαι· οὐ γὰρ ἐφ’ ἡμῖν ταῦτα. δῆλον οὖν ὅτι ἐφ’ οἷς αἱ προ‐ τροπαί, ταῦτα ἐφ’ ἡμῖν.
ἔτι εἰ μηδὲν ἐφ’ ἡμῖν περιττοὶ οἱ νόμοι· φυσικῶς δὲ πᾶν ἔθνος νόμοις χρῆταί τι‐
70σιν, ἐπιστάμενον ὡς ἐξουσίαν ἔχει πράττειν ἃ νομοθετεῖ· καὶ τὰ πλεῖστα τῶν ἐθνῶν θεοὺς ἐπιγράφεται νομοθέτας, ὡς Κρῆτες μὲν τὸν Δία, Λακεδαιμόνιοι δὲ Ἀπόλλωνα. φυσικῶς ἄρα πᾶσιν ἀνθρώποις ἡ γνῶσις τοῦ ἐφ’ ἡμῖν συγ‐ κατέσπαρται.
75
τὰ αὐτὰ δὲ τούτοις ῥητέον ἐπὶ τῶν ψόγων καὶ τῶν ἐπαίνων καὶ πάντων τῶν ἀναιρούντων τὸ καθ’
εἱμαρμένην πάντα γίνεσθαι.316

39

(1t)

περὶ τοῦ ὅτι ἐστὶν ἐφ’
2tἡμῖν τινά.
3 Ὅτι μέν ἐστιν ἐφ’ ἡμῖν τινα, καὶ ὅτι κύριοι πράξεών τινών ἐσμεν, αὐτάρκως ἀποδέδεικται. λοιπὸν δὲ εἴπωμεν
5τίνα ἐστὶ τὰ ἐφ’ ἡμῖν. λέγομεν τοίνυν γενικῶς πάντα τὰ δι’ ἡμῶν ἑκουσίως πραττόμενα ἐφ’ ἡμῖν εἶναι. οὐ γὰρ ἂν ἑκουσίως ἐλέγετο πράττεσθαι, τῆς πράξεως οὐκ οὔσης ἐφ’ ἡμῖν· καὶ ἁπλῶς οἷς ἕπεται ψόγος ἢ ἔπαινος καὶ ἐφ’ οἷς ἐστι προτροπὴ καὶ νόμος· καὶ τοῦτο γὰρ ἐν τοῖς ἔμπροσθεν
10ἐδείχθη. κυρίως δὲ ἐφ’ ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα. ὡς γὰρ ἐφ’ ἡμῖν ὄντος τοῦ πρᾶξαι
τὸ προκείμενον καὶ μὴ πρᾶξαι βουλευόμεθα. ἐδείχθη δὲ ἐν τοῖς προλαβοῦσιν ἡ βουλὴ τῶν ἐπίσης ἐνδεχομένων οὖσα. ἐπίσης δέ ἐστιν ἐνδεχόμενον ὃ αὐτό τε δυνάμεθα καὶ τὸ317
15ἀντικείμενον αὐτῷ. ποιεῖται δὲ τούτου τὴν αἵρεσιν ὁ νοῦς ὁ ἡμέτερος, καὶ οὗτός ἐστιν ἀρχὴ πράξεων· καὶ ταῦτά ἐστι τὰ ἐφ’ ἡμῖν, τὰ ἐπίσης ἐνδεχόμενα, οἷον τὸ κινεῖσθαι καὶ μὴ κινεῖσθαι, ὁρμᾶν καὶ μὴ ὁρμᾶν, μὴ ὀρέγεσθαι τῶν μὴ ἀναγ‐ καίων καὶ ὀρέγεσθαι, ψεύδεσθαι καὶ μὴ ψεύδεσθαι,
20διδόναι καὶ μὴ διδόναι, χαίρειν οἷς δεῖ καὶ μὴ χαίρειν, καὶ ὅσα τοιαῦτα, ἐν οἷς ἐστι τὰ τῆς κακίας καὶ τὰ τῆς ἀρετῆς ἔργα· τούτων γάρ ἐσμεν αὐτεξούσιοι.
τῶν ἐπί‐ σης δὲ ἐνδεχομένων εἰσὶ καὶ αἱ τέχναι. πᾶσα γὰρ τέχνη περὶ
25γένεσίν ἐστι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι, καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλ’ οὐκ ἐν τῷ ποιουμένῳ. οὐδὲν γὰρ οὔτε τῶν ἀϊδίων καὶ ἐξ ἀνάγκης ὄντων οὔτε τῶν ἐξ ἀνάγκης γινομένων κατὰ τέχνην γίνεσθαι λέγεται· ἀλλ’ οὔτε τῶν γινομένων ἐν τοῖς ἐνδεχομένοις καὶ ἄλλως ἔχειν,
30ἐν αὐτοῖς δὲ ἐχόντων τὸ ποιητικὸν αἴτιον, ὡς ἐπὶ τῶν ζῴων καὶ φυτῶν κατὰ τέχνην τι λέγεται γίνεσθαι. φύσει γὰρ καὶ οὐ τέχνῃ. εἰ δὲ τῶν κατὰ τέχνην γινομένων ἔξωθέν ἐστι τὸ ποιοῦν αἴτιον, τίς ἄρα αἴτιος τῶν κατὰ τέχνην γι‐ νομένων ἢ ὁ ποιῶν τεχνίτης; ἐν γὰρ τῷ τεχνίτῃ τὸ ποιεῖν.318
35οὗτος ἄρα ἀρχὴ καὶ αἴτιος πράξεών ἐστιν. ἐφ’ ἡμῖν ἄρα καὶ αἱ κατὰ τέχνην ἐνέργειαι καὶ ἀρεταὶ καὶ πᾶσαι πράξεις ψυχικαί τε καὶ λογικαί.
ἐδείχθη δὲ ἐν τοῖς ἔμπροσθεν ποῖαί εἰσιν ἐνέργειαι ψυχικαί. οἱ δὲ πολλοὶ, νομίζοντες
40λέγεσθαι τὸ αὐτεξούσιον ἐπὶ πάσης πράξεώς τε καὶ κτή‐ σεως καὶ τύχης, ἀποδοκιμάζουσιν εἰκότως τὸν λόγον· οἱ δὲ δριμύτεροι καὶ τὸ τῆς γραφῆς εἰς ἔλεγχον φέροντες τὸ οὐκ ἐπ’ ἀνθρώπῳ αἱ ὁδοὶ αὐτοῦ, ὦ βέλτιστοί φασι πῶς αὐτεξούσιος ὁ ἄνθρωπος, ὁπότε οὐκ ἐπ’ αὐτῷ ἡ ὁδὸς αὐτοῦ,
45καὶ μάταιοι οἱ διαλογισμοὶ τῶν ἀνθρώπων, ὡς μὴ δυνα‐ μένων ἡμῶν εἰς ἔργον ἄγειν ἃ διανοούμεθα, καὶ τοιαῦτα πολλά φασιν, ἀγνοοῦντες ὅπως λέγεται τὸ αὐτεξούσιον.
οὐ γὰρ τοῦ πλουτεῖν ἢ πένεσθαι ἢ διὰ παντὸς ὑγιαίνειν, ἢ ῥωμαλέους εἶναι κατὰ φύσιν, ἢ τοῦ ἄρχειν, ἢ ὅλως τῶν ὀρ‐319

39

(50)

γανικῶν ἢ τυχηρῶν λεγομένων ἀγαθῶν, ἢ τῶν κατὰ πρό‐ νοιαν τὸ τέλος λαμβανόντων, ἐξουσίαν ἔχομεν· ἀλλὰ τῶν κατ’ ἀρετὴν καὶ κακίαν πράξεων καὶ προαιρέσεων καὶ κινήσεων καὶ ὧν ἐξίσης καὶ τὰ ἀντικείμενα πρᾶξαι δυνάμεθα, ἐπειδὴ πάσης πράξεως προαίρεσις ἡγεῖται, καὶ οὐ μόνον ἡ πρᾶξις ἀλλὰ
55καὶ ἡ προαίρεσις ὑπόδικός ἐστι. καὶ τοῦτο δηλοῖ τὸ ἐν τῷ εὐαγγελίῳ· ὁ ἐμβλέψας γυναῖκα τοῦ ἐπιθυμῆσαι αὐτὴν ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ ὁ Ἰὼβ ὑπὲρ τῶν κατὰ διάνοιαν τῶν τέκνων αὐτοῦ πλημμελημάτων ἔθυεν τῷ θεῷ. ἀρχὴ γὰρ ἁμαρτίας καὶ δικαιοπραγίας ἡ προαί‐
60ρεσις. τὸ γὰρ ἔργον ποτὲ μὲν συγχωρεῖται παρὰ τῆς προνοίας, ποτὲ δὲ κωλύεται· ὄντος γὰρ καὶ τοῦ ἐφ’ ἡμῖν,
οὔσης δὲ καὶ τῆς προνοίας, ἀνάγκη κατ’ ἄμφω τὰ γινόμενα γίνεσθαι· εἰ γὰρ κατὰ τὸ ἕτερον μόνον ἐγίνετο, οὐκ ἢν ἂν τὸ ἕτερον. μικτῶν δὲ ὄντων τῶν γινομένων, ποτὲ μὲν κατὰ320
65τὸ ἐφ’ ἡμῖν ἀποβήσεται, ποτὲ δὲ κατὰ τὸν τῆς προνοίας λόγον, ποτὲ δὲ κατ’ ἀμφότερα.
τῆς δὲ προνοίας πῇ μὲν κοινῆς οὔσης, πῇ δὲ ἰδιαζούσης, ἀνάγκη τοῖς καθόλου τὰ κατὰ μέρος ὁμοπαθεῖν· τοῦ γὰρ περιέχοντος ξηροῦ ὄντος
70ξηραίνεται τὰ σώματα, εἰ καὶ μὴ πάντα ὁμοίως, καὶ μη‐ τρὸς δὲ οὐκ εὖ δεδιῃτημένης καὶ τρυφώσης ἀκολούθως τὰ τικτόμενα καὶ τοῖς σώμασι δύσκρατα καὶ ταῖς ὁρμαῖς πα‐ ράφορα γεννᾶται. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι συμ‐
βαίνει καὶ κράσει σώματος οὐκ εὐτυχίᾳ περιπεσεῖν, ἢ τῷ321
75κοινῷ τοῦ περιέχοντος, ἢ ἐξ ἑκουσίου διαίτης τῶν γεννησάν‐ των ἢ καὶ αὐτῶν ἐκείνων ἀπὸ τρυφῆς διεφθαρμένων· ὥστε καὶ
τὰς κράσεις ἐξ ἑκουσίας ἀρχῆς ἔσθ’ ὅτε φαύλας κατασκευά‐ ζεσθαι, καὶ μὴ τὴν πρόνοιαν πάντως αἰτίαν εἶναι τῶν τοιού‐ των. ὅταν οὖν ψυχὴ κράσει σώματος ἐνδοῦσα ἐπιθυμίαις322
80ἢ θυμοῖς ἑαυτὴν ἐκδῷ ἢ καὶ ἀπὸ τῶν τυχηρῶν καταπιεσθῇ ἢ χαυνωθῇ, οἷον πενίας ἢ πλούτου, ἑκούσιον κακὸν ὑφίστα‐ ται. ἡ γὰρ μὴ ἐνδοῦσα κατορθοῖ καὶ νικᾷ τὸ δύσκρατον, ὡς ἀλλοιῶσαι μᾶλλον ἢ ἀλλοιωθῆναι· καὶ καθίστησι τὰς ψυχικὰς διαθέσεις εἰς εὐεξίαν ἀγωγῇ χρηστῇ καὶ διαίτῃ
85προσφόρῳ. δῆλον οὖν ἐκ τῶν κατορθούντων ὡς οἱ μὴ κατορθώσαντες ἑκουσίως ἁμαρτάνουσιν. ἐφ’ ἡμῖν γὰρ ἢ συνδραμεῖν ταῖς δυσκρασίαις ἢ ἀντιβῆναι καὶ κρατῆσαι. οἱ δὲ πολλοὶ τὴν δυσκρασίαν ὡς αἰτίαν τῶν παθῶν προβαλλό‐ μενοι ἀνάγκῃ καὶ οὐ προαιρέσει τὴν κακίαν ἐπιγράφουσιν·
90καὶ διὰ τοῦτο φασὶ μηδὲ τὰς ἀρετὰς ἐφ’ ἡμῖν εἶναι, ἀτό‐
πως λέγοντες.323

40

(1t)

διὰ ποίαν αἰτίαν αὐτεξού‐
2tσιοι γεγόναμεν.
3 Ὑπόλοιπόν ἐστιν εἰπεῖν διὰ ποίαν αἰτίαν αὐτεξούσιοι γεγόναμεν. φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι
5τὸ αὐτεξούσιον καὶ τοῖς γενητοῖς συμπεφυκέναι μεταβολὴν καὶ τροπήν, μάλιστα τοῖς ἐξ ὑποκειμένης ὕλης γενομένοις. ἀρχὴ γὰρ γενέσεως τροπή. ἐξ ἀλλοιώσεως γὰρ τῆς ὑπο‐ κειμένης ὕλης ἡ γένεσις. κατανοήσειε δ’ ἄν τις τὸ λεγό‐ μενον ἀποβλέπων εἴς τε τὰ φυτὰ πάντα καὶ τὰ ζῷα, τά τε
10χερσαῖα καὶ πτηνὰ καὶ ἔνυδρα. συνεχὴς γὰρ ἡ τούτων με‐ ταβολή.
ὅτι δὲ καὶ τῷ λογικῷ συνεισέρχεται τὸ αὐτεξού‐ σιον ἐκ τῶν εἰρημένων περὶ τοῦ ἐφ’ ἡμῖν εἶναί τι τοῖς μὴ παρέργως ἀκηκοόσιν εὔδηλόν ἐστιν. οὐδὲν δὲ ἴσως ἄτο‐
324
15πον καὶ νῦν ὑπομνῆσαι τῶν αὐτῶν, τῆς ἀκολουθίας ἐπιζη‐ τούσης αὐτά. τοῦ λογικοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν· θεωρητικὸν μὲν τὸ κατανοοῦν ὡς ἔχει τὰ ὄντα· πρακτικὸν δὲ τὸ βουλευτικόν, τὸ ὁρίζον τοῖς πρακτοῖς τὸν ὀρθὸν λόγον. καὶ καλοῦσι τὸ μὲν θεωρητικὸν νοῦν·
20τὸ δὲ πρακτικὸν λόγον· καὶ τὸν μὲν σοφίαν, τὸν δὲ φρόνησιν. πᾶς δὲ ὁ βουλευόμενος, ὡς ἐπ’ αὐτῷ τῆς αἱρέ‐ σεως οὔσης τῶν πρακτῶν βουλεύεται, ἵνα τὸ προκριθὲν ἐκ τῆς βουλῆς ἕληται καὶ ἑλόμενος πράξῃ. πᾶσα τοίνυν ἀνάγκη τὸν ἔχοντα τὸ βουλεύεσθαι καὶ κύριον εἶναι πράξεων. εἰ
25γὰρ μὴ κύριος εἴη πράξεων, περιττῶς ἔχει τὸ βουλεύεσθαι· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης παρυφίσταται τῷ λογικῷ τὸ αὐτε‐
ξούσιον· ἢ γὰρ οὐκ ἔσται λογικόν, ἢ λογικὸν ὂν κύριον ἔσται πράξεων· κύριον δὲ ὂν πράξεων, πάντως αὐτεξούσιον ἔσται. ἐδείχθη δὲ καὶ τὰ ἐξ ὑποκειμένης ὕλης γενητὰ325
30τρεπτὰ ὄντα. ἐξ ἀμφοτέρων ἄρα συνάγεται τὸν ἄν‐ θρωπον ἐξ ἀνάγκης αὐτεξούσιον καὶ τρεπτὸν εἶναι· τρεπτὸν μὲν ἐπειδὴ γενητός, αὐτεξούσιον δὲ ἐπειδὴ καὶ λογικός. ὅσοι τοίνυν αἰτιῶνται τὸν θεὸν ὅτι τὸν ἄνθρωπον οὐκ ἐποίησεν κακίας ἀνεπίδεκτον ἀλλ’ αὐτεξούσιον λανθάνουσιν ἑαυτοὺς
35αἰτιώμενοι τὸν θεὸν ὅτι λογικὸν ἐποίησε τὸν ἄνθρωπον καὶ οὐκ ἄλογον· ἀνάγκη γὰρ τῶν δύο τὸ ἕτερον, ἢ ἄλογον γενέσθαι, ἢ λογικὸν ὄντα καὶ περὶ τὰ πρακτὰ στρεφόμενον αὐτεξούσιον εἶναι. ἐξ ἀνάγκης οὖν πᾶσα φύσις λογικὴ αὐτεξ‐
ούσιός ἐστι καὶ τρεπτὴ κατὰ τὴν ἑαυτῆς φύσιν. ἀλλ’ αἱ326
40μὲν ἐξ ὑποκειμένης ὕλης γενόμεναι κατὰ δύο τρόπους τὸ τρεπτὸν ἔχουσιν, κατά τε τὴν ὕλην καὶ κατ’ αὐτὸ τὸ γε‐ νέσθαι· ὅσαι δὲ οὐκ ἐξ ὑποκειμένης ὕλης ἐγένοντο καθ’ ἕνα μόνον τρόπον τὸν τῆς γενέσεώς εἰσι τρεπταί.
πάλιν δὲ
45τούτων τῶν ἀΰλων ὅσαι μὲν ἐν τοῖς περιγείοις εἰσί, τῇ κοι‐ νωνίᾳ τῇ πρὸς ἀνθρώπους περὶ τὰ πρακτὰ καταγι‐ νόμεναι, μᾶλλόν εἰσι τῶν ἄλλων τρεπταί· ὅσαι δὲ δι’ ἀκρό‐ τητα φύσεως τῷ θεῷ κατὰ σχέσιν πλησιάζουσι καὶ τῇ τούτου κατανοήσει τὸ μακάριον καρποῦνται, καὶ πρὸς ἑαυτὰς

40

(50)

καὶ τὸν θεὸν μόνον ἐστραμμέναι τῶν μὲν πρακτῶν καὶ τῆς ὕλης παντάπασιν ἑαυτὰς ἀπηλλοτρίωσαν, τῇ δὲ θεωρίᾳ καὶ τῷ θεῷ προσῳκείωσαν, μένουσιν ἄτρεπτοι· αὐτεξούσιοι μὲν οὖσαι διὰ τὸ λογικαὶ εἶναι, οὐ μὴν τρεπόμεναι διὰ
τὰς προειρημένας αἰτίας. καὶ θαῦμά γε οὐδέν· καὶ γὰρ327
55τῶν ἀνθρώπων ὅσοι θεωρητικοὶ γενόμενοι τῶν πρακτῶν ἑαυ‐ τοὺς ἐχώρισαν ἔμειναν ἄτρεπτοι.
οἶμαι συναποδεδεῖχθαι τοῖς εἰρημένοις ὅτι τὴν ἀρχὴν αἱ λογικαὶ πᾶσαι φύσεις ἄριστα δεδημιούργηνται, καὶ εἴπερ οὕτω διέμειναν ὡς ἐξ
60ἀρχῆς ἐκτίσθησαν πάσης ἂν κακίας ἐκτὸς ἦσαν· γίνεται δὲ αὐταῖς ἡ κακία κατὰ προαίρεσιν· οὕτω γοῦν αἱ μείνασαι κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τὸ μακάριον ἔχουσι. μόνοι δὲ ἄγγελοι τῶν ἀσωμάτων ἐτράπησαν, καὶ οὐδὲ αὐτοὶ πάντες ἀλλά τινες ἐξ αὐτῶν, ὅσοι ῥέψαντες πρὸς τὰ κάτω τῶν
65ἐπιγείων ἔφεσιν ἔσχον, τῆς πρὸς τὰ ἄνω καὶ τὸν θεὸν σχέ‐ σεως ἀποχωρήσαντες.
οὐκοῦν ἐκ τῶν δεδειγμένων δῆλόν ἐστιν ὡς ἕνεκα μὲν τοῦ φύσει τρεπτοὺς ἡμᾶς εἶναι τὰς δυνάμεις τὰς προαιρετικὰς τρεπτὰς ἔχομεν, οὐ μὴν διὰ τὸ
70ἔχειν τρεπτὰς δυνάμεις τοῦ κακοὺς ἡμᾶς εἶναι τὸν θεὸν
ἄν τις αἰτιάσαιτο. οὐ γὰρ ἐν ταῖς δυνάμεσίν εἰσιν αἱ κα‐ κίαι, ἀλλ’ ἐν ταῖς ἕξεσιν· αἱ δὲ ἕξεις κατὰ προαίρεσιν· κατὰ προαίρεσιν ἄρα κακοὶ γινόμεθα, καὶ οὐ κατὰ φύσιν ἐσμέν.328
75
μάθοι δ’ ἄν τις ἀκριβέστερον τὸ λεγόμενον οὕτως. ἐν τοῖς προλαβοῦσιν δύναμιν ἐλέγομεν εἶναι ἀφ’ ἧς ἕκαστον ὧν ποιοῦμεν ποιεῖν δυνάμεθα. πᾶσα δὲ προαιρετικὴ δύνα‐ μις ἡ αὐτὴ τῶν ἀντικειμένων ἐστίν· μία γὰρ καὶ ἡ αὐτὴ δύ‐ ναμις τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, καὶ μία καὶ ἡ αὐτὴ
80δύναμις τοῦ σωφρονεῖν καὶ ἀκολασταίνειν. οὐκέτι δὲ ἡ αὐτὴ ἕξις τῶν ἀντικειμένων, οἷον τοῦ ἀκολασταίνειν καὶ σωφρονεῖν ἢ τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, ἀλλὰ τῶν ἐναντίων αἱ ἐναν‐ τίαι· τὸ μὲν γὰρ σωφρονεῖν τῆς κατ’ ἀρετήν ἐστιν ἕξεως· τὸ δὲ ἀκολασταίνειν τῆς κακίας· οὐκ εἰσὶν ἄρα τῶν δυνά‐
85μεων αἱ κακίαι ἀλλὰ τῶν ἕξεων καὶ τῆς προαιρέσεως. οὐ γὰρ ἡ δύναμίς ἐστιν ἡ παρασκευάζουσα ἡμᾶς ἀκολασταίνειν ἢ
ψεύδεσθαι, ἀλλ’ ἡ προαίρεσις. ἐφ’ ἡμῖν γὰρ ἦν ἀληθεύειν καὶ μὴ ψεύδεσθαι. εἴπερ οὖν οὐκ ἔστιν ἡ κακία δύναμις ἀλλ’ ἕξις οὐχ ὁ τὴν δύναμιν δοὺς αἴτιος ἡμῖν τῶν κακῶν329
90ἀλλ’ ἡ ἕξις ἡ παρ’ ἡμῶν καὶ δι’ ἡμῶν καὶ δι’ ἡμᾶς προσγι‐ νομένη. ἐξῆν γὰρ τὴν ἐναντίαν ἕξιν ἐκ τῆς γυμνασίας κτή‐ σασθαι καὶ μὴ τὴν φαύλην. διαφέρει δὲ δύναμις ἕξεως τῷ πάσας μὲν τὰς δυνάμεις φυσικὰς εἶναι, τὰς δὲ ἕξεις ἐπεισάκτους· καὶ τῷ τὰς μὲν δυνάμεις ἀδιδάκτους εἶναι,
95τὰς δὲ ἕξεις ἐκ μαθήσεως καὶ ἔθους προσγίνεσθαι. εἰ τοί‐ νυν ἡ δύναμις φυσική τις καὶ ἀδίδακτος, ἡ δὲ ἕξις ἐπίκτη‐ τος καὶ διδακτή, οὐχ ἡ φύσις αἰτία τῶν κακῶν, ἀλλὰ τὸ κακῶς ἡμᾶς ἦχθαι, καὶ διὰ τοῦτο κακὴν ἕξιν κτήσασθαι. πᾶσα γὰρ ἕξις ἐπίκτητος ἐδείχθη.

40

(100)

ὅτι δὲ φύσει εἰσὶν αἱ δυνάμεις δῆλον ἐκ τοῦ πάντας τὰς αὐτὰς ἔχειν δυνάμεις
πλὴν τῶν πεπηρωμένων. ὅτι δὲ αἱ ἕξεις οὐ φυσικαὶ δῆλον ἐκ τοῦ μὴ πάντας τὰς αὐτὰς ἕξεις ἔχειν, ἄλλους δὲ ἄλλας. τὰ γὰρ φύσει τὰ αὐτὰ παρὰ πᾶσιν.330
104

41

(1t)

περὶ προνοίας
2 Ὅτι μὲν αὐτεξούσιός ἐστιν ὁ ἄνθρωπος καὶ τίνων ἐστὶν αὐτεξούσιος καὶ διὰ ποίαν αἰτίαν αὐτεξούσιος γέγονεν αὐτ‐ άρκως ἐν τοῖς προλαβοῦσιν εἴρηται. ἐπειδὴ δὲ οὐ πᾶς ὁ
5προθέμενος φονεῦσαι πάντως φονεύει, ἀλλὰ ποτὲ μὲν φο‐
νεύει ποτὲ δὲ οὔ, τῆς πράξεως παρεμποδισθείσης καὶ μὴ δραμούσης κατὰ σκοπόν, πρόνοιαν δὲ τούτων ἔφα‐ μεν αἰτίαν εἶναι καὶ οὐχ εἱμαρμένην, ἀκόλουθος τοῖς ἐφ’ ἡμῖν ἐστιν ὁ περὶ τῆς προνοίας λόγος.331
10
διαιρεῖται δὲ καὶ οὗτος εἰς τρία· πρῶτον μὲν εἰ ἔστιν πρόνοια, δεύτερον τί ἐστιν, τρίτον τίνων ἐστιν.
ἀλλ’ Ἰουδαῖος μὲν οὐδ’ ἂν μαι‐
νόμενος ἀγνοήσειεν πρόνοιαν, εἰδὼς μὲν τὰ κατ’ Αἴγυπτον332
15θαύματα, ἐπακούσας δὲ τῶν κατὰ τὴν ἔρημον, ἐν οἷς τη‐ λαυγεστέρα τῶν ὁρατῶν ἐφάνη τοῖς ἀνθρώποις ἡ πρόνοια, πολλὰ δὲ καὶ ἐν προφήταις καὶ ἐν Βαβυλῶνι κατανοήσας ἔργα τῆς προνοίας μηδεμίαν ἀμφιβολίαν ἐπιδεχόμενα. Χριστιανοὺς δὲ καὶ ταῦτα μὲν ἅπαντα διδάσκει πρόνοιαν
20εἶναι, μάλιστα δὲ τὸ θειότατον καὶ δι’ ὑπερβολὴν φιλαν‐ θρωπίας ἀπιστότατον ἔργον τῆς προνοίας, ἡ δι’ ἡμᾶς ἐνσω‐
μάτωσις τοῦ θεοῦ. ἐπειδὴ δὲ οὐ πρὸς τούτους μόνους ὁ λόγος ἀλλὰ καὶ πρὸς Ἕλληνας, φέρε καὶ δι’ ἄλλων οἷς ἐκεῖνοι πιστεύουσιν ἀποδείξωμεν πρόνοιαν οὖσαν.333
25
ὅτι τοίνυν ἐστὶ πρόνοια διὰ τῶν αὐτῶν ἄν τις ἐπιδείξειεν δι’ ὧν ὅτι καὶ θεός ἐστιν ἐδείξαμεν. ἡ γὰρ διαμονὴ τῶν ἁπάντων καὶ μάλιστα τῶν ἐν γενέσει καὶ φθορᾷ, καὶ ἡ θέσις καὶ ἡ τάξις τῶν ὄντων ἀεὶ φυλαττομένη κατὰ τὸν αὐτὸν τρό‐
30πον, καὶ ἡ τῶν ἄστρων φορὰ μηδὲν μηδέποτε διαλλάττουσα καὶ ὁ κύκλος τοῦ ἐνιαυτοῦ καὶ ἡ τῶν ὡρῶν ἀποκατάστασις τῶν τε νυκτῶν καὶ τῶν ἡμερῶν ἡ κατ’ ἔτος ἰσότης, παρὰ μέρος ἑκατέρας αὐξανομένης τε καὶ μειουμένης οὔτε ἐλάτ‐ τονι οὔτε πλείονι μέτρῳ, πῶς ἂν διετέλεσεν ὁμοίως διεξα‐
35γομένη μηδενὸς προνοοῦντος; οὐ μὴν ἀλλὰ καὶ τοῖς ἁμαρ‐ τήμασιν ἡ παρεπομένη τιμωρία, μᾶλλον δὲ καὶ ἡ τῶν ἁμαρ‐ τημάτων αὐτῶν ἀποκάλυψις ὅταν μηδενὸς ὄντος τοῦ διε‐ λέγξαι δυναμένου κατά τινας περιστάσεις ἐμφανίζηται, δείκνυσι πρόνοιαν εἶναι. γέμουσι δὲ τῶν τοιούτων ἱστοριῶν
40αἵ τε τῶν Ἑβραίων γραφαὶ καὶ τὰ παρ’ Ἕλλησι συγγράμματα. τοιοῦτον γὰρ ἐρρέθη τῇ γραφῇ τὸ κατὰ Σωσάνναν πάθος, ἐν δὲ τοῖς παρ’ Ἕλλησι τὸ κατὰ Ἴβυκον τὸν ποιητήν. φο‐ νευόμενος γὰρ οὗτος ὑπό τινων καὶ μηδένα μήτε σύμμα‐ χον μήτε μάρτυρα τῆς ἐπιβουλῆς ἔχων, θεωρήσας γερά‐334
45νους, ὑμεῖς ἔφησεν ὦ γέρανοι, τιμωρήσατέ μοι τὸν φό‐ νον. τῆς δὲ πόλεως ζητούσης τοὺς φονεύσαντας καὶ μὴ δυναμένης εὑρεῖν, ἐπιτελουμένου θεάτρου καὶ τοῦ δήμου καθεζομένου γέρανοι διέπτησαν· θεασάμενοι δὲ οἱ φονεῖς ἐγέλασαν καὶ ἰδοὺ εἶπον αἱ τιμωροὶ τοῦ Ἰβύκου. τῶν

41

(50)

δὲ πλησίον καθεζομένων τις ἀκούσας ἀπήγγειλεν ταῖς ἀρχαῖς, καὶ συλληφθέντες ὡμολόγησαν τὸν φόνον. πολλῶν δὲ καὶ ἄλλων τοιούτων ἐστὶ πλῆθος ἀναγεγραμμένον τοῖς πα‐ λαιοῖς, ὅπερ εἴ τις βουληθείη συναγαγεῖν εἰς ἄπειρον ἂν μῆκος ἐκτείνειεν τὸν λόγον.
55
εἰ δὲ μὴ πᾶσι τοῖς ἁμαρτά‐ νουσιν ὁ αὐτὸς τρόπος τῶν ἐλέγχων ἐπάγεται, ἄλλ’ ἔνιοι καὶ διαφεύγειν δοκοῦσιν, μηδεὶς ἀρνείσθω διὰ τοῦτο τὴν
πρόνοιαν. οὐ γὰρ καθ’ ἕνα μόνον τρόπον ποιεῖται τὴν τῶν ἀν‐ θρώπων ἐπιμέλειαν, ἀλλὰ κατὰ πολλοὺς καὶ διαφόρους.335
60 οὐχ ἥκιστα δὲ τὸ εἶναι πρόνοιαν δείκνυσιν ἡ τῶν σωμάτων τῶν ἐν γενέσει καὶ φθορᾷ κατασκευὴ καὶ ἀναλογία διὰ παντὸς ὁμοίως φυλαττομένη. παντὶ γὰρ μορίῳ τοῦ σώμα‐ τος ἐμφαίνεται τῆς προνοίας ἡ προμήθεια, ἅτινα τοῖς φιλο‐ πόνοις ἔξεστιν ἐκ διαφόρων συγγραμμάτων ἀναλέγεσθαι. καὶ
65ἡ τῶν χρωμάτων δὲ ποικιλία τῶν ἐν τοῖς ζῴοις τὸν αὐτὸν ἀεὶ κόσμον φυλάττουσα κέκραγε πρόνοιαν εἶναι, καὶ τὸ κοινῇ δὲ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενον, τὸ δεῖν εὔ‐ χεσθαι καὶ θεραπεύειν τὸ θεῖον ἀναθήμασί τε καὶ περιβό‐ λοις, προνοίας ἐστὶ δηλωτικόν. ἀπρονοήτου γὰρ ὄντος τοῦ
70παντός, τίς ἂν ἢ τί τις εὔξαιτο; καὶ ἡ σπουδὴ δὲ ἡ
περὶ τὰς εὐεργεσίας, φυσικῶς ἐν τοῖς ἀδιαστρόφοις σπουδα‐ ζομένη, τὴν πρόνοιαν ἐμφαίνει. τὸν γὰρ ἐκ ταύτης μισθὸν ἀπεκδεχόμενοι καὶ τοὺς μὴ δυναμένους ἀμείψασθαι ποιεῖν εὖ προαιρούμεθα. προνοίας δὲ ἀναιρουμένης συγκεχώρηται336
75μὲν ἀδικία τοῖς δυναμένοις ἀδικεῖν, ἀναιρεῖται δὲ ἐλεημοσύνη καὶ θεοῦ φόβος, συναναιρεῖται δὲ τούτοις ἀρετὴ καὶ εὐσέ‐ βεια· εἰ γὰρ μὴ προνοεῖ θεός, οὐδὲ τιμωρεῖται οὐδὲ τοῖς εὖ πράττουσιν ἔπαθλα νέμει οὐδὲ τῶν ἀδικουμένων τὰς βλάβας ἀπείργει. τίς ἂν οὖν ἔτι προσκυνήσειεν θεόν, μηδὲν
80εἰς μηδὲν ἡμῖν συμβαλλόμενον; ἀναιρεῖται δὲ καὶ προφη‐ τεία καὶ πᾶσα πρόγνωσις.
ἀλλ’ οὐ συμφωνεῖ ταῦτα τοῖς καθ’ ἑκάστην σχεδὸν ἡμέραν ὁρωμένοις. πολλαὶ μὲν γὰρ ἐν ταῖς χρείαις ἐπιφάνειαι τοῦ θείου, πολλὰ δὲ καὶ δι’ ὀνεί‐
85ρων τοῖς κάμνουσι δίδοται βοηθήματα, πολλαί τε προγνώσεις καθ’ ἑκάστην γενεὰν ἐξηνέχθησαν, πολλοὶ δὲ μιαιφονήσαν‐ τες καί τι τῶν ἀθεμίτων πράξαντες ἐκδειματοῦνται νύκτωρ τε καὶ μεθ’ ἡμέραν.
ἄλλως τε ἀγαθός ἐστιν ὁ θεός· ἀγα‐
90θὸς δὲ ὤν, εὐεργετικός ἐστιν· εἰ δὲ εὐεργετικός, καὶ προ‐ νοητικός. τί δεῖ λέγειν τὰ τῆς κτίσεως ἔργα καὶ τὴν ἀνα‐ λογίαν αὐτῆς καὶ τὴν ἁρμονίαν καὶ τὴν θέσιν καὶ τὴν τάξιν καὶ τὴν χρείαν ἣν ἕκαστον παρέχεται τῷ παντί, καὶ ὡς οὐχ οἷόν τε ἄλλως καλῶς ἔχειν παρ’ ὃ νῦν ἔχει, καὶ ὡς337
95οὔτε προσθήκην ἐπιδέχεται οὔτε τῶν ὄντων ἐπιλείπειν τι δύναται, ἀλλὰ τέλεια πάντα καὶ καλά, σοφῶς τε καὶ προ‐ νοητικῶς δεδημιούργηται;
ἀλλ’ εἰς τὸν τῆς δημιουργίας λό‐ γον ἀναβαλώμεθα τὴν τούτων ἔκθεσιν, ἵνα μὴ πάθωμεν

41

(100)

ὅπερ πολλοὶ τῶν περὶ προνοίας γραψάντων πεπόνθασιν. τὴν γὰρ κτίσιν ἀντὶ τῆς προνοίας ἀνυμνοῦσιν, ποδηγοῦσαν μὲν ἡμᾶς εἰς τὸν περὶ τῆς προνοίας λόγον, κατὰ πολὺ δὲ δια‐ φέρουσαν. οὐ γὰρ ταὐτόν ἐστι πρόνοια καὶ κτίσις. κτί‐ σεως μὲν γὰρ τὸ καλῶς ποιῆσαι τὰ γινόμενα· προνοίας δὲ
105τὸ καλῶς ἐπιμεληθῆναι τῶν γινομένων· οὐ συνυπάρχει δὲ ταῦτα πάντως ἀλλήλοις, ὡς ἔστιν ἐκ τῶν ἀνδρῶν τῶν
καθ’ ἑκάστην τέχνην καὶ μέθοδον ἰδεῖν. οἱ μὲν γὰρ αὐτῶν ἄχρι μόνου τοῦ ποιῆσαι καλῶς ἵστανται, καὶ οὐδὲν ἔτι φρον‐ τίζουσιν, ὡς τέκτονές τε καὶ γραφεῖς καὶ πλάσται· οἱ δὲ338
110μόνον ἐπιμελοῦνται καὶ προνοοῦσιν, ὡς βουκόλοι τε καὶ ποιμένες· οὐκοῦν καὶ ἡμεῖς ἐν μὲν τῷ περὶ τῆς κτίσεως λόγῳ δεόντως ἂν ἐπιδεικνύοιμεν ὅτι καλῶς γέγονε τὰ γενό‐ μενα· ἐν δὲ τῷ περὶ προνοίας ὅτι καὶ τῆς δεούσης ἐπιμε‐ λείας τυγχάνει μετὰ τὸ γενέσθαι.
115
πῶς οὖν ἄνθρωπος ἐξ ἀνθρώπου καὶ βοῦς ἐκ βοὸς ἀεὶ γεννᾶται, καὶ ἕκαστον ἐκ τοῦ οἰκείου σπέρματος φύεται, καὶ οὐκ ἐξ ἄλλου, προνοίας ἀπούσης; εἰ γὰρ λέγοι τις ὅτι κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν εἱρμῷ προβαίνει τὸ πρᾶγμα, τοῦτο ἂν εἴη λέγων ὅτι τῇ
120κτίσει συνυπάρχει πάντως ἡ πρόνοια. τὸ γὰρ εἱρμῷ προ‐ βαίνειν τὸ κτισθὲν δηλοῖ τῇ κτίσει συγκαταβεβλῆσθαι τὴν πρόνοιαν. προνοίας γὰρ ἡ μετὰ τὴν κτίσιν διεξαγωγὴ τῶν ὄντων· καὶ οὕτως οὐδὲν ἂν ἄλλο λέγοι ἢ τὸν αὐτὸν εἶναι ποιητὴν ἅμα καὶ προνοητὴν τῶν ὄντων.
125τίς δὲ ὁρῶν τὰς
μορφὰς τῶν ἀνθρώπων ἐν τοσαύταις μυριάσιν διαλλαττού‐ σας καὶ μηδαμοῦ κατὰ πάντα συνεμπιπτούσας, οὐ θαυμά‐ σειε μὲν τὸ ἔργον, ἀναλογιζόμενος δὲ τὴν αἰτίαν, εὑρήσει προνοίας ἕνεκα τὴν διαφορὰν τῆς μορφῆς παρηλλαγμένην ἐν339
130τοῖς καθ’ ἕκαστα; σκόπει γάρ, εἰ τὸν αὐτὸν πάντες ἔσῳ‐ ζον ἀπαραλλάκτως χαρακτῆρα, πόση σύγχυσις τῶν πραγμά‐ των ἐγίνετο, πόση δὲ ἄγνοια καὶ σκότος κατεῖχε τὸν ἄνθρω‐ πον, οὔτε τὸν οἰκεῖον γνωρίζοντα οὔτε τὸν ἀλλότριον ἢ πολέμιον ἢ φαῦλον ἀπὸ τοῦ φίλου καὶ χρηστοῦ διακρίνοντα·
135πάντα δὲ ἢν ἀληθῶς ὁμοῦ χρήματα κατὰ Ἀναξαγόραν. τούτου γὰρ οὕτως ὄντος οὐδὲν ἐκώλυεν ἀδελφαῖς καὶ μη‐ τράσι συγγίνεσθαι οὐδὲ ἁρπάζειν οὐδὲ ἄλλο τι ἀδικεῖν ἐμφανῶς, εἰ πρὸς τὸ παρὸν μόνον διέφυγεν· οὐ γὰρ ἂν ὀφθεὶς ἐγνωρίσθη μετὰ ταῦτα. οὐδ’ ἂν νόμος ἢ πολιτεία
140συνετάττετο, οὐδὲ πατέρες καὶ παῖδες ἀλλήλους ἐγίνωσκον, οὐδ’ ἄλλο τι συνέστη τῶν κατὰ τὸν ἄνθρωπον· τυφλὸς γὰρ
ἂν ἦν ἕνεκα τῶν ἀνθρώπων ὁ ἄνθρωπος, μικρὰ τοῦ βλέπειν αὐτῷ παρεχομένου· πλὴν γὰρ ἡλικίας καὶ μεγέθους οὐδὲν ἄλλο διεγίνωσκεν. τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονεν ἡ340
145πρόνοια, ποικίλλουσα τὴν μορφὴν τῶν ἀνθρώπων διὰ παντὸς καὶ πανταχῇ καὶ μηδένα χρόνον τοῦ ποιεῖν τοῦτο παραλεί‐ πουσα, ὃ καὶ μέγιστόν ἐστι τεκμήριον τοῦ τυγχάνειν προ‐ νοίας καὶ τὰ καθ’ ἕκαστα, 〈εἰ〉 μέχρι καὶ τοῦ τύπου τῆς
διαπλάσεως τοῦ χαρακτῆρος καὶ τῆς φωνῆς ἕκαστος γνωρί‐341

41

(150)

ζεται, εἰ καὶ μὴ δι’ ἀκριβείας τὸ τοιοῦτον φυλάττεται ὡς τῆς μορφῆς ἀρκούσης. ἐξ ἐπιμέτρου γὰρ καὶ τοῦτο προσέ‐ θηκεν ἡμῖν ἡ πρόνοια καὶ τὴν χρωμάτων διαφοράν, ἵνα πολυτρόπως βοηθῆται τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθένεια. οἶμαι δὲ καὶ τὰ πολλὰ τῶν ζῴων τῶν κατ’ εἶδος ὁμοσχη‐
155μόνων οἷόν ἐστι κορώνη καὶ κόραξ, ἔχειν τινὰς κατὰ τὴν πρόσοψιν διαφορὰς αἷς γνωρίζει κατὰ συζυγίαν ἄλληλα. κορῶναι γοῦν καὶ κόρακες συναγελάζονται μὲν πολλοὶ πολ‐ λάκις· χωρίζονται δὲ πατὰ συζυγίαν, ἑκάστης καὶ ἑκάστου γνωριζόντων τὸ σύζυγον. πῶς δ’ ἂν ἐγίνωσκον ἀλλήλους
160εἰ μή τις ἦν ἐν ἑκάστῳ χαρακτὴρ ἴδιος, ἡμῖν μὲν οὐκ εὐκρι‐
νής, εὐσύνοπτος δὲ φυσικῶς τοῖς ὁμοειδέσι; καὶ τὰ σύμ‐ βολα δὲ καὶ φῆμαι καὶ κληδόνες καὶ διοσημεῖαι (πρὸς Ἕλ‐ ληνας γὰρ ὁ λόγος) κατὰ τὸν οἰκεῖον λόγον, ὡς αὐτοί φασι, τῶν δηλουμένων ὑπ’ αὐτῶν τὰς ἐκβάσεις διασῴζουσαι, πάν‐342
165τως που προνοίας λόγῳ καὶ σημαίνουσι, καὶ τοῖς σημαινο‐ μένοις τὰς ἐκβάσεις ἐπαληθεύουσιν. ἀλλ’ ὅτι μέν ἐστι πρόνοια διά τε τούτων δῆλον καὶ διὰ τῶν ἑξῆς ῥηθησομένων· εἴπωμεν δὲ τί ἐστι πρόνοια. πρό‐ νοια τοίνυν ἐστὶν ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια.
170ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως· πρόνοιά ἐστι βούλησις θεοῦ
δι’ ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. εἰ δὲ θεοῦ βούλησίς ἐστιν ἡ πρόνοια, πᾶσα ἀνάγκη κατὰ τὸν ὀρθὸν λόγον καὶ κάλλιστα καὶ θεοπρεπέστατα καὶ ὡς ἂν μόνως καλῶς ἔχοι τὰ γινόμενα γίνεσθαι, ὡς τὴν κρείττω343
175τάξιν μὴ ἐπιδέχεσθαι. ἀνάγκη δὲ καὶ τὸν αὐτὸν εἶναι ποιητὴν τῶν ὄντων καὶ προνοητήν· οὔτε γὰρ ἀκόλουθον οὔτε πρέπον ἄλλον μὲν ποιεῖν, ἄλλον δὲ τῶν γινομένων ἐπιμελεῖσθαι· ἐν ἀσθενείᾳ γὰρ πάντως ὁρᾶται τὸ τοιοῦτον. πολλὴ δὲ καὶ τοῖς ζῴοις ἔμφασις ἐναπόκειται τῶν εἰρημέ‐
180νων· πᾶν γὰρ τὸ γεννῆσαν καὶ τῆς τροφῆς ἐπιμελεῖται τοῦ γεννηθέντος, ὁ δὲ ἄνθρωπος καὶ τῶν ἄλλων πάντων τῶν κατὰ τὸν βίον καθ’ ὅσον οἷός τέ ἐστι προνοεῖ· τὰ δὲ μὴ προνοοῦντα δι’ ἀσθένειαν οὐ προνοεῖ.
δέδεικται οὖν θεὸς
185μὲν ὢν ὁ προνοητής, πρόνοια δὲ ἡ βούλησις αὐτοῦ.
185

42

(1t)

περὶ τοῦ τίνων ἐστὶ πρό‐
2tνοια
3Ὅτι μὲν οὖν ἐστι πρόνοια, καὶ τί ἐστιν εἴρηται· λεί‐
πεται δὲ εἰπεῖν τίνων ἐστι πρόνοια, πότερον τῶν καθόλου344
5ἢ τῶν καθ’ ἕκαστα, ἢ καὶ τῶν καθόλου καὶ τῶν καθ’ ἕκαστα. Πλάτων μὲν οὖν καὶ τὰ καθόλου καὶ τὰ καθ’ ἕκαστα πρόνοιαν διοικεῖν βούλεται, διαιρῶν τὸν τῆς προνοίας λόγον εἰς τρία. πρώτην μὲν γὰρ εἶναι τὴν τοῦ πρώτου θεοῦ· προνοεῖν δὲ τοῦτον προηγουμένως μὲν τῶν ἰδεῶν, ἔπειτα δὲ
10ξύμπαντος τοῦ καθόλου κόσμου, οἷον οὐρανοῦ καὶ ἀστέρων καὶ πάντων τῶν καθόλου, τουτέστι τῶν γενῶν, οὐσίας τε καὶ ποσότητος καὶ ποιότητος, καὶ τῶν ἄλλων τῶν τοιούτων καὶ τῶν τούτοις ὑποτεταγμένων εἰδῶν· τῆς δὲ γενέσεως τῶν ἀτόμων ζῴων τε καὶ φυτῶν καὶ πάντων τῶν ἐν γενέσει καὶ
15φθορᾷ τοὺς δευτέρους θεούς, τοὺς τὸν οὐρανὸν περιπο‐
λοῦντας, προνοεῖν (καὶ Ἀριστοτέλης δὲ τὴν τούτων γένεσιν ἀνατίθησιν ἡλίῳ καὶ τῷ ζωδιακῷ κύκλῳ)· τῆς δὲ διεξαγω‐ γῆς καὶ τοῦ τέλους τῶν πρακτῶν καὶ τῆς τεύξεως τῶν κατὰ τὸν βίον τῶν τε φυσικῶν καὶ τῶν ὑλικῶν τε καὶ ὀργανι‐345
20κῶν καλουμένων ἀγαθῶν καὶ τῶν τούτοις ἀντικειμένων, τὴν τρίτην εἶναι πρόνοιαν Πλάτων ἀποφαίνεται. προΐστασθαι δὲ ταύτης τινὰς τεταγμένους δαίμονας περὶ τὴν γῆν, φύλα‐ κας τῶν ἀνθρωπίνων πράξεων. εἶναι δὲ καὶ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ προνοίᾳ τὸ εἶναι παρὰ τῆς πρώτης, ὡς δυνάμει
25πάντα παρὰ τοῦ πρώτου θεοῦ διοικεῖσθαι, τοῦ τάξαντος καὶ τοὺς δευτέρους καὶ τοὺς τρίτους προνοητάς.
τὸ μὲν οὖν ἀναφέρειν εἰς θεὸν τὰ πάντα καὶ τῆς ἐκείνου βουλήσεως λέγειν ἠρτῆσθαι τὴν πᾶσαν πρόνοιαν ἄξιον ἐπαινεῖν· οὐκέτι
30δὲ τὸ δευτέραν λέγειν πρόνοιαν τοὺς τὸν οὐρανὸν περι‐ πολοῦντας. οὐ γὰρ πρόνοια τὸ γινόμενον ἀλλ’ εἱμαρμένη καὶ ἀνάγκη. ὅπως γὰρ ἂν ἐκεῖνοι συσχηματίζωνται, ἀνάγκη καὶ τὰ γινόμενα γίνεσθαι καὶ ἄλλως μὴ ἐνδέχεσθαι· τῶν δὲ κατὰ πρόνοιαν οὐδὲν ὑποπίπτειν ἀνάγκῃ πάλαι δέδεικται.346
35 οἱ δὲ Στωϊκοὶ φιλόσοφοι τὴν εἱμαρμένην καὶ τὸ ἐφ’ ἡμῖν πρεσβεύοντες οὐδεμίαν χώραν τῇ προνοίᾳ καταλείπουσιν· ἀλλὰ ταῖς ἀληθείαις καὶ τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν, ὡς ἐδείχθη πρότερον.
Δημόκριτος δὲ καὶ Ἡράκλειτος καὶ Ἐπίκουρος
40οὔτε τῶν καθόλου οὔτε τῶν καθ’ ἕκαστα πρόνοιαν εἶναι βούλονται. Ἐπίκουρος γοῦν ἔλεγεν τὸ μακάριον καὶ ἄφθαρ‐ τον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥσ‐ τε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενείᾳ γὰρ πάντα τὰ τοιαῦτα. ὀργὴ θεῶν ἀλλότριον. ἐπὶ γὰρ
45ἀβουλήτῳ γίνεται· θεῷ δὲ οὐδὲν ἀβούλητον.
οὗτοι μὲν οὖν ἀκολουθοῦσι ταῖς ἰδίαις ἀρχαῖς. ἐξ αὐτομάτου γὰρ ἡγούμενοι τὸ πᾶν τοῦτο συστῆναι, εἰκότως ἀπρονόητα φάσκου‐ σιν εἶναι τὰ πάντα. ὧν γὰρ οὐδείς ἐστι δημιουργός, τού‐

42

(50)

των τίς ἂν εἴη προνοητής; δῆλον γὰρ ὡς αὐτομάτως ἀνάγκη φέρεσθαι τὰ τὴν ἀρχὴν αὐτομάτως γενόμενα. δεῖ τοίνυν πρὸς τὴν πρώτην αὐτοῖς ἐνστῆναι δόξαν· ταύτης γὰρ ἀναι‐ ρουμένης ἀρκέσει τὰ ῥηθέντα εἰς ἀπόδειξιν τοῦ πρό‐ νοιαν εἶναι.347
55
φυλάξαντες οὖν τοῖς οἰκείοις καιροῖς τὸν τούτων ἔλεγχον, ἔλθωμεν ἐπὶ τὴν Ἀριστοτέλους δόξαν καὶ τῶν ἄλλων τῶν ἀπρονόητα λεγόντων τὰ καθ’ ἕκαστα. καὶ γὰρ Ἀριστοτέλης ὑπὸ τῆς φύσεως μόνης διοικεῖσθαι βούλεται τὰ κατὰ μέρος, ὡς ἐν τῷ ζῆτα τῶν Νικομαχείων Ἠθικῶν ὑπῃ‐
60νίξατο· ταύτην γὰρ θείαν οὖσαν καὶ τοῖς γενητοῖς πᾶσιν ἐνυπάρχουσαν ἑκάστῳ φυσικῶς ὑποτίθεσθαι τὴν τῶν συμ‐ φερόντων αἵρεσιν καὶ τὴν τῶν βλαπτόντων φυγήν· ἕκαστον γὰρ ὡς εἴρηται τῶν ζῴων καὶ τὴν κατάλληλον ἑαυτῷ τρο‐ φὴν ἐκλέγεται καὶ τὸ συμφέρον μεταδιώκει καὶ τὰς ἰα‐
65τρείας τῶν παθῶν φυσικῶς ἐξεπίσταται.
Εὐριπίδης δὲ καὶ Μένανδρος ἐν ἐνίοις τὸν νοῦν τὸν ἐν ἑκάστῳ φασὶ προνοεῖν ἑκάστου, θεῶν δὲ μηδένα.
ἀλλ’ ὁ μὲν νοῦς
348
70τῶν ἐφ’ ἡμῖν ἐστι μόνων· ἢ γὰρ τῶν πρακτῶν καὶ τῶν τεχνῶν, ἢ τῆς θεωρίας· ἡ δὲ πρόνοια τῶν οὐκ ἐφ’ ἡμῖν, καὶ γὰρ τοῦ πλουτεῖν καὶ μή, καὶ ὑγιαίνειν καὶ μή, ὧν οὐδὲν ὁ νοῦς ποιεῖν δύναται, ἀλλ’ οὐδὲ ἡ φύσις, ὡς Ἀριστοτέλει δοκεῖ· δῆλα γὰρ καὶ τὰ τῆς φύσεως ἔργα. τί δὲ πρὸς
75τὸν νοῦν ἢ τὴν φύσιν τὸ ποτὲ μὲν τιμωρεῖσθαι τὸν φονέα ποτὲ δὲ διαφεύγειν; εἰ μή τις λέγοι τὸ μὲν τοῦ νοῦ καὶ τῆς φύσεως προνοίας εἶναι· τὸ δὲ δεύτερον, εἱμαρμένης. εἰ δὲ τὰ κατὰ νοῦν καὶ φύσιν προνοίας ἐστίν, τὰ δ’ ἐπακολου‐ θοῦντα τῆς εἱμαρμένης, ἀνῄρηται τὸ ἐφ’ ἡμῖν. ἀλλ’ οὐχ349
80οὕτως ἔχει. τὰ μὲν γὰρ τοῦ νοῦ, τοῦ τε πρακτικοῦ καὶ τοῦ θεωρητικοῦ, ἐφ’ ἡμῖν ἐδείχθη. οὐ πάντα δὲ τὰ κατὰ πρόνοιαν τῆς φύσεως, εἰ καὶ τὰ τῆς φύσεως κατὰ πρόνοιαν γίνεται. πολλὰ γὰρ τῶν κατὰ πρόνοιαν οὐκ ἔστι φύσεως ἔργα, ὡς ἐπὶ τοῦ φονέως ἐδείχθη. ἔστι γὰρ μέρος προ‐
85νοίας ἡ φύσις, οὐκ αὐτὸ πρόνοια.
οὗτοι μὲν οὖν τῇ φύσει καὶ τῷ νῷ τὴν πρόνοιαν ἐπιγράφουσι τῶν καθ’ ἕκαστα· οἱ δὲ ἄλλοι τῷ θεῷ μέλειν φασὶ τῆς τῶν ὄντων διαμονῆς ὥσ‐ τε μηδὲν τῶν γενομένων ἐπιλεῖψαι, καὶ τούτου μόνου πρό‐
90νοιαν ποιεῖσθαι, τὰ δὲ καθ’ ἕκαστα φέρεσθαι ὡς ἔτυχεν· καὶ διὰ τοῦτο πολλὰς μὲν ἀδικίας, πολλὰς δὲ μιαιφονίας, καὶ συλλήβδην εἰπεῖν πᾶσαν κακίαν ἐμπολιτεύεσθαι τοῖς ἀνθρώποις· καὶ τούτων ὡς ἔτυχεν τινὰς μὲν διαφεύγειν
τὴν δίκην, τινὰς δὲ καὶ κολάζεσθαι, οὔτε τῶν κατὰ τὸν350
95ὀρθὸν λόγον, οὔτε τῶν κατὰ νόμον πάντως ἀποβαινόντων. ἔνθα δὲ μήτε νόμος μήτε λόγος κρατεῖ πῶς ἄν τις φαίη θεὸν εἶναι τὸν ἐπιμελούμενον; καὶ γὰρ συμβαίνει τοὺς χρη‐ στοὺς ὡς ἐπὶ τὸ πλεῖστον ἀδικεῖσθαι καὶ ταπεινοῦσθαι καὶ μυρίοις κακοῖς περιβάλλεσθαι· τοὺς δὲ πονηροὺς καὶ βιαίους

42

(100)

αὔξεσθαι δυναστείᾳ καὶ πλούτῳ καὶ ἀρχαῖς καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον ἀγαθοῖς. ἐμοὶ δὲ δοκοῦσιν οἱ ταῦτα λέγοντες πολλὰ μὲν καὶ ἄλλα τῶν κατὰ τὴν πρόνοιαν ἀγνοεῖν θεωρημάτων, μάλιστα δὲ τῆς ψυχῆς τὸ ἀθάνατον. θνη‐ τὴν γὰρ αὐτὴν ὑπολαμβάνοντες εἶναι, τῇ ζωῇ ταύτῃ τὰ κατὰ
105τὸν ἄνθρωπον περιγράφουσιν· ἔπειτα διεστραμμένας ἔχουσι τὰς περὶ τῶν ἀγαθῶν κρίσεις. οἴονται γὰρ τοὺς πλοῦτον περιβεβλημένους καὶ κομῶντας ἀξιώμασιν καὶ τοῖς ἄλλοις ὑλικοῖς ἀγαθοῖς ἐναβρυνομένους εὐδαίμονας εἶναι καὶ μακα‐ ρίους· τὰ δὲ τῆς ψυχῆς ἀγαθὰ παρ’ οὐδὲν τίθενται, πολλῷ
110τῷ μέτρῳ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ὑπερέχοντα.
κρείττονα γὰρ τὰ τῶν κρειττόνων ἀγαθά. τοσούτῳ τοίνυν ἀρεταὶ πλούτου τε καὶ ὑγείας καὶ τῶν ἄλλων ὑπερφέρουσιν ὅσῳ ψυχὴ σώματος. τοιγάρτοι καὶ μόναι καὶ σὺν τοῖς ἄλ‐ λοις αἱ ἀρεταὶ μακάριον ποιοῦσι τὸν ἄνθρωπον· μετὰ μὲν351
115τῶν ἄλλων κατὰ πλάτος, μόναι δὲ καὶ καθ’ ἑαυτὰς κατὰ περιγραφήν. τῶν γὰρ ὄντων τὰ μὲν κατὰ περιγραφὴν νοεῖται, ὡς δίπηχυ, τὰ δὲ κατὰ πλάτος, ὡς σωρός. σωροῦ γὰρ κἂν δύο μεδίμνους ἀφέλῃς, τὸ λειπόμενον μένει σωρός· καὶ τῆς κατὰ πλάτος δὲ μακαριότητος ἂν ἀφέλῃς
120τά τε τοῦ σώματος καὶ τὰ τῶν ἐκτὸς ἀγαθά, καταλείπῃς δὲ μόνας τὰς ἀρετάς, μένει καὶ οὕτω τὸ μακάριον· ἡ γὰρ ἀρετὴ καὶ καθ’ ἑαυτὴν αὐτάρκης ἐστιν πρὸς εὐδαιμονίαν. πᾶς οὖν ἀγαθὸς μακάριος, καὶ πᾶς κακὸς ἄθλιος, κἂν πάντα συλ‐ λήβδην ἔχῃ τὰ λεγόμενα τῆς τύχης ἀγαθά. ὅπερ ἀγνο‐
125οῦντες οἱ πολλοὶ μόνους μακαρίους εἶναι νομίζουσι τοὺς εὐ‐ σωματοῦντάς τε καὶ πλουτοῦντας. διὸ μέμφονται τὴν πρό‐ νοιαν, τὴν οὐ μόνον ἐκ τῶν φαινομένων διοικοῦσαν τὰ καθ’ ἡμᾶς, ἀλλὰ καὶ κατὰ τὴν οἰκείαν πρόγνωσιν. εἰδὼς γὰρ ὁ θεὸς ὅτι τῷ νῦν χρηστῷ καὶ ἀγαθῷ συμφέρει πένεσθαι352
130καὶ ὅτι διαφθείρει τὴν γνώμην αὐτοῦ πλοῦτος ἐπεισελθών, ἐν τῇ πενίᾳ φυλάττει συμφερόντως αὐτόν· εἰδὼς δὲ πολ‐ λάκις τὸν πλούσιον χαλεπώτερον ἐσόμενον εἰ σπανίσειε χρημάτων, λῃστείαις γὰρ ἐπιχειρήσειν ἢ μιαιφονίαις ἤ τισιν ἄλλοις μείζοσι κακοῖς, ἐᾷ τὸν πλοῦτον καρποῦσθαι.
135οὐκοῦν καὶ πενία πολλάκις ἡμῖν ἐλυσιτέλησεν, καὶ τέκνα θάψαι καὶ φυγεῖν οἰκέτας· πικροτέρα γὰρ τῆς ἀπωλείας αὐτῶν ἐγένετο ἂν ἡ σωτηρία, φαύλων μὲν τῶν τέκνων, λῃστῶν δὲ τῶν οἰκετῶν γενομένων. ἡμεῖς μὲν γὰρ οὐδὲν τῶν ἐσο‐ μένων εἰδότες πρὸς τὰ παρόντα δὲ μόνα βλέποντες οὐκ
140ὀρθῶς τὰ συμβαίνοντα κρίνομεν· τῷ δὲ θεῷ καὶ τὰ μέλ‐
λοντα ὡς παρόντα ἐστίν. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς καταγινώσκοντας εἴρηται, πρὸς οὓς καὶ τὸ τῆς γραφῆς ἁρ‐ μόσειεν ἂν εἰπεῖν· μὴ ὁ πηλὸς ἐρεῖ. πῶς γὰρ οὐ φευκτός ἐστιν ἄνθρωπος ἀντινομοθετῶν τῷ353
145θεῷ καὶ ἀντιπαρακελευόμενος τοῖς τῆς προνοίας ἔργοις, ὁ μηδὲ ταῖς ἀνθρωπίναις νομοθεσίαις ἀντιλέγειν τολμῶν; παραλιπόντες οὖν τὰ τοιαῦτα πλημμελήματα, μᾶλλον δὲ ἀσεβήματα, δείξωμεν ὡς οὐ καλῶς αὐτοῖς ἀπρονόητα λέ‐ γεται τὰ καθ’ ἕκαστα, τῶν καθόλου καὶ γενικῶν προνοίας

42

(150)

τυγχανόντων. τρεῖς γὰρ ταύτας αἰτίας μόνας ἄν τις φαίη τοῦ μὴ γίνεσθαι πρόνοιαν τῶν καθ’ ἕκαστα· ἢ γὰρ ἀγνοεῖν τὸν θεὸν ὅτι καλὸν καὶ τούτων ἐπιμελεῖσθαι, ἢ μὴ βού‐ λεσθαι, ἢ μὴ δύνασθαι.
ἀλλ’ ἄγνοια μὲν καὶ ἀμαθία παν‐
354
155τάπασιν ἀλλοτριώτατον τῆς μακαρίας οὐσίας. αὐτὸ γὰρ γνῶσίς ἐστι καὶ σοφία καὶ ἐπιστήμη. πῶς δ’ ἂν καὶ λάθοι τὸν θεὸν ἃ μηδ’ ἄνθρωπος εὖ φρονῶν ἀγνοήσειεν, ὡς τῶν κατὰ μέρος πάντων διαφθειρομένων, καὶ τὰ καθόλου διαφθαρήσεται; ἐκ γὰρ τῶν κατὰ μέρος πάντων τὰ καθ‐
160όλου συνίσταται. ἐξισάζει γοῦν τὰ εἴδη πᾶσιν ὁμοῦ τοῖς κατὰ μέρος, καὶ ἀντιστρέφει, καὶ συνδιαφθείρεται καὶ συνδιασῴζεται. οὐδὲν δὲ κωλύει πάντα τὰ ἄτομα ἀπο‐ λέσθαι μηδεμιᾶς ἄνωθεν κηδεμονίας τυγχάνοντα. τού‐ των οὖν ἀπολλυμένων καὶ τὰ καθόλου διαφθαρήσεται. εἰ
165δὲ τούτου προνοεῖν μόνου φήσουσιν αὐτὸν τοῦ μὴ πάντα τὰ κατὰ μέρος ἀπολέσθαι, ἵνα σῴζηται τὰ εἴδη, λανθά‐
νουσιν ἑαυτοὺς λέγοντες εἶναί τινα καὶ τῶν καθ’ ἕκαστα πρόνοιαν· τούτων γὰρ προνοῶν, ὡς αὐτοὶ λέγουσι, δια‐ φυλάττει τὰ εἴδη καὶ τὰ γένη.355
170
ἀλλά φασιν ὡς οὐκ ἀγνοεῖ μέν, οὐ βούλεται δὲ προνοεῖν. ἀλλὰ τὸ μὴ βούλεσθαι διὰ δύο γίνεται προφάσεις, ἢ διὰ ῥαθυμίαν ἢ διὰ τὸ ἀπρεπές. καὶ τίς ἂν μὴ μαινόμενος ῥαθυμίας αἰτίαν ἐπαγάγοι θεῷ; πάλιν γὰρ ὑπὸ δύο τούτων ῥαθυμία
175τίκτεται, ἡδονῆς καὶ δειλίας· ἢ γὰρ ὑφ’ ἡδονῆς τινὸς περιελκόμενοι ῥαθυμοῦμεν ἢ διὰ φόβον ἀφιστάμεθα. οὐδ‐ έτερον δὲ τούτων θεμιτὸν διανοηθῆναι περὶ θεοῦ. εἰ δὲ ῥαθυμίαν μὲν ἐπάγειν παραιτοῖντο, λέγοιεν δὲ μὴ πρέπειν θεῷ, ἀνάξιον γὰρ εἶναι τῆς τοσαύτης μακαριότητος τοῖς
180εὐτελέσι καὶ μικροῖς συγκαταβαίνειν καὶ οἱονεὶ συμβεβη‐ λοῦσθαι ταῖς ὑλικαῖς τε καὶ προαιρετικαῖς ἀτοπίαις, καὶ διὰ τοῦτο μὴ βούλεσθαι, ἀγνοοῦσι δύο πάθη τὰ χείριστα
τῷ θεῷ περιάπτοντες, ὑπεροψίαν καὶ μολυσμόν· ἢ γὰρ δι’ ὑπεροψίαν ὁ δημιουργὸς ὑπερορᾷ τῆς ἀρχῆς καὶ διοικήσεως356
185τῶν κατὰ μέρος, ὅπερ ἀτοπώτατον εἰπεῖν, ἢ τὸν μολυσμὸν ἐκκλίνων, ὡς αὐτοί φασιν. εἰ δὲ τῶν ἡλιακῶν ἀκτίνων, φύσιν ἐχουσῶν ἕλκειν πᾶν τὸ ὑγρόν, οὔ φασι καταμολύνεσθαι τὸν ἥλιον οὐδὲ τὰς ἀκτῖνας αὐτὰς ὅταν τοῖς βορβόροις ἐλλάμπωσιν, ἀλλὰ μένειν ἀχράντους καὶ καθαράς, πῶς
190τὸν θεὸν ἡγοῦνται συμβεβηλοῦσθαι τοῖς τῇδε πραττόμενοις; οὐκ ἔστιν ἀνθρώπων φυσίν εἰδότων θεοῦ ταῦτα τὰ δόγμα‐ τα· ἀνέπαφον γὰρ καὶ ἀδιάφθορον καὶ ἀμίαντον καὶ πάσης ἀλλοιώσεως κρεῖττον τὸ θεῖον καθέστηκεν, ὁ γὰρ μολυσμὸς καὶ πάντα τὰ τοιαῦτα τροπῆς τινα ἔργα. πῶς δὲ οὐκ
195ἀτοπώτατον τεχνίτην μὲν οἱασδήποτε τέχνης, καὶ μά‐ λιστα ἰατρόν, ἐπιμελούμενον τῶν καθόλου, μηδὲν τῶν κατὰ μέρος μηδὲ τὸ σμικρότατον ἐᾶν ἀτέχναστον καὶ ἀνεπιμέ‐ λητον, εἰδότα ὡς εἰς τὸ πᾶν συντελεῖ τὸ μέρος, τὸν δὲ δημιουργὸν θεὸν καὶ τῶν τεχνιτῶν ἀποφαίνειν ἀμαθέστερον;

42

(200)

ἀλλ’ ἄρα βούλεται μέν, οὐ δύναται δέ. καὶ πῶς οὐκ ἄντι‐
κρυς ἀπεμφαῖνον ἀσθενῆ λέγειν τὸν θεὸν καὶ ἀδύνατον εὖ ποιεῖν; ἄλλως τε κατὰ δύο τρόπους φαίη τις ἂν τὸν θεὸν μὴ δύνασθαι προνοεῖν τῶν ἀτόμων, ἢ τῷ αὐτὸν μὴ πεφυ‐ κέναι, ἢ τῷ τὰ κατὰ μέρος ἀνεπίδεκτα προνοίας εἶναι.357
205
ἀλλ’ ὅτι μὲν αὐτὸς πέφυκε προνοεῖν καὶ αὐτοὶ συνομολογοῦσι δι’ ὧν φασιν αὐτὸν τῶν καθόλου προνοεῖν· ἄλλως τε τὰ μὲν καταδεέστερα φθάνειν εἰς τὰ ὑπερκείμενα οὐχ οἷά τέ ἐστιν, τῶν δὲ κρειττόνων ἡ δύναμις ἄχρι καὶ τῶν τελευ‐
210ταίων καὶ τῶν ἀναισθήτων σώζουσα κάτεισι· πάντα γὰρ ἤρτηται τοῦ θείου θελήματος καὶ ἐντεῦθεν ἀρύεται τὴν διαμονὴν καὶ σωτηρίαν.
ὅτι δὲ καὶ ἡ τῶν ἀτόμων καὶ πε‐ πληθυσμένων ὑπόστασις προνοίας ἐστὶ δεκτικὴ δῆλον ἐκ τῶν
215ζῴων τῶν ἀρχαῖς τισι καὶ ἡγεμονίαις διοικουμένων, ὧν πολ‐ λὰ μὲν εἴδη, καὶ γὰρ μέλισσαι καὶ μύρμηκες καὶ τὰ πλεῖστα τῶν συναγελαζομένων ὑπό τισιν ἡγεμόσι τέτακται οἷς ἀκο‐ λουθεῖ πειθόμενα· μάλιστα δ’ ἄν τις τοῦτο κατανοήσειεν εἰς τὴν τῶν ἀνθρώπων πολιτείαν ἐμβλέψας, φαίνεται γὰρ
220τὰς τῶν νομοθετῶν καὶ τὰς τῶν ἀρχόντων ἐπιδεχομένη
διοικήσεις καὶ ἐπιμελείας. ἡ δὲ τούτων δεκτικὴ πῶς ἂν εἴη τῆς τοῦ δημιουργοῦ προνοίας ἀνεπίδεκτος; τεκμήριον δὲ οὐ σμικρὸν τοῦ καὶ τὰ καθ’ ἕκαστα προνοίας τυγχάνειν τὸ φυσικῶς ἐγκατεσπάρθαι τοῖς ἀνθρώποις τὴν γνῶσιν αὐτῆς,358
225ὑπ’ ἀνάγκης γὰρ συσχεθέντες εὐθὺς ἐπὶ τὸ θεῖον καὶ τὰς εὐχὰς καταφεύγομεν ὡς ἂν τῆς φύσεως ἀγούσης ἡμᾶς ἀδι‐ δάκτως ἐπὶ τὴν ἀπὸ τούτου βοήθειαν (οὐκ ἂν δὲ ἡμᾶς ἀδι‐ δάκτως ἦγεν ἡ φύσις ἐπὶ τὸ μὴ φύσιν ἔχον γίνεσθαι)· καὶ γὰρ ἐν ταῖς ἐξαίφνης ταραχαῖς καὶ φόβοις ἀπροαιρέτως,
230πρίν τι καὶ σκέψασθαι, τὸν θεὸν ἐπιβοώμεθα. πᾶν δὲ τὸ ὁτῳοῦν φυσικῶς ἑπόμενον ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν, οὐδε‐ μίαν ἀντιλογίαν ἐπιδεχόμενον.
πόθεν οὖν προήχθησαν ἐπὶ τοῦτον τὸν λόγον οἱ ταῦτα δοξάζοντες; πρῶτον μὲν τῷ
235νομίζειν συνδιαλύεσθαι τῷ σώματι τὴν ψυχήν, δεύτερον δὲ τῷ μὴ δύνασθαι τὸν λόγον ἐξευρεῖν τῆς κατὰ μέρος προνοίας.
ἀλλ’ ὅτι μὲν οὐκ ἔστιν ἡ ψυχὴ θνητὴ οὐδὲ μέχρι τοῦ βίου τούτου τὰ κατὰ τὸν ἄνθρωπον ἵσταται αἵ τε παρὰ τοῖς σοφωτάτοις τῶν Ἑλλήνων μετενσωματώσεις δηλοῦσι καὶ οἱ359
240λεγόμενοι τόποι ταῖς ψυχαῖς ἀποκεκληρῶσθαι πρὸς τὸν ἑκά‐ στης βίον καὶ αἱ τιμωρίαι τῶν ψυχῶν ἃς τιμωροῦνται καθ’ ἑαυτάς. ταῦτα γὰρ εἰ καὶ διαπίπτει κατά τι ἕτε‐ ρον, ἀλλὰ τὸ τὴν ψυχὴν εἶναι μετὰ τὴν ζωὴν ταύτην καὶ δίκας ὑπέχειν τῶν πλημμελημάτων συνομολογεῖ.
245
εἰ δὲ ἀκατάληπτος ἡμῖν ἐστιν τῆς τῶν κατὰ μέρος προνοίας ὁ λόγος, ὥσπερ οὖν ἐστι κατὰ τὸ ὡς ἀνεξερεύνητα τὰ κρίματά σου καὶ ἀνεξιχνίαστοι αἱ ὁδοί σου, ἀλλ’ οὐ διὰ τοῦτο δεῖ λέγειν ὡς οὐκ ἔστι πρόνοια. οὐδὲ γὰρ ἐπειδὴ

42

(250)

τὸ μέτρον τῆς θαλάσσης ἀγνοοῦμεν καὶ τὸν ἀριθμὸν τῆς ψάμμου φαίη τις ἂν μήτε θάλασσαν μήτε ψάμμον εἶναι· οὕτω γὰρ εἴποιεν ἂν μήτε ἄνθρωπον μήτε ἄλλο τι ζῷον εἶναι, ἐπειδὴ τὸν ἀριθμὸν τῶν τε ἀνθρώπων καὶ τῶν ἄλ‐ λων ζῴων ἀγνοοῦσι. τὰ γὰρ ἄτομα ἄπειρα ἡμῖν· τὰ δὲ
255ἄπειρα ἡμῖν ἄγνωστα ἡμῖν. καὶ τὰ μὲν καθόλου λόγῳ πολ‐ λάκις γίνεται περιληπτά, τὰ δὲ κατὰ μέρος ἀδύνατον. οὔσης δὲ καθ’ ἕκαστον ἄνθρωπον διττῆς διαφορᾶς, τῆς τε
πρὸς ἕτερον ἄνθρωπον καὶ τῆς πρὸς ἑαυτόν (πολλὴ γὰρ καὶ πρὸς ἑαυτὸν ἑκάστου καθ’ ἑκάστην ἡμέραν ἐναλλαγὴ360
260καὶ διαφορὰ ἔν τε τοῖς βίοις καὶ τοῖς ἐπιτηδεύμασιν καὶ χρείαις καὶ ἐπιθυμίαις καὶ τοῖς ἐπισυμβαίνουσιν· ἀγχίστροφον γὰρ τοῦτο τὸ ζῷον, ταῖς χρείαις καὶ τοῖς καιροῖς ὀξέως συμμε‐ ταβαλλόμενον), ἀνάγκη καὶ τὴν ἁρμόζουσαν ἑκάστῳ πρόνοιαν διάφορόν τε καὶ ποικίλην καὶ πολυσχιδῆ καὶ σύνδρομον τῇ
265τῶν πεπληθυσμένων ἀκαταληψίᾳ συνεκτείνεσθαι, εἴ γε δεῖ πρόσφορον ἑκάστῳ καθ’ ἕκαστον πρᾶγμα καὶ οἰκείαν ὑπάρ‐ χειν αὐτήν· ἄπειρος δὲ τῶν κατὰ μέρος ἡ διαφορά, ἄπει‐ ρος ἄρα καὶ τῆς ἁρμοζούσης αὐτοῖς προνοίας ὁ λόγος· εἰ δὲ ἄπειρος καὶ ἄγνωστος ἡμῖν. οὐ δεῖ τοίνυν τὴν οἰκείαν
270ἄγνοιαν ἀναίρεσιν ποιεῖσθαι τῆς τῶν ὄντων κηδεμονίας. ἃ γὰρ σὺ νομίζεις μὴ καλῶς, ταῦτα κατὰ λόγον μὲν τῷ δη‐
μιουργῷ γίνεται· σὺ δὲ ἀγνοῶν τὰς αἰτίας οὐχὶ κατὰ λόγον φῂς γίνεσθαι. ὅπερ γὰρ κἀπὶ τῶν ἄλλων τῶν ἀγνώστων πάσχομεν, τοῦτο κἀπὶ τῶν ἔργων τῆς προνοίας· ἐξ εἰκα‐361
275σίας τινὸς καὶ ταύτης ἀμυδρᾶς συννοοῦμεν τὰ κατ’ αὐτήν, εἴδωλά τινα καὶ σκιὰς τῶν ἔργων αὐτῆς ἐκ τῶν γινομένων κατὰ στοχασμὸν λαμβάνοντες.
φαμὲν οὖν τινα γίνεσθαι κατὰ συγχώρησιν τοῦ θεοῦ· τῆς δὲ συγχωρήσεως εἴδη
280πολλά. συγχωρεῖ γὰρ πολλάκις καὶ τὸν δίκαιον περιπεσεῖν συμφοραῖς ἵνα τὴν ἐν αὐτῷ λανθάνουσαν ἀρετὴν ἀναδείξῃ τοῖς ἄλλοις, ὡς ἐπὶ τοῦ Ἰώβ. ἄλλοτε συγχωρεῖ τῶν ἀτό‐ πων τι πραχθῆναι ἵνα διὰ τῆς πράξεως τῆς δοκούσης ἀτό‐ που μέγα τι καὶ θαυμαστὸν κατορθώσῃ, ὡς διὰ τοῦ σταυ‐
285ροῦ τὴν σωτηρίαν τῶν ἀνθρώπων. κατ’ ἄλλον τρόπον συγ‐ χωρεῖ καὶ τὸν ὅσιον πάσχειν κακῶς ἵνα μὴ ἐκ τοῦ ὀρθοῦ συνειδότος καὶ τῆς δοθείσης αὐτῷ δυνάμεως εἰς ἀλαζονείαν ἐκπέσῃ, ὡς ἐπὶ τοῦ Παύλου. ἐγκαταλείπεταί τις πρὸς καιρὸν εἰς διόρθωσιν ἄλλου, ἵνα τὸ κατ’ αὐτὸν σκοποῦντες
290οἱ ἄλλοι παιδεύωνται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλου‐ σίου· φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας συστελλόμε‐ θα, ὡς εἴρηται καλῶς καὶ Μενάνδρῳ τὸ φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους. ἐγκαταλείπεταί τις καὶ εἰς ἄλλου δόξαν, οὐ δι’ οἰκείας ἢ362
295γονέων ἁμαρτίας, ὡς ὁ ἐκ γενετῆς τυφλὸς εἰς δόξαν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. πάλιν συγχωρεῖταί τις παθεῖν εἰς ἄλ‐ λου ζῆλον ἵνα τῆς δόξης τοῦ παθόντος μεγαλυνθείσης
ἄοκνον τὸ πάθος τοῖς ἄλλοις γένηται, ἐλπίδι τῆς μελλούσης δόξης καὶ ἐπιθυμίᾳ τῶν προσδοκωμένων ἀγαθῶν, ὡς ἐπὶ τῶν363

42

(300)

μαρτύρων καὶ τῶν ἑαυτοὺς ἐπιδεδωκότων ὑπὲρ πατρίδος ἢ γένους ἢ δεσποτῶν. εἰ δέ τῳ δοκοίη πα‐ ράλογον εἶναι τὸ τὸν ὅσιον εἰς ἄλλου διόρθωσιν πάσχειν κακῶς, γινωσκέτω ὡς οὗτος ὁ βίος ἀγών ἐστι καὶ στάδιον ἀρετῆς. ὅσῳ τοίνυν μείζους οἱ πόνοι, τοσούτῳ μείζους οἱ
305στέφανοι· πρὸς γὰρ τὸ μέτρον τῆς ὑπομονῆς ἡ τῶν ἄθλων ἀντίδοσις. διὰ τοῦτο Παῦλος ἐν μυρίαις συνεχωρήθη γενέ‐ σθαι θλίψεσιν, ἵνα μείζονα καὶ τέλειον ἀπενέγκηται τῆς νίκης τὸν στέφανον. πάντα οὖν καλῶς καὶ δεόντως γίνεται τῆς προ‐ νοίας τὰ ἔργα.
310
ὅτι δὲ καλῶς καὶ δεόντως καὶ ὡς μόνως ἐπι‐ δέχεται διοικεῖ θεὸς τὰ πάντα, δύο τούτοις σκοποῖς τις χρώμενος τοῖς παρὰ πᾶσιν ὁμολογουμένοις ὀρθότατ’ 〈ἂν〉
σκοπήσειεν· ἀγαθός ἐστι καὶ μόνος σοφός. οὐκοῦν διὰ μὲν τὸ ἀγαθὸς εἶναι προνοητὴς εἰκότως ἐστί· διὰ δὲ τὸ σοφὸς εἶναι364
315σοφῶς καὶ ἄριστα τῶν ὄντων ἐπιμελεῖται. εἰ μὲν γὰρ οὐ προ‐ νοεῖ, οὐκ ἀγαθός· εἰ δὲ μὴ καλῶς, οὐ σοφός.
δεῖ τοίνυν
τούτοις προσέχοντα τοῖς σκοποῖς μηδενὸς καταγινώσκειν τῶν τῆς προνοίας ἔργων, μηδὲ βλασφημεῖν· ἀνεξετάστως365
320δὲ πάντα ἀποδέχεσθαι, πάντα θαυμάζειν, πάντα πεποιῆσθαι καλῶς καὶ δεόντως γίνεσθαι, κἂν φαίνηται τοῖς πολλοῖς ἄδικα, ἵνα μὴ πρὸς τῇ βλασφημίᾳ πολὺν καὶ τῆς ἀμαθίας ἑαυτῶν καταχέωμεν ψόγον. ὅταν δὲ λέγωμεν πάντα καλῶς γίνεσθαι δῆλον ὡς οὐ περὶ τῆς κακίας τῶν ἀνθρώπων
325οὐδὲ τῶν ἐφ’ ἡμῖν ἔργων καὶ παρ’ ἡμῶν γινομένων τὸν λόγον ποιούμεθα· ἀλλὰ περὶ τῶν τῆς προνοίας, τῶν οὐκ ἐφ’ ἡμῖν ὄντων. πῶς οὖν ἄνδρες ὅσιοι πικροῖς περιπίπτουσι θανά‐ τοις καὶ σφαγαῖς ἀναιτίοις; εἰ μὲν γὰρ ἀδίκως, διὰ τί μὴ ἐκώλυσεν ἡ δικαία πρόνοια τὸν φόνον; εἰ δὲ δικαίως, ἀναίτιοι
330πάντως οἱ φονεύσαντες. πρὸς ταῦτα ἐροῦμεν ὅτι καὶ ὁ φονεύων ἀδίκως φονεύει καὶ ὁ φονευόμενος ἢ δικαίως φονεύε‐
ται ἢ συμφερόντως· δικαίως μὲν ἔσθ’ ὅτε διὰ πράξεις ἀτό‐ πους ἡμῖν δὲ ἀδήλους· συμφερόντως δὲ προκαταλαμβα‐ νούσης τῆς προνοίας τὰς μελλούσας ἔσεσθαι παρ’ αὐτοῦ κακ‐366
335ουργίας καὶ ὅτι καλὸν αὐτῷ μέχρι τούτου στῆναι τὴν ζωήν, ὡς Σωκράτει καὶ τοῖς ἁγίοις. ὁ δὲ φονεύσας ἀδίκως ἐφόνευ‐ σεν· οὐ γὰρ διὰ τοῦτο οὐδὲ ἐξὸν αὐτῷ, ἀλλὰ διὰ κέρδος καὶ λῃστείαν ἑκουσίως. ἐφ’ ἡμῖν γὰρ ἡ πρᾶξις· τὸ δὲ πά‐ θος οὐκ ἐφ’ ἡμῖν, οἷον τὸ φονευθῆναι. θάνατος δὲ οὐδεὶς
340κακὸς εἰ μὴ ὁ δι’ ἁμαρτίαν, ὡς δῆλον ἐκ τοῦ θανάτου τῶν ὁσίων ἀνδρῶν. ὁ δὲ ἁμαρτωλὸς κἂν ἐν τῷ σκίμποδι κἂν
αἰφνίδιον ἀπόνως τελευτήσῃ, κακῶς ἀπέθανεν, κακὸν ἐντά‐ φιον ἐπαγόμενος τὴν ἁμαρτίαν. ὁ μέντοι φονεύσας κακῶς ἐφόνευσεν· ἐπὶ μὲν γὰρ τῶν δικαίως φονευομένων εἰς τὴν367
345τῶν δημίων ἑαυτὸν κατέταξε μοῖραν, ἐπὶ δὲ τῶν συμφερόν‐ τως εἰς τὴν τῶν μιαιφόνων καὶ ἐναγῶν. τὰ αὐτὰ καὶ ἐπὶ πολεμίων φονευόντων καὶ αἰχμαλωτιζόντων καὶ πᾶσαν κακίαν ἐργαζομένων κατὰ τῶν αἰχμαλώτων. τὰ αὐτὰ καὶ ἐπὶ τῶν πλεονεκτούντων καὶ ἁρμαζόντων χρήματα· καὶ

42

(350)

γὰρ τοῖς ἀφαιρουμένοις ὡς εἰκὸς συμφέρει μὴ κεκτῆσθαι, καὶ οἱ πλεονεκτήσαντες ἄδικοι, διὰ γὰρ πλεονεξίαν, οὐχὶ
διὰ τὸ συμφέρειν ἐκείνοις ἀφείλοντο.368